← 色诺芬

居鲁士的教育

§2.2.8-2.2.14

全连护送信件的轶事与关于欢笑有益性的辩论

一位大队长讲述了全连护送一封信的趣事并引得全场大笑,居鲁士借此称赞士兵的顺从;然而严厉的阿格莱塔达斯批评这是博人一笑的吹嘘夸大,由此引发了关于制造笑声与引人落泪何者更为有益的辩论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.8

ἐπεὶ δὲ ὁ λοχαγὸς αὐτοὺς ἀνεχώριζεν, ἐδυσφόρουν καὶ ἔλεγον· ποτέρῳ δὴ πείθεσθαι χρή; νῦν γὰρ ὁ μὲν κελεύει προϊέναι, ὁ δʼ οὐκ ἐᾷ. ἐγὼ μέντοι ἐνεγκὼν ταῦτα πρᾴως ἐξ ἀρχῆς αὖ καταχωρίσας εἶπον μηδένα τῶν ὄπισθεν κινεῖσθαι πρὶν ἂν ὁ πρόσθεν ἡγῆται, ἀλλὰ τοῦτο μόνον ὁρᾶν πάντας, τῷ πρόσθεν ἕπεσθαι.

但当中队长想让他们退回原位时,他们却愤愤不平地说道:‘我们到底该听谁的?现在一位命令前进,另一位又不准。’不过,我温和地承受了这一切,重新将他们自头排定好后吩咐道,在前排领头之前,后排任何人不得走动,大家只需专心做好这一件事,那就是紧跟前排的人。

§2.2.9

ὡς δʼ εἰς Πέρσας τις ἀπιὼν ἦλθε πρὸς ἐμὲ καὶ ἐκέλευσέ με τὴν ἐπιστολὴν ἣν ἔγραψα οἴκαδε δοῦναι, κἀγώ, ὁ γὰρ λοχαγὸς ᾔδει ὅπου ἔκειτο ἡ ἐπιστολή, ἐκέλευσα αὐτὸν δραμόντα ἐνεγκεῖν τὴν ἐπιστολήν, ὁ μὲν δὴ ἔτρεχεν, ὁ δὲ νεανίας ἐκεῖνος εἵπετο τῷ λοχαγῷ σὺν αὐτῷ τῷ θώρακι καὶ τῇ κοπίδι, καὶ ὁ ἄλλος δὲ πᾶς λόχος ἰδὼν ἐκεῖνον συνέτρεχον· καὶ ἧκον οἱ ἄνδρες φέροντες τὴν ἐπιστολήν. οὕτως, ἔφη, ὅ γʼ ἐμὸς λόχος σοι ἀκριβοῖ πάντα τὰ παρὰ σοῦ.

后来,有个要回波斯去的人来到我这里,让我把写给家里的信交给他。由于中队长知道信放在哪里,我便命令他跑去把信取来。于是中队长跑了出去,而那个年轻男子披着胸甲、佩着砍刀紧跟着中队长,全连其余的人看到他,也都一同跑了过去;结果汉子们带着信回来了!‘就是这样,’他说,‘我这一个连可谓丝毫不差地严格执行了来自您的一切吩咐!’

§2.2.10

οἱ μὲν δὴ ἄλλοι ὡς εἰκὸς ἐγέλων ἐπὶ τῇ δορυφορίᾳ τῆς ἐπιστολῆς· ὁ δὲ Κῦρος εἶπεν· ὦ Ζεῦ καὶ πάντες θεοί, οἵους ἄρα ἡμεῖς ἔχομεν ἄνδρας ἑταίρους, οἵ γε εὐθεράπευτοι μὲν οὕτως εἰσὶν ὥστʼ εἶναι αὐτῶν καὶ μικρῷ ὄψῳ παμπόλλους φίλους ἀνακτήσασθαι, πιθανοὶ δʼ οὕτως εἰσί τινες ὥστε πρὶν εἰδέναι τὸ προσταττόμενον πρότερον πείθονται. ἐγὼ μὲν οὐκ οἶδα ποίους τινὰς χρὴ μᾶλλον εὔξασθαι ἢ τοιούτους στρατιώτας ἔχειν.

