← 色诺芬

居鲁士的教育

§2.1.1-2.1.7

与库阿克萨列斯会师及检视敌我兵力

居鲁士在米底边界与父亲冈比西斯道别,抵达库阿克萨列斯处并通报了各自军情。库阿克萨列斯详述了敌我双方的兵力对比与作战方式,确认了敌军数量占优且双方皆以远射兵种为主。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.1

τοιαῦτα μὲν δὴ ἀφίκοντο διαλεγόμενοι μέχρι τῶν ὁρίων τῆς Περσίδος· ἐπεὶ δʼ αὐτοῖς ἀετὸς δεξιὸς φανεὶς προηγεῖτο, προσευξάμενοι θεοῖς καὶ ἥρωσι τοῖς Περσίδα γῆν κατέχουσιν ἵλεως καὶ εὐμενεῖς πέμπειν σφᾶς,1 οὕτω διέβαινον τὰ ὅρια. ἐπειδὴ δὲ διέβησαν, προσηύχοντο αὖθις θεοῖς τοῖς Μηδίαν γῆν κατέχουσιν ἵλεως καὶ εὐμενεῖς δέχεσθαι αὐτούς. ταῦτα δὲ ποιήσαντες, ἀσπασάμενοι ἀλλήλους ὥσπερ εἰκός, ὁ μὲν πατὴρ πάλιν εἰς Πέρσας ἀπῄει, Κῦρος δὲ εἰς Μήδους πρὸς Κυαξάρην ἐπορεύετο.

他们就这样一路交谈着,到达了波斯的边界。这时有一只鹰在他们右方显现并引路,他们便向掌管波斯土地的神明与英雄祈祷,求他们仁慈而眷顾地为他们送行,随后便跨越了边界。跨过边界之后,他们又向掌管米底土地的神明祈祷,求他们仁慈而眷顾地接纳他们。做完这些事,并照常理互相拥抱致意后,父亲便折返回波斯,而居鲁士则继续前往米底的库阿克萨列斯那里。

§2.1.2

ἐπεὶ δὲ ἀφίκετο ὁ Κῦρος εἰς Μήδους πρὸς τὸν Κυαξάρην, πρῶτον μὲν ὥσπερ εἰκὸς ἠσπάσαντο ἀλλήλους, ἔπειτα δὲ ἤρετο τὸν Κῦρον ὁ Κυαξάρης πόσον τι ἄγοι τὸ στράτευμα. ὁ δὲ ἔφη· τρισμυρίους μέν γε οἷοι καὶ πρόσθεν ἐφοίτων πρὸς ὑμᾶς μισθοφόροι· ἄλλοι δὲ καὶ τῶν οὐδεπώποτε ἐξελθόντων προσέρχονται τῶν ὁμοτίμων. πόσοι τινές; ἔφη ὁ Κυαξάρης.

当居鲁士抵达米底见到库阿克萨列斯时,他们首先照常理互相致意,接着库阿克萨列斯询问居鲁士带了多少军队来。居鲁士说:“有三万名佣兵,就如以往去到你们那里的那种人;此外,还有一些从未出过征的同等地位者前来。”“大约有多少人?”库阿克萨列斯问。

§2.1.3

οὐκ ἂν ὁ ἀριθμός σε, ἔφη ὁ Κῦρος, ἀκούσαντα εὐφράνειεν· ἀλλʼ ἐκεῖνο ἐννόησον ὅτι ὀλίγοι ὄντες οὗτοι οἱ ὁμότιμοι καλούμενοι πολλῶν ὄντων τῶν ἄλλων Περσῶν ῥᾳδίως ἄρχουσιν. ἀτάρ, ἔφη, δέει τι αὐτῶν ἢ μάτην ἐφοβήθης, οἱ δὲ πολέμιοι οὐκ ἔρχονται; ναὶ μὰ Δίʼ, ἔφη, καὶ πολλοί γε.

“那人数,”居鲁士说,“你听了是不会高兴的。但请想想这一点:这些被称为同等地位的人虽然人数稀少,却能轻易统治人数众多的其他波斯人。不过,”他说,“你需要他们吗,抑或你只是虚惊一场,而敌人其实并没有来?”“凭宙斯起誓,确实〔来了〕,”他说,“而且人数极多。”

§2.1.4

πῶς τοῦτο σαφές; ὅτι, ἔφη, πολλοὶ ἥκοντες αὐτόθεν ἄλλος ἄλλον τρόπον πάντες ταὐτὸ λέγουσιν. ἀγωνιστέον μὲν ἄρα ἡμῖν πρὸς τοὺς ἄνδρας. ἀνάγκη γάρ, ἔφη. τί οὖν, ἔφη ὁ Κῦρος, οὐ καὶ τὴν δύναμιν ἔλεξάς μοι,2 εἰ οἶσθα, πόση τις ἡ προσιοῦσα, καὶ πάλιν τὴν ἡμετέραν, ὅπως εἰδότες ἀμφοτέρας πρὸς ταῦτα βουλευώμεθα ὅπως ἂν ἄριστα ἀγωνιζοίμεθα; ἄκουε δή, ἔφη ὁ Κυαξάρης.

“这何以见得是确凿的?”“因为,”他说,“从那边来的许多人,虽各以不同方式叙述,但全都在说同一件事。”“那么我们势必得同这些人作战了。”“确实别无选择,”他说。“那么,”居鲁士说,“你为何不把逼近的敌军兵力有多少,以及我们自己的兵力如何,只要你知道的都告诉我呢?这样我们了解了双方虚实,便能针对这些情况商讨如何才能打得最好。”“那么你就听着吧,”库阿克萨列斯说。

§2.1.5

Κροῖσος μὲν ὁ Λυδὸς ἄγειν λέγεται μυρίους μὲν ἱππέας, πελταστὰς δὲ καὶ τοξότας πλείους ἢ τετρακισμυρίους. Ἀρτακάμαν δὲ τὸν τῆς μεγάλης Φρυγίας ἄρχοντα λέγουσιν ἱππέας μὲν εἰς ὀκτακισχιλίους ἄγειν, λογχοφόρους δὲ σὺν πελτασταῖς οὐ μείους τετρακισμυρίων, Ἀρίβαιον δὲ τὸν τῶν Καππαδοκῶν βασιