← 色诺芬

居鲁士的教育

§2.2.1-2.2.7

关于平民士兵素质的讨论与新兵滑稽轶事

居鲁士在帐篷聚餐时引导众人讨论平民士兵是否逊色于贵族,许斯塔斯帕斯随后讲述了一名士兵在分肉时因斤斤计较而弄巧成拙的滑稽遭遇,另一位大队长也分享了新兵们机械盲从命令而越过中队长的趣事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.1

ἀεὶ μὲν οὖν ἐπεμέλετο ὁ Κῦρος, ὁπότε συσκηνοῖεν, ὅπως εὐχαριστότατοί τε ἅμα λόγοι ἐμβληθήσονται καὶ παρορμῶντες εἰς τἀγαθόν. ἀφίκετο δὲ καὶ εἰς τόνδε ποτὲ τὸν λόγον· ἆρά γε, ἔφη, ὦ ἄνδρες, ἐνδεέστεροί τι ἡμῶν διὰ τοῦτο φαίνονται εἶναι οἱ ἑταῖροι ὅτι οὐ πεπαίδευνται τὸν αὐτὸν τρόπον ἡμῖν, ἢ οὐδὲν ἄρα διοίσειν ἡμῶν οὔτʼ ἐν ταῖς συνουσίαις οὔτε ὅταν ἀγωνίζεσθαι πρὸς τοὺς πολεμίους δέῃ;

每逢同宿一处之时,居鲁士总会留心引入既最令人愉悦、又能勉励人从善的话题。有一次,他提出了如下的论题:“诸位,”他说,“我们的伙伴们是否因未曾受过与我们同样的教养,而在某些方面显得逊色于我们?抑或无论是在日常相聚之中,还是在必须与敌人抗争之时,他们都丝毫不会与我们有所差异?”

§2.2.2

καὶ Ὑστάσπας ὑπολαβὼν εἶπεν· ἀλλʼ ὁποῖοι μέν τινες ἔσονται εἰς τοὺς πολεμίους οὔπω ἔγωγε ἐπίσταμαι· ἐν μέντοι τῇ συνουσίᾳ δύσκολοι ναὶ μὰ τοὺς θεοὺς ἔνιοι αὐτῶν φαίνονται. πρῴην μέν γε, ἔφη, ὁ Κυαξάρης ἔπεμψεν εἰς τὴν τάξιν ἑκάστην ἱερεῖα, καὶ ἐγένοντο κρέα ἑκάστῳ ἡμῶν τρία καὶ πλείω τὰ περιφερόμενα. καὶ ἤρξατο μὲν ἀπʼ ἐμοῦ τὴν πρώτην περίοδον περιφέρων· ὅτε δὲ τὸ δεύτερον εἰσῄει περιοίσων, ἐκέλευσα ἐγὼ ἀπὸ τοῦ τελευταίου ἄρχεσθαι καὶ ἀνάπαλιν φέρειν.

许斯塔斯帕斯接着说道:“至于他们在面对敌人时究竟表现如何,我尚不得而知;然而在日常相处之中,凭诸神起誓,他们中有些人确实显得颇难相处。就在前不久,”他说,“基亚克萨雷斯给每个大队送来了祭肉,轮流分发到我们每个人手中的肉有三块乃至更多。分肉人巡回分发时,第一轮是从我开始的;但当他第二次进来巡回分发时,我吩咐他从最后一个人开始,倒序分发。

