← 色诺芬

居鲁士的教育

§2.2.15-2.2.22

居鲁士提议按功绩分配战利品

在许斯塔斯佩斯与阿格莱塔达斯的风趣对答之后,克律桑塔斯提出了战利品分配的问题,居鲁士提议由全军投票表决按功绩而非按人头均分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.15

ἐκ τούτου ὁ Ὑστάσπας ὧδέ πως εἶπε· σύ, ἔφη, ὦ Ἀγλαϊτάδα, ἢν ἐμοὶ πείθῃ, εἰς μὲν τοὺς πολεμίους θαρρῶν δαπανήσεις τοῦτο τὸ πολλοῦ ἄξιον, καὶ κλαίοντας ἐκείνους πειράσῃ καθίζειν· ἡμῖν δὲ πάντως, ἔφη, τοῖσδε τούτου τοῦ ὀλίγου ἀξίου, τοῦ γέλωτος ἐπιδαψιλεύσῃ. καὶ γὰρ οἶδʼ ὅτι πολύς σοί ἐστιν ἀποκείμενος· οὔτε γὰρ αὐτὸς χρώμενος ἀνῃσίμωκας αὐτόν, οὐδὲ μὴν φίλοις οὐδὲ ξένοις ἑκὼν εἶναι1 γέλωτα παρέχεις· ὥστε οὐδεμία σοι πρόφασίς ἐστιν ὡς οὐ παρεκτέον σοι ἡμῖν γέλωτα. καὶ ὁ Ἀγλαϊτάδας εἶπε· καὶ οἴει γε, ὦ Ὑστάσπα, γέλωτα περιποιεῖν ἐξ ἐμοῦ; καὶ ὁ ταξίαρχος εἶπε· ναὶ μὰ Δίʼ, ἀνόητος ἄρʼ ἐστίν· ἐπεὶ ἔκ γε σοῦ πῦρ, οἶμαι, ῥᾷον ἄν τις ἐκτρίψειεν ἢ γέλωτα ἐξαγάγοιτο.

听了这话,许斯塔斯佩斯这样说道:‘阿格莱塔达斯啊,如果你听我的劝,就该把那份价值连城的东西勇敢地耗费在敌人身上,去设法让他们痛哭;而对我们这些人,无论如何请把那份不值钱的东西——笑声,慷慨地倾囊相赠吧。因为我知道你存着大量的笑声:你既未因自己享用而将它耗尽,也绝不肯轻易给朋友或外人提供欢笑;所以你完全没有借口不对我们奉献笑声。’阿格莱塔达斯便说:‘许斯塔斯佩斯,难道你真以为能从我这里讨到笑声吗?’那位大队长插话道:‘凭宙斯起誓,那他可真是糊涂透顶了;依我看,从你身上擦出火星来,也比引你发笑要容易得多!’

§2.2.16

ἐπὶ τούτῳ μὲν δὴ οἵ τε ἄλλοι ἐγέλασαν, τὸν τρόπον εἰδότες αὐτοῦ, ὅ τʼ Ἀγλαϊτάδας ἐπεμειδίασε. καὶ ὁ Κῦρος ἰδὼν αὐτὸν φαιδρωθέντα, ἀδικεῖς, ἔφη, ὦ ταξίαρχε, ὅτι ἄνδρα ἡμῖν τὸν σπουδαιότατον διαφθείρεις γελᾶν ἀναπείθων, καὶ ταῦτα, ἔφη, οὕτω πολέμιον ὄντα τῷ γέλωτι.

大家深知阿格莱塔达斯的性格,听到这里都大笑起来,阿格莱塔达斯自己也微微一笑。居鲁士见他面露喜色,便说:‘大队长啊,你可真是不该,竟劝动我们这位最不苟言笑的人发笑,将他给带坏了,更何况他原本是对笑声如此敌视的人!’

§2.2.17

ταῦτα μὲν δὴ ἐνταῦθα ἔληξεν. ἐκ δὲ τούτου Χρυσάντας ὧδʼ ἔλεξεν.