其他人见信件居然有这么一支全副武装的护送队,自然都大笑起来。而居鲁士说道:‘宙斯和诸位神明啊,我们拥有的究竟是怎样一群同袍伙伴啊!他们是如此容易取悦,以至于只需一点点菜肴就能使极多的人成为朋友;有些人又是如此顺服,甚至还没弄清楚受命的内容就早已遵从了!依我看,我真不知道人们还应当祈求拥有比这更好的什么样的士兵了。’

§2.2.11

ὁ μὲν δὴ Κῦρος ἅμα γελῶν οὕτως ἐπῄνεσε τοὺς στρατιώτας. ἐν δὲ τῇ σκηνῇ ἐτύγχανέ τις ὢν τῶν ταξιάρχων Ἀγλαϊτάδας ὄνομα, ἀνὴρ τὸν τρόπον τῶν στρυφνοτέρων ἀνθρώπων, ὃς οὑτωσί πως εἶπεν· ἦ γὰρ οἴει, ἔφη, ὦ Κῦρε, τούτους ἀληθῆ λέγειν ταῦτα; ἀλλὰ τί μὴν βουλόμενοι, ἔφη ὁ Κῦρος, ψεύδονται; τί δʼ ἄλλο γʼ, ἔφη, εἰ μὴ γέλωτα ποιεῖν ἐθέλοντες ὑπὲρ οὗ λέγουσι ταῦτα1 καὶ ἀλαζονεύονται;

居鲁士一边笑着,一边这样称赞了士兵们。但帐篷里恰好有一位名叫阿格莱塔达斯的大队长,此人性格颇为严厉冷峻,他这样说道:‘居鲁士啊,难道你当真以为他们讲的这些是真话吗?’居鲁士问:‘那他们图什么要撒谎呢?’他说:‘还能图什么,无非是想博人一笑,为此他们才讲这些话并且吹牛夸大罢了。’

§2.2.12

καὶ ὁ Κῦρος, εὐφήμει, ἔφη, μηδὲ λέγε ἀλαζόνας εἶναι τούτους. ὁ μὲν γὰρ ἀλαζὼν ἔμοιγε δοκεῖ ὄνομα κεῖσθαι ἐπὶ τοῖς προσποιουμένοις καὶ πλουσιωτέροις εἶναι ἢ εἰσὶ καὶ ἀνδρειοτέροις καὶ ποιήσειν ἃ μὴ ἱκανοί εἰσιν ὑπισχνουμένοις, καὶ ταῦτα φανεροῖς γιγνομένοις2 ὅτι τοῦ λαβεῖν τι ἕνεκα καὶ κερδᾶναι ποιοῦσιν. οἱ δὲ μηχανώμενοι γέλωτα τοῖς συνοῦσι μήτε ἐπὶ τῷ αὑτῶν κέρδει μήτʼ ἐπὶ ζημίᾳ τῶν ἀκουόντων μήτε ἐπὶ βλάβῃ μηδεμιᾷ, πῶς οὐχ οὗτοι ἀστεῖοι ἂν καὶ εὐχάριτες δικαιότερον ὀνομάζοιντο μᾶλλον ἢ ἀλαζόνες;

居鲁士便说:‘切莫如此说!别说这些人是吹牛之辈。在我看来,“吹牛之辈”这个称呼应当用在那些虚饰自己比实际上更有钱、更勇敢,并且许诺做自己力不能及之事的人身上,而且显然他们这样做纯粹是为了索取财物、图谋利益。但是,那些为同伴制造笑声、既不图个人私利、也不让听者蒙受损失、更不造成任何危害的人,难道不正应当更恰当地被称为风趣优雅之人,而非吹牛之辈吗?’

§2.2.13

ὁ μὲν δὴ Κῦρος οὕτως ἀπελογήσατο περὶ τῶν τὸν γέλωτα παρασχόντων· αὐτὸς δὲ ὁ τὴν τοῦ λόχου χαριτίαν διηγησάμενος ἔφη· ἦ που ἄν, ἔφη, ὦ Ἀγλαϊτάδα, εἴ γε κλαίειν ἐπειρώμεθά σε ποιεῖν, σφόδρʼ ἂν ἡμῖν ἐμέμφου, ὥσπερ ἔνιοι καὶ ἐν ᾠδαῖς καὶ ἐν λόγοις οἰκτρὰ ἄττα λογοποιοῦντες εἰς δάκρυα πειρῶνται ἄγειν, ὁπότε γε νῦν καὶ αὐτὸς εἰδὼς ὅτι εὐφραίνειν μέν τί σε βουλόμεθα, βλάψαι δʼ οὐδέν, ὅμως οὕτως ἐν πολλῇ ἀτιμίᾳ ἡμᾶς ἔχεις.

