- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:2.1.8-2.1.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
为扭转远距离交战的不利局面,居鲁士提议为全体波斯士兵配备近战兵器,库阿克萨列斯采纳了这一方案。待装备备齐,居鲁士先勉励同等地位者,随后召集全体波斯士兵,承诺他们若同担艰险,将享有同等的权利与荣誉。
ἀνάγκη γὰρ οὖν, ἔφη ὁ Κυαξάρης· οὐκοῦν ἐν τούτῳ μὲν τῶν πλειόνων ἡ νίκη· πολὺ γὰρ ἂν θᾶττον οἱ ὀλίγοι ὑπὸ τῶν πολλῶν τιτρωσκόμενοι ἀναλωθείησαν ἢ οἱ πολλοὶ ὑπὸ τῶν ὀλίγων· εἰ οὖν οὕτως ἔχει, ὦ Κῦρε, τί ἂν ἄλλο τις κρεῖττον εὕροι ἢ πέμπειν ἐς Πέρσας, καὶ ἅμα μὲν διδάσκειν αὐτοὺς ὅτι εἴ τι πείσονται Μῆδοι, εἰς Πέρσας τὸ δεινὸν ἥξει, ἅμα δὲ αἰτεῖν πλέον στράτευμα; ἀλλὰ τοῦτο μέν, ἔφη ὁ Κῦρος, εὖ ἴσθι ὅτι, οὐδʼ εἰ πάντες ἔλθοιεν Πέρσαι, πλήθει γε οὐχ ὑπερβαλοίμεθʼ ἂν τοὺς πολεμίους.
“确实必然如此,”库阿克萨列斯说,“因此在这种交战方式中,胜利属于人数更多的一方;因为少数人遭到多数人的杀伤,被消灭的速度远比多数人被少数人消灭要快得多。既然如此,居鲁士啊,人们还能找到别的什么更好的办法,胜过遣使去波斯,一方面告知他们若米底人遭遇不测,危难也将降临波斯,另一方面请求增派更多军队呢?”“不过关于这一点,”居鲁士说,“请你深信,即使全体波斯人都赶来,我们在数量上也绝无法超越敌军。”
τί μὴν ἄλλο ἐνορᾷς ἄμεινον τούτου; ἐγὼ μὲν ἄν, ἔφη ὁ Κῦρος, εἰ σὺ εἴην, ὡς τάχιστα ὅπλα ποιοίμην πᾶσι Πέρσαις τοῖς προσιοῦσιν οἷάπερ ἔχοντες ἔρχονται παρʼ ἡμῶν οἱ τῶν ὁμοτίμων καλούμενοι· ταῦτα δʼ ἐστὶ θώραξ μὲν περὶ τὰ στέρνα, γέρρον δὲ εἰς τὴν ἀριστεράν, κοπὶς δὲ ἢ σάγαρις εἰς τὴν δεξιάν· κἂν ταῦτα παρασκευάσῃς, ἡμῖν μὲν ποιήσεις τὸ ὁμόσε τοῖς ἐναντίοις ἰέναι ἀσφαλέστατον, τοῖς πολεμίοις δὲ τὸ φεύγειν ἢ τὸ μένειν αἱρετώτερον. τάττομεν δέ, ἔφη, ἡμᾶς μὲν αὐτοὺς ἐπὶ τοὺς μένοντας· οἵ γε μέντἂν αὐτῶν φεύγωσι, τούτους ὑμῖν καὶ τοῖς ἵπποις νέμομεν,1 ὡς μὴ σχολάζωσι μήτε μένειν μήτε ἀναστρέφεσθαι.
“那么,你看到还有什么比这更好的办法呢?”“依我之见,”居鲁士说,“若我是你,我便会尽快为所有赶来的波斯士兵制造兵器,样式正与所谓同等地位者从我国随身带来的一模一样:即护胸的铠甲、左臂上的编柳盾,以及右手中的弯刀或战斧。你若筹备好这些,便能使我们冲入敌阵进行肉搏变得最为安全,而让敌人觉得逃跑比坚守更为可取。至于我们,”他说,“就将自己布置去对付那些坚守不退的人;而他们之中凡是逃跑的,我们就交给你们和骑兵去处理,使他们既无暇坚守,也无暇转身还击。”
Κῦρος μὲν οὕτως ἔλεξε· τῷ δὲ Κυαξάρῃ ἔδοξέ τε εὖ λέγειν, καὶ τοῦ μὲν πλείους μεταπέμπεσθαι οὐκέτι ἐμέμνητο, παρεσκευάζετο δὲ ὅπλα τὰ προειρημένα. καὶ σχεδόν τε ἕτοιμα ἦν καὶ τῶν Περσῶν οἱ ὁμότιμοι παρῆσαν ἔχοντες τὸ ἀπὸ Περσῶν στράτευμα.