这一席话到此为止。

§2.2.18

ἀλλʼ ἐγώ, ἔφη, ὦ Κῦρε καὶ πάντες οἱ παρόντες, ἐννοῶ ὅτι συνεξεληλύθασι μὲν ἡμῖν οἱ μὲν καὶ βελτίονες, οἱ δὲ καὶ μείονος ἄξιοι· ἢν δέ τι γένηται ἀγαθόν, ἀξιώσουσιν οὗτοι πάντες ἰσομοιρεῖν. καίτοι ἔγωγε οὐδὲν ἀνισώτερον νομίζω ἐν ἀνθρώποις εἶναι τοῦ τῶν ἴσων τόν τε κακὸν καὶ τὸν ἀγαθὸν ἀξιοῦσθαι. καὶ ὁ Κῦρος εἶπε πρὸς τοῦτο· ἆρʼ οὖν, πρὸς τῶν θεῶν, ὦ ἄνδρες, κράτιστον ἡμῖν ἐμβαλεῖν περὶ τούτου βουλὴν εἰς τὸ στράτευμα, πότερα δοκεῖ, ἤν τι ἐκ τῶν πόνων δῷ ὁ θεὸς ἀγαθόν, ἰσομοίρους πάντας ποιεῖν, ἢ σκοποῦντας τὰ ἔργα ἑκάστου πρὸς ταῦτα καὶ τὰς τιμὰς ἑκάστῳ προστιθέναι;

接着,克律桑塔斯这样发言道: ‘居鲁士以及在座的各位,’他说,‘我考虑到,与我们一同出征的人当中,固然有些人更加优秀,但也有些人不甚中用;然而一旦获得了战果,这些人却全都会要求平分秋色。然而我个人认为,在世间没有任何事情比让劣者与善者享有同等待遇更为不公的了。’居鲁士对此说道:‘诸位,凭诸神起誓,我们把这个问题提交给全军审议,岂不是最好的办法吗?即询问他们究竟赞同哪一种:倘若神明因我们的辛劳而赐予利益,是使所有人都均分其利,还是考察每个人的功绩并据此将荣誉分配给个人?’

§2.2.19

καὶ τί δεῖ, ἔφη ὁ Χρυσάντας, ἐμβαλεῖν λόγον περὶ τούτου, ἀλλʼ οὐχὶ προειπεῖν ὅτι οὕτω ποιήσεις; οὐ καὶ τοὺς ἀγῶνας οὕτω προεῖπας καὶ τὰ ἆθλα; ἀλλὰ μὰ Δίʼ, ἔφη ὁ Κῦρος, οὐχ ὅμοια ταῦτα ἐκείνοις· ἃ μὲν γὰρ ἂν στρατευόμενοι κτήσωνται, κοινὰ οἶμαι ἑαυτῶν ἡγήσονται εἶναι· τὴν δὲ ἀρχὴν τῆς στρατιᾶς ἐμὴν ἴσως ἔτι οἴκοθεν νομίζουσιν εἶναι, ὥστε διατάττοντα ἐμὲ τοὺς ἐπιστάτας οὐδὲν οἶμαι ἀδικεῖν νομίζουσιν.

克律桑塔斯说:‘为何还要将此事交付讨论,而不是直接宣布您将这样做呢?您此前宣布各项竞赛及其奖品时,不也是这样做的吗?’‘凭宙斯起誓,不然,’居鲁士说,‘眼前之事与那些并不相同。因为他们行军打仗所斩获的,我想他们会视为彼此共同的财产;而这支军队的统帅权,他们或许认为仍是我自故乡带来的,所以当我任命各位指挥官时,我想他们并不认为我不公。’

§2.2.20

ἦ καὶ οἴει, ἔφη ὁ Χρυσάντας, ψηφίσασθαι ἂν τὸ πλῆθος συνελθὸν ὥστε μὴ ἴσων ἕκαστον τυγχάνειν, ἀλλὰ τοὺς κρατίστους καὶ τιμαῖς καὶ δώροις πλεονεκτεῖν; ἔγωγʼ, ἔφη ὁ Κῦρος, οἶμαι, ἅμα μὲν ἡμῶν συναγορευόντων, ἅμα δὲ καὶ αἰσχρὸν ὂν ἀντιλέγειν τὸ μὴ οὐχὶ τὸν πλεῖστα καὶ πονοῦντα καὶ ὠφελοῦντα τὸ κοινὸν τοῦτον καὶ μεγίστων ἀξιοῦσθαι.2 οἶμαι δʼ, ἔφη, καὶ τοῖς κακίστοις συμφέρον φανεῖσθαι τοὺς ἀγαθοὺς πλεονεκτεῖν.

