- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:2.1.24-2.1.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士设立了编制单位层级的优胜奖赏,安排全军以百人大队为单位同宿同餐以增进纪律与凝聚力,督促食前出汗锻炼,并对军中仆役同等相待以激励士气。
προεῖπε δὲ νικητήρια καὶ ὅλαις ταῖς τάξεσι καὶ ὅλοις τοῖς λόχοις, καὶ ταῖς δεκάσιν ὡσαύτως καὶ ταῖς πεμπάσιν, αἳ ἂν φαίνωνται εὐπιστόταται τοῖς ἄρχουσιν οὖσαι καὶ προθυμότατα ἀσκοῦσαι τὰ προειρημένα. ἦν δὲ ταύταις τὰ νικητήρια οἷα δὴ εἰς πλῆθος πρέπει. ταῦτα μὲν δὴ προείρητό τε καὶ ἠσκεῖτο ἡ στρατιά.
他还向整个大队、整个连队,以及同样向十人队和五人队宣布设立胜利奖赏,只要它们表现出对长官最为忠诚,并最积极地操练上述事项。而颁给这些集体的胜利奖赏,正是适合大众之物。这些事情既然已经宣布,军队便努力操练起来。
σκηνὰς δʼ αὐτοῖς κατεσκεύασε, πλῆθος μὲν ὅσοι ταξίαρχοι ἦσαν, μέγεθος δὲ ὥστε ἱκανὰς εἶναι τῇ τάξει ἑκάστῃ· ἡ δὲ τάξις ἦν ἑκατὸν ἄνδρες. ἐσκήνουν μὲν δὴ οὕτω κατὰ τάξεις· ἐν δὲ τῷ ὁμοῦ σκηνοῦν ἐδόκουν μὲν αὐτῷ ὠφελεῖσθαι πρὸς τὸν μέλλοντα ἀγῶνα τοῦτο ὅτι ἑώρων ἀλλήλους ὁμοίως τρεφομένους καὶ οὐκ ἐνῆν πρόφασις μειονεξίας ὥστε ὑφίεσθαί τινας κακίω ἕτερον ἑτέρου εἶναι πρὸς τοὺς πολεμίους.1 ὠφελεῖσθαι δʼ ἐδόκουν αὐτῷ καὶ πρὸς τὸ γιγνώσκειν ἀλλήλους ὁμοῦ σκηνοῦντες. ἐν δὲ τῷ γιγνώσκεσθαι καὶ τὸ αἰσχύνεσθαι πᾶσι δοκεῖ μᾶλλον ἐγγίγνεσθαι, οἱ δʼ ἀγνοούμενοι ῥᾳδιουργεῖν πως μᾶλλον δοκοῦσιν, ὥσπερ ἐν σκότει ὄντες.
他又为他们搭建了帐篷,其数量与大队长的数目相同,其大小则足以容纳每个大队;而一个大队有一百人。他们就这样以大队为单位驻宿;而在同宿一处之中,居鲁士认为这对他们应对未来的战斗大有裨益,因为他们看到彼此受着同样的供养,没有任何自感吃亏的借口,以致会有人承认某一方在面对敌人时可以比另一方更为怯懦。在他看来,同宿一处对他们彼此增进了解也大有益处。因为在为人所知的情况下,人人体内似乎都更容易产生羞耻之心,而籍籍无名者则往往容易懈怠怠工,如同身处黑暗之中一般。
ἐδόκουν δʼ αὐτῷ καὶ εἰς τὸ τὰς τάξεις ἀκριβοῦν μεγάλα ὠφελεῖσθαι διὰ τὴν συσκηνίαν. εἶχον γὰρ οἱ μὲν ταξίαρχοι ὑφʼ ἑαυτοῖς τὰς τάξεις κεκοσμημένας ὥσπερ ὁπότε εἰς ἕνα πορεύοιτο ἡ τάξις, οἱ δὲ λοχαγοὶ τοὺς λόχους ὡσαύτως, οἱ δὲ δεκάδαρχοι δεκάδας, πεμπάδαρχοι πεμπάδας.