居鲁士如此说道;库阿克萨列斯认为他说得很有道理,便不再提及召集更多军队之事,而是着手筹备上述武器。等到兵器大致准备妥当,波斯的同等地位者便率领来自波斯的军队赶到了。
ἐνταῦθα δὴ εἰπεῖν λέγεται ὁ Κῦρος συναγαγὼν αὐτούς· ἄνδρες φίλοι, ἐγὼ ὑμᾶς ὁρῶν αὐτοὺς μὲν καθωπλισμένους οὕτω καὶ ταῖς ψυχαῖς παρεσκευασμένους ὡς εἰς χεῖρας συμμείξοντας2 τοῖς πολεμίοις, τοὺς δὲ ἑπομένους ὑμῖν Πέρσας γιγνώσκων ὅτι οὕτως ὡπλισμένοι εἰσὶν ὡς ὅτι προσωτάτω ταχθέντες μάχεσθαι, ἔδεισα μὴ ὀλίγοι καὶ ἔρημοι συμμάχων συμπίπτοντες πολεμίοις πολλοῖς πάθοιτέ τι. νῦν οὖν, ἔφη, σώματα μὲν ἔχοντες ἀνδρῶν ἥκετε οὐ μεμπτά· ὅπλα δὲ ἔσται αὐτοῖς ὅμοια τοῖς ἡμετέροις· τάς γε μέντοι ψυχὰς θήγειν αὐτῶν ὑμέτερον ἔργον. ἄρχοντος γάρ ἐστιν οὐχ ἑαυτὸν μόνον ἀγαθὸν παρέχειν, ἀλλὰ δεῖ καὶ τῶν ἀρχομένων ἐπιμελεῖσθαι ὅπως ὡς βέλτιστοι ἔσονται.
据说此时居鲁士召集了他们,并说道:“朋友们,我见你们自身这般全副武装,意气风发地准备与敌人短兵相接;然而我知道跟从你们的波斯士兵,其装备却只能站在尽可能远的地方作战,我深恐你们人数稀少、缺乏同盟,在同众多敌人交锋时遭遇不测。如今,”他说,“你们带来的这些士兵拥有无可挑剔的矫健身躯;他们也将获得与我们相同的兵器;但磨砺他们的斗志,则是诸位的职责。因为为将领者,不仅要表现出自身的勇猛,还必须悉心照料下属,使他们尽可能成为最优秀的战士。”
ὁ μὲν οὕτως εἶπεν· οἱ δʼ ἥσθησαν μὲν πάντες, νομίζοντες μετὰ πλειόνων ἀγωνιεῖσθαι· εἷς δʼ αὐτῶν καὶ ἔλεξε τοιάδε.
他这番话说完,众人都感到十分欣喜,认为自己将与更多的兵力并肩作战。其中一人随即发言道:
ἀλλὰ θαυμαστά, ἔφη, ἴσως δόξω λέγειν, εἰ Κύρῳ συμβουλεύσω τι εἰπεῖν ὑπὲρ ἡμῶν, ὅταν τὰ ὅπλα λαμβάνωσιν οἱ ἡμῖν μέλλοντες συμμάχεσθαι· ἀλλὰ γιγνώσκω γάρ, ἔφη, ὅτι οἱ τῶν ἱκανωτάτων καὶ εὖ καὶ κακῶς ποιεῖν λόγοι οὗτοι καὶ μάλιστα ἐνδύονται ταῖς ψυχαῖς τῶν ἀκουόντων· καὶ δῶρά γε ἢν διδῶσιν οἱ τοιοῦτοι, κἂν μείω τυγχάνῃ ὄντα ἢ τὰ παρὰ τῶν ὁμοίων, ὅμως μείζονος αὐτὰ τιμῶνται οἱ λαμβάνοντες. καὶ νῦν, ἔφη, οἱ Πέρσαι παραστάται ὑπὸ Κύρου πολὺ μᾶλλον ἡσθήσονται ἢ ὑφʼ ἡμῶν παρακαλούμενοι, εἴς τε τοὺς ὁμοτίμους καθιστάμενοι βεβαιοτέρως σφίσιν ἡγήσονται ἔχειν τοῦτο ὑπὸ βασιλέως τε παιδὸς καὶ ὑπὸ στρατηγοῦ γενόμενον ἢ εἰ ὑφʼ ἡμῶν τὸ αὐτὸ τοῦτο γίγνοιτο. ἀπεῖναι μέντοι οὐδὲ τὰ ἡμέτερα χρή, ἀλλὰ παντὶ τρόπῳ δεῖ τῶν ἀνδρῶν θήγειν πάντως τὸ φρόνημα. ἡμῖν γὰρ ἔσται τοῦτο χρήσιμον ὅ τι ἂν οὗτοι βελτίονες γένωνται.3
“不过,我或许会被认为说了令人惊奇的话,”他说,“如果我建议居鲁士在即将与我们并肩作战的人领取武器时,代表我们说几句话。但我深知,”他说,“那些最能施加恩惠与降下灾祸之人的言辞,往往最能深入听众的内心;而且这类人若颁赐礼物,即便碰巧比同辈所赠微薄,接受者也仍会看得更为珍贵。如今,”他说,“波斯的同列战友受到居鲁士的激励,必定比受到我们的激励欣喜得多;而若被提升至同等地位者之列,由王之子兼统帅所赐予,他们也会觉得比由我们出面给予要稳固得多。当然,我们自己的分内之责绝不可缺席,相反,必须千方百计彻底磨砺这些士兵的气概。因为他们无论变得如何更加优秀,都将对我们大有裨益。”
οὕτω δὴ ὁ Κῦρος καταθεὶς τὰ ὅπλα εἰς τὸ μέσον καὶ συγκαλέσας πάντας τοὺς Περσῶν στρατιώτας ἔλεξε τοιάδε.