居鲁士就这样为制造欢笑的人做了辩护。而讲述自己连队趣事的那位军官则说道:‘阿格莱塔达斯啊,如果我们要是想惹你哭泣,你岂不是要狠狠地责怪我们了——正如某些人在诗歌和言论中编造凄惨之事试图引人落泪那样;毕竟现在,即使你自己也明知我们是想让你高兴,绝无加害之意,你却依然如此极度轻蔑我们。’

§2.2.14

ναὶ μὰ Δίʼ, ἔφη ὁ Ἀγλαϊτάδας, καὶ δικαίως γε, ἐπεὶ καὶ αὐτοῦ τοῦ κλαίοντας καθίζοντος τοὺς φίλους πολλαχοῦ ἔμοιγε δοκεῖ ἐλάττονος ἄξια διαπράττεσθαι ὁ γέλωτα αὐτοῖς μηχανώμενος.3 εὑρήσεις δὲ καὶ σύ, ἢν ὀρθῶς λογίζῃ, ἐμὲ ἀληθῆ λέγοντα. κλαύμασι μέν γε καὶ πατέρες υἱοῖς σωφροσύνην μηχανῶνται καὶ διδάσκαλοι παισὶν ἀγαθὰ μαθήματα, καὶ νόμοι γε πολίτας διὰ τοῦ κλαίοντας καθίζειν ἐς δικαιοσύνην προτρέπονται· τοὺς δὲ γέλωτα μηχανωμένους ἔχοις ἂν εἰπεῖν ἢ σώματα ὠφελοῦντας ἢ ψυχὰς οἰκονομικωτέρας τι ποιοῦντας ἢ πολιτικωτέρας;

‘凭宙斯起誓,正是如此!’阿格莱塔达斯说,‘而且责怪得完全有理!因为依我之见,比起哪怕使朋友痛哭的人来,为朋友制造笑声的人所成就的事情在诸多方面都价值低下得多。只要你推论公允,也会发现我说的句句属实。父亲正是通过让儿子流泪来使其懂得克制,教师也是借此让孩童学好知识,法律更是通过使人痛哭来促使公民恪守正义;可是那些制造笑声的人,你能说他们有益于人的体魄,抑或能使人的灵魂在齐家治国上更有长进吗?’

语法注3 条
  1. 2.2.11ὑπὲρ οὗ λέγουσι ταῦτα

    介词 ὑπέρ 搭配中性单数关系代词 οὗ 表示目的(“为了这一目的”),其先行词指向前文的不定式短语 γέλωτα ποιεῖν(制造笑声)。

  2. 2.2.12καὶ ταῦτα φανεροῖς γιγνομένοις

    καὶ ταῦτα 是惯用的状语性宾格,意为“而且”、“再者”。随后的与格分词 φανεροῖς γιγνομένοις 与前文的与格实质化分词 τοῖς προσποιουμένοις... ὑπισχνουμένοις 构成并列。

  3. 2.2.14ἐπεὶ καὶ αὐτοῦ τοῦ κλαίοντας καθίζοντος τοὺς φίλους πολλαχοῦ ἔμοιγε δοκεῖ ἐλάττονος ἄξια διαπράττεσθαι ὁ γέλωτα αὐτοῖς μηχανώμενος

    该句核心结构为主语 ὁ γέλωτα αὐτοῖς μηχανώμενος(给他们制造笑声的人)、动词 διαπράττεσθαι(成就)和宾语 ἐλάττονος ἄξια(价值更低之事)。属格短语 αὐτοῦ τοῦ κλαίοντας καθίζοντος τοὺς φίλους 是比较属格,由比较级 ἐλάττονος 所支配,意为“比起哪怕使朋友痛哭的那个人自身来”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:2.2.8-2.2.14