在居鲁士看来,由于这种同宿,对于严格整备队形也有极大的益处。因为大队长使麾下的队伍保持严整,就像大队排成单路纵队行军时一样;连队长对连队、十人队长对十人队、五人队长对五人队亦是如此。
τὸ δὲ διακριβοῦν τὰς τάξεις σφόδρα ἐδόκει αὐτῷ ἀγαθὸν εἶναι καὶ εἰς τὸ μὴ ταράττεσθαι καὶ εἰ ταραχθεῖεν θᾶττον καταστῆναι, ὥσπερ γε καὶ λίθων καὶ ξύλων ἃν δέῃ συναρμοσθῆναι, ἔστι, κἂν ὁπωσοῦν καταβεβλημένα τύχῃ, συναρμόσαι αὐτὰ εὐπετῶς,2 ἢν ἔχῃ γνωρίσματα ὥστʼ εὔδηλον εἶναι ἐξ ὁποίας ἕκαστον χώρας αὐτῶν ἐστιν.
严格保持队形整齐,在他看来极其有利于防止混乱,并且一旦陷于混乱也能迅速恢复,正如必须拼合在一起的石材和木料一样,即便它们碰巧杂乱无章地被弃掷在地上,只要带有记号而能清楚辨认各自属于哪个位置,便能轻易将它们拼合起来。
ἐδόκουν δʼ ὠφελεῖσθαι αὐτῷ ὁμοῦ τρεφόμενοι καὶ πρὸς τὸ ἧττον ἀλλήλους θέλειν ἀπολιπεῖν, ὅτι ἑώρα καὶ τὰ θηρία τὰ συντρεφόμενα δεινὸν ἔχοντα πόθον, ἤν τις αὐτὰ διασπᾷ ἀπʼ ἀλλήλων.
在他看来,共同受供养也有利于使他们更不愿相互遗弃,因为他看到甚至共同抚养的野兽,若有人将它们彼此拆散,也会产生强烈的依恋眷顾之情。
ἐπεμέλετο δὲ καὶ τούτου ὁ Κῦρος ὅπως μήποτε ἀνίδρωτοι γενόμενοι ἐπὶ τὸ ἄριστον καὶ τὸ δεῖπνον εἰσίοιεν. ἢ γὰρ ἐπὶ θήραν ἐξάγων ἱδρῶτα αὐτοῖς παρεῖχεν, ἢ παιδιὰς τοιαύτας ἐξηύρισκεν αἳ ἱδρῶτα ἔμελλον παρέχειν, ἢ καὶ πρᾶξαι εἴ τι δεόμενος τύχοι, οὕτως ἐξηγεῖτο τῆς πράξεως ὡς μὴ ἐπανίοιεν ἀνιδρωτί. τοῦτο γὰρ ἡγεῖτο καὶ πρὸς τὸ ἡδέως ἐσθίειν ἀγαθὸν εἶναι καὶ πρὸς τὸ ὑγιαίνειν καὶ πρὸς τὸ δύνασθαι πονεῖν, καὶ πρὸς τὸ ἀλλήλοις δὲ πρᾳοτέρους εἶναι ἀγαθὸν ἡγεῖτο τοὺς πόνους εἶναι, ὅτι καὶ οἱ ἵπποι συμπονοῦντες ἀλλήλοις πρᾳότεροι συνεστήκασι. πρός γε μὴν τοὺς πολεμίους μεγαλοφρονέστεροι γίγνονται οἳ ἂν συνειδῶσιν ἑαυτοῖς εὖ ἠσκηκότες.
居鲁士还留心于此,务使他们绝不至未曾出汗就去进用早餐或晚餐。他要么带他们外出狩猎使他们出汗,要么设计出必定能使他们出汗的各种竞技,又或者碰巧有什么差役需要办理,他便将差役安排得使他们绝不会不出汗就返回。因为他认为这既有助于增进食欲,又有助于强身健体和承受劳苦;并且他认为劳苦也有益于使他们彼此之间更加温和友善,因为马匹共同劳作时,彼此相处也会更加驯顺平和。再者,凡自知经过精良操练之人,面对敌人时也会变得更为昂扬自信。
Κῦρος δʼ ἑαυτῷ σκηνὴν μὲν κατεσκευάσατο ὥστε ἱκανὴν ἔχειν οἷς καλοίη ἐπὶ δεῖπνον. ἐκάλει δὲ ὡς τὰ πολλὰ τῶν ταξιάρχων οὓς καιρὸς αὐτῷ δοκοίη εἶναι, ἔστι δʼ ὅτε καὶ τῶν λοχαγῶν καὶ τῶν δεκαδάρχων τινὰς καὶ τῶν πεμπαδάρχων ἐκάλει, ἔστι δʼ ὅτε καὶ τῶν στρατιωτῶν, ἔστι δʼ ὅτε καὶ πεμπάδα ὅλην καὶ δεκάδα ὅλην καὶ λόχον ὅλον καὶ τάξιν ὅλην. ἐκάλει δὲ καὶ ἐτίμα ὁπότε τινὰς ἴδοι τοιοῦτόν τι ποιήσαντας ὃ αὐτὸς ἐβούλετο ποιεῖν. ἦν δὲ τὰ παρατιθέμενα ἀεὶ ἴσα αὐτῷ τε καὶ τοῖς καλουμένοις ἐπὶ δεῖπνον.