于是居鲁士将武器置于军阵中央,召集全体波斯士兵,发表了如下讲话:
ἄνδρες Πέρσαι, ὑμεῖς καὶ ἔφυτε ἐν τῇ αὐτῇ ἡμῖν καὶ ἐτράφητε, καὶ τὰ σώματά τε οὐδὲν ἡμῶν χείρονα ἔχετε, ψυχάς τε οὐδὲν κακίονας ὑμῖν προσήκει ἡμῶν ἔχειν. τοιοῦτοι δʼ ὄντες ἐν μὲν τῇ πατρίδι οὐ μετείχετε τῶν ἴσων ἡμῖν, οὐχ ὑφʼ ἡμῶν ἀπελαθέντες ἀλλʼ ὑπὸ τοῦ τὰ ἐπιτήδεια ἀνάγκην ὑμῖν εἶναι πορίζεσθαι.4 νῦν δὲ ὅπως μὲν ταῦτα ἕξετε ἐμοὶ μελήσει σὺν τοῖς θεοῖς· ἔξεστι δʼ ὑμῖν, εἰ βούλεσθε, λαβόντας ὅπλα οἷάπερ ἡμεῖς ἔχομεν εἰς τὸν αὐτὸν ἡμῖν κίνδυνον ἐμβαίνειν, καὶ ἄν τι ἐκ τούτων καλὸν κἀγαθὸν γίγνηται, τῶν ὁμοίων ἡμῖν ἀξιοῦσθαι.
“波斯军士们,你们与我们生于同一片土地,长于同一处乡土,你们的身躯绝不逊色于我们,你们的灵魂也不应比我们软弱。你们本是这般优秀之人,但在祖国却未曾与我们享有平等的待遇,这并非由于我们排挤你们,而是由于你们不得不奔波谋生。如今在神明庇佑下,你们的生计将由我来操办;若你们愿意,便可拿起与我们相同的武器,与我们共同踏入同样的险境;若由此赢得了任何崇高而光荣的成就,你们也自当获得与我们完全相同的尊荣。”
- 2.1.9οἵ γε μέντἂν αὐτῶν φεύγωσι, τούτους ὑμῖν καὶ τοῖς ἵπποις νέμομεν
μέντἂν 是 μέντοι 与 ἄν 的缩合形式(crasis)。关系代词 ὅς 与 ἄν 及虚拟式动词 φεύγωσι 连用,构成泛指条件关系从句(“凡是他们之中逃跑的人”)。主句则由相应的指示代词 τούτους 作动词 νέμομεν(“分派、交给”)的直接宾语予以照应。
- 2.1.11ὡς εἰς χεῖρας συμμείξοντας
连词 ὡς 与将来时分词 συμμείξοντας(宾格,与逻辑主语 ὑμᾶς 一致)连用,表达行为主体的意图或心理准备(“打算进行近战肉搏”),用以说明前面的 παρεσκευασμένους(“准备就绪”)的目的与内容。
- 2.1.13ἡμῖν γὰρ ἔσται τοῦτο χρήσιμον ὅ τι ἂν οὗτοι βελτίονες γένωνται
关系代词 ὅ τι 作修饰性副词性宾格(“他们在何种程度上变得更好 / 无论他们在哪些方面提升”)。主句中的指示代词 τοῦτο(作主语)对后文带有 ἄν 和虚拟式的关系从句起先导提示作用。
- 2.1.15ὑπὸ τοῦ τὰ ἐπιτήδεια ἀνάγκην ὑμῖν εἶναι πορίζεσθαι
由冠词引导的定冠词不定式 τοῦ ... εἶναι 受介词 ὑπό(表原因,“由于……”)支配。在该不定式结构内部,ἀνάγκην 作表语名词,ὑμῖν 为与格补足语,πορίζεσθαι τὰ ἐπιτήδεια 则充当真实主语,整个介词短语意为“由于你们必须自谋生计这一必然性”。