§2.2.3

ἀνακραγὼν οὖν τις τῶν κατὰ μέσον τὸν κύκλον κατακειμένων στρατιωτῶν, μὰ Δίʼ, ἔφη, τῶνδε μὲν οὐδὲν ἴσον ἐστίν, εἴγε ἀφʼ ἡμῶν γε τῶν ἐν μέσῳ οὐδεὶς οὐδέποτε ἄρξεται. καὶ ἐγὼ ἀκούσας ἠχθέσθην, εἴ τι μεῖον δοκοῖεν ἔχειν, καὶ ἐκάλεσα εὐθὺς αὐτὸν πρὸς ἐμέ. ὁ δὲ μάλα γε τοῦτο εὐτάκτως ὑπήκουσεν. ὡς δὲ τὰ περιφερόμενα ἧκε πρὸς ἡμᾶς, ἅτε οἶμαι ὑστάτους λαμβάνοντας, τὰ μικρότατα λελειμμένα ἦν. ἐνταῦθα δὴ ἐκεῖνος πάνυ ἀνιαθεὶς δῆλος ἦν καὶ εἶπε πρὸς αὑτόν· τῆς τύχης, τὸ ἐμὲ νῦν κληθέντα δεῦρο τυχεῖν.1 καὶ ἐγὼ εἶπον· ἀλλὰ μὴ φρόντιζε· αὐτίκα γὰρ ἀφʼ ἡμῶν ἄρξεται καὶ σὺ πρῶτος λήψῃ τὸ μέγιστον. καὶ ἐν τούτῳ περιέφερε τὸ τρίτον, ὅπερ δὴ λοιπὸν ἦν τῆς περιφορᾶς· κἀκεῖνος ἔλαβε, κᾆτʼ ἔδοξεν αὑτῷ μεῖον λαβεῖν· κατέβαλεν οὖν ὃ ἔλαβεν ὡς ἕτερον ληψόμενος. καὶ ὁ ἄρταμος οἰόμενος αὐτὸν οὐδὲν ἔτι δεῖσθαι ὄψου, ᾤχετο παραφέρων πρὶν λαβεῖν αὐτὸν ἕτερον.

这时,躺在圆圈正中的一个士兵喊道:‘凭宙斯起誓,这根本不公平,要是永远没有人从我们这些在正当中的人开始的话!’我听见这话,唯恐他们觉得自己受了委屈,便立刻唤他到我身边来。他非常遵从纪律地服从了。然而,当巡回分发的肉传到我们这里时——我想因为我们是最后领取的——剩下的全都是极小的碎块了。这时,他显然极其懊恼,自言自语道: ‘真倒霉,偏偏这时候叫我到这里来!’我便说:‘别放在心上;因为马上就会从我们这里开始,你将第一个拿到最大的一块。’说话间,那人开始分发第三轮,这也是分发的最后一部分了。那人拿了一块,但随后又觉得自己拿的太小了,于是他扔下拿到的那块,打算换另一块。而切肉人以为他不再需要菜肴,还没等他拿另一块便端着肉走开了。

§2.2.5

ἐνταῦθα δὴ οὕτω βαρέως ἤνεγκε τὸ πάθος ὥστε ἀνήλωτο μὲν αὐτῷ ὃ εἰλήφει ὄψον, ὃ δʼ ἔτι αὐτῷ λοιπὸν ἦν τοῦ ἐμβάπτεσθαι,2 τοῦτό πως ὑπὸ τοῦ ἐκπεπλῆχθαί τε καὶ τῇ τύχῃ ὀργίζεσθαι δυσθετούμενος ἀνέτρεψεν. ὁ μὲν δὴ λοχαγὸς ὁ ἐγγύτατα ἡμῶν ἰδὼν συνεκρότησε τὼ χεῖρε καὶ τῷ γέλωτι ηὐφραίνετο. ἐγὼ μέντοι, ἔφη, προσεποιούμην βήττειν· οὐδὲ γὰρ αὐτὸς ἐδυνάμην τὸν γέλωτα κατασχεῖν. τοιοῦτον μὲν δή σοι ἕνα, ὦ Κῦρε, τῶν ἑταίρων ἐπιδεικνύω. ἐπὶ μὲν δὴ τούτῳ ὥσπερ εἰκὸς ἐγέλασαν.

这时,他把这次不幸看得极重,不仅拿到手的肉落了空,连剩下用来蘸食的酱汁,也在惊愕失措和怨恨命运的慌乱中,不知怎地给碰翻了。挨着我们最近的中队长见状拍手大笑,乐不可支。不过,”他说,“我却假装咳嗽,因为我自己也忍不住发笑。居鲁士啊,我就向你展示我们伙伴中的这么一位。”众人听了,自然都笑了起来。