居鲁士为自己建造了一座帐篷,足以容纳他所宴请的客人。他大多宴请那些他认为合宜的大队长,但有时也宴请部分连队长、十人队长和五人队长,有时甚至宴请列兵,有时则宴请整个五人队、整个十人队、整个连队乃至整个大队。每当他看到有人做出了符合他心意的事情时,他便予以宴请并加以表彰。而且摆在面前的膳食,对于他自己和受邀赴宴者向来是完全均等的。
καὶ τοὺς ἀμφὶ τὸ στράτευμα δὲ ὑπηρέτας ἰσομοίρους πάντων ἀεὶ ἐποίει· οὐδὲν γὰρ ἧττον τιμᾶν ἄξιον ἐδόκει αὐτῷ εἶναι τοὺς ἀμφὶ τὰ στρατιωτικὰ ὑπηρέτας οὔτε κηρύκων οὔτε πρέσβεων. καὶ γὰρ πιστοὺς ἡγεῖτο δεῖν εἶναι τούτους καὶ ἐπιστήμονας τῶν στρατιωτικῶν καὶ συνετούς, προσέτι δὲ καὶ σφοδροὺς καὶ ταχεῖς καὶ ἀόκνους καὶ ἀταράκτους. πρὸς δʼ ἔτι ἃ οἱ βέλτιστοι νομιζόμενοι ἔχουσιν ἐγίγνωσκεν ὁ Κῦρος δεῖν τοὺς ὑπηρέτας ἔχειν,3 καὶ τοῦτο ἀσκεῖν ὡς μηδὲν ἀναίνοιντο ἔργον, ἀλλὰ πάντα νομίζοιεν πρέπειν αὑτοῖς πράττειν ὅσα ἅρχων προστάττοι.
他还始终让军中的仆役侍从在一切供应上享有同等的份额;因为在他看来,从事军务的侍从人员丝毫没有理由比传令官或使节少受尊重。因为他认为这些人必须忠诚可靠、通晓军务且明达通晓,此外还必须孔武有力、敏捷迅疾、不知疲倦且沉着镇定。此外,居鲁士还认识到,凡公认为最优秀的人所具备的品质,侍从人员也应当具备,并当加以操练,以致他们绝不推托任何劳作,而是认为长官所吩咐的一切差事,自己去执行都是理所应当的。
- 2.1.25ὥστε ὑφίεσθαί τινας κακίω ἕτερον ἑτέρου εἶναι πρὸς τοὺς πολεμίους
ὑφίεσθαι 接不定式表示“退让、让步、承认”。此处指既然享受同等供养,就没有任何借口让任何人去认可或退让,承认某人面对敌人时可以比他人更为怯弱(劣等)。τινας 作 ὑφίεσθαι 的逻辑主语,而 κακίω ... εἶναι 则是其宾语从句。
- 2.1.27ὥσπερ γε καὶ λίθων καὶ ξύλων ἃν δέῃ συναρμοσθῆναι, ἔστι, κἂν ὁπωσοῦν καταβεβλημένα τύχῃ, συναρμόσαι αὐτὰ εὐπετῶς
句首的属格 λίθων καὶ ξύλων 属于前置的话题化属格(“正如在需要拼合的石料与木材的情形中”),与随后的关系代词从句 ἃν δέῃ συναρμοσθῆναι 紧密关联。核心骨架为无人称动词 ἔστι(“能够……”)支配不定式 συναρμόσαι αὐτά(“拼合它们”),中间插入了让步状语从句 κἂν ... τύχῃ。
- 2.1.31πρὸς δʼ ἔτι ἃ οἱ βέλτιστοι νομιζόμενοι ἔχουσιν ἐγίγνωσκεν ὁ Κῦρος δεῖν τοὺς ὑπηρέτας ἔχειν
关系从句 ἃ οἱ βέλτιστοι νομιζόμενοι ἔχουσιν(“公认最优秀之人所具备的那些品质”)作为倒置结构被提前到了主句动词 ἐγίγνωσκεν 及其支配的宾格不定式从句(δεῖν τοὺς ὑπηρέτας ἔχειν)之前。其语法骨架实为:居鲁士认识到,侍从人员必须具备最优秀之人所拥有的那些品质。