克律桑塔斯问:‘您真以为大众集会时,会投票赞同不让每个人平分,而是让最优秀的人在荣誉和奖赏上占得更多吗?’居鲁士说:‘我正是这样认为的。这一方面是因为我们大家都会发表演说予以支持,另一方面也是因为,若要反驳“那付出最多辛劳、为集体造福最大的人理应获得最高奖赏”这一道理,乃是一件可耻之事。而且我认为,’他说,‘即使是对最恶劣的人而言,让良善优秀者获得更多,也将显出是有利于他们的。’

§2.2.21

ὁ δὲ Κῦρος ἐβούλετο καὶ αὐτῶν ἕνεκα τῶν ὁμοτίμων γενέσθαι τοῦτο τὸ ψήφισμα· βελτίους γὰρ ἂν καὶ αὐτοὺς ἡγεῖτο τούτους εἶναι, εἰ εἰδεῖεν ὅτι ἐκ τῶν ἔργων καὶ αὐτοὶ κρινόμενοι τῶν ἀξίων τεύξονται. καιρὸς οὖν ἐδόκει αὐτῷ εἶναι νῦν ἐμβαλεῖν περὶ τούτου ψῆφον, ἐν ᾧ καὶ οἱ ὁμότιμοι ὤκνουν τὴν τοῦ ὄχλου ἰσομοιρίαν. οὕτω δὴ συνεδόκει τοῖς ἐν τῇ σκηνῇ συμβαλέσθαι περὶ τούτου λόγους καὶ συναγορεύειν ταῦτα ἔφασαν χρῆναι ὅστισπερ ἀνὴρ οἴοιτο εἶναι.

居鲁士希望这项决议能够通过,也是为了同等阶层成员自身着想;因为他认为,若这批人知道自己也将凭功绩受评断并获得应得的报偿,他们自身也会变得更为优秀。因此他觉得现在正是就此事交付表决的良机,正值同等阶层成员对平民大众要求均分也心存忌惮之时。于是,帐篷里的人一致同意就此展开讨论,并表示凡自诩为真正男子汉者,都应当为这些举措进行声援。

§2.2.22

ἐπιγελάσας δὲ τῶν ταξιάρχων τις εἶπεν· ἀλλʼ ἐγώ, ἔφη, ἄνδρα οἶδα καὶ τοῦ δήμου ὃς συνερεῖ ὥστε μὴ εἰκῇ οὕτως ἰσομοιρίαν εἶναι. ἄλλος δʼ ἀντήρετο τοῦτον τίνα λέγοι. ὁ δʼ ἀπεκρίνατο· ἔστι νὴ Δίʼ ἀνὴρ ἡμῖν σύσκηνος, ὃς ἐν παντὶ μαστεύει πλέον ἔχειν. ἄλλος δʼ ἐπήρετο αὐτόν· ἦ καὶ τῶν πόνων; μὰ Δίʼ, ἔφη, οὐ μὲν δή· ἀλλὰ τοῦτό γε ψευδόμενος ἑάλωκα.3 καὶ γὰρ πόνων καὶ τῶν ἄλλων τῶν τοιούτων ὁρῶ πάνυ θαρραλέως βουλόμενον μεῖον ἔχειν παρʼ ὁντιναοῦν.

这时,一位大队长笑着说道:‘不过,在平民百姓当中我也知道有一人必定会赞成,好让均分不再如此草率地推行。’另一个人反问他所指的是谁。他回答道:‘凭宙斯起誓,正是我们同帐篷的一位仁兄,此人无论在什么事情上都渴望占得更多。’又有一人问他:‘难道在辛劳劳苦上也是如此吗?’‘凭宙斯起誓,那倒绝非如此!’他说,‘在这个问题上我算是说谎被当场戳穿了。因为在辛劳以及类似的事情上,我看到他极其大胆地想要比任何人都分得更少!’

语法注3 条
  1. 2.2.15ἑκὼν εἶναι

    带绝对不定式的惯用短语,主要用于否定句中,表示“情愿”、“自愿”或“在能够避免的情况下”。

  2. 2.2.20αἰσχρὸν ὂν ἀντιλέγειν τὸ μὴ οὐχὶ τὸν πλεῖστα καὶ πονοῦντα καὶ ὠφελοῦντα τὸ κοινὸν τοῦτον καὶ μεγίστων ἀξιοῦσθαι

    αἰσχρὸν ὄν 是对格绝对结构(无人称表达的分词),通过 ἅμα μέν ... ἅμα δέ 与前面的属格绝对结构相并列。由于 αἰσχρόν 含有消极否定意味且 ἀντιλέγειν(反驳)具有阻止/反对之意,其后的定冠词不定式从句(τὸ ... ἀξιοῦσθαι)采用了双重否定 μὴ οὐχί,意为“若要反对‘付出最多辛劳者应当获得最高奖赏’这一主张乃是可耻的”。

  3. 2.2.22ψευδόμενος ἑάλωκα

    ἁλίσκομαι 的完成时 ἑάλωκα 与补足分词 ψευδόμενος 搭配构成的惯用表达,意为“在做某事时被当场抓住/识破”(“我这是撒谎被当场戳穿了”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:2.2.15-2.2.22