§2.2.6

ἄλλος δέ τις ἔλεξε τῶν ταξιάρχων· οὗτος μὲν δή, ὦ Κῦρε, ὡς ἔοικεν, οὕτω δυσκόλῳ ἐπέτυχεν. ἐγὼ δέ, ὡς σὺ διδάξας ἡμᾶς τὰς τάξεις ἀπέπεμψας καὶ ἐκέλευσας διδάσκειν τὴν ἑαυτοῦ ἕκαστον τάξιν ἃ παρὰ σοῦ ἐμάθομεν, οὕτω δὴ καὶ ἐγώ, ὥσπερ καὶ οἱ ἄλλοι ἐποίουν, ἐλθὼν ἐδίδασκον ἕνα λόχον. καὶ στήσας τὸν λοχαγὸν πρῶτον καὶ τάξας δὴ ἐπʼ αὐτῷ ἄνδρα νεανίαν καὶ τοὺς ἄλλους ᾗ ᾤμην δεῖν, ἔπειτα στὰς ἐκ τοῦ ἔμπροσθεν βλέπων εἰς τὸν λόχον, ἡνίκα μοι ἐδόκει καιρὸς εἶναι, προϊέναι ἐκέλευσα.

另一位大队长接着说道:“居鲁士啊,看来这位是碰上了一个难缠的家伙。至于我,当您在指导了我们队列战术而打发我们回去,并命令我们各自向自己的大队传授从您那里学到的东西时,我也像其他人一样,前去操练一个中队。我让中队长站立在首位,紧接着排上一个年轻男子,其他人也按我认为应当的位置排定;然后我站在前面面对中队,当我认为时机成熟时,便下令前进。

§2.2.7

καὶ ἁνήρ σοι ὁ νεανίας ἐκεῖνος προελθὼν τοῦ λοχαγοῦ πρότερος ἐπορεύετο.3 κἀγὼ ἰδὼν εἶπον· ἄνθρωπε, τί ποιεῖς; καὶ ὃς ἔφη· προέρχομαι ὥσπερ σὺ κελεύεις. κἀγὼ εἶπον· ἀλλʼ οὐκ ἐγὼ σὲ μόνον ἐκέλευον ἀλλὰ πάντας προϊέναι. καὶ ὃς ἀκούσας τοῦτο μεταστραφεὶς πρὸς τοὺς λοχίτας εἶπεν· οὐκ ἀκούετε, ἔφη, λοιδορουμένου;4 προϊέναι πάντας κελεύει. καὶ ἅνδρες πάντες παρελθόντες τὸν λοχαγὸν ᾖσαν πρὸς ἐμέ.

谁知那年轻男子竟越过中队长,走到中队长前面行进起来!我见状便说:‘喂,你在干什么?’他回答道:‘我正按您的吩咐前进啊。’我便说:‘我又不是单单命令你,而是命令大家一同前进。’他听了这话,转过身来对同中队的士兵们喊道:‘你们没听见长官在责骂吗?他命令大家都前进!’于是,所有士兵都越过中队长,朝我这边走了过来。”

语法注4 条
  1. 2.2.4τῆς τύχης, τὸ ἐμὲ νῦν κληθέντα δεῦρο τυχεῖν

    感叹属格 τῆς τύχης(“真倒霉!”)后接带定冠词的不定式短语 τὸ ... τυχεῖν,用以说明感叹的具体缘由。不定式 τυχεῖν 的逻辑主语为宾格 ἐμέ,并带有与之性数格一致的分词 κληθέντα。

  2. 2.2.5ὃ δʼ ἔτι αὐτῷ λοιπὸν ἦν τοῦ ἐμβάπτεσθαι

    带冠词的属格不定式 τοῦ ἐμβάπτεσθαι 作中性代词 ὃ(或 λοιπόν)的说明性属格(部分属格),意为“供蘸食用的(酱汁或肉汤)剩余部分”。

  3. 2.2.7καὶ ἁνήρ σοι ὁ νεανίας ἐκεῖνος προελθὼν τοῦ λοχαγοῦ πρότερος ἐπορεύετο

    与格代词 σοι 是用于唤起听者(居鲁士)注意的情感与格(ethic dative)。形容词 πρότερος 作主格补足语与主语一致,但在语义上作副词用,修饰动词表示“走在中队长前面/比中队长更先”。

  4. 2.2.7οὐκ ἀκούετε, ἔφη, λοιδορουμένου;

    感官动词 ἀκούω 在表示“听见某人做某事”时支配属格,因此属格分词 λοιδορουμένου 充当其直接宾语(“听见他正在责骂”),其逻辑主语(大队长)在语境中显而易见因而被省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:2.2.1-2.2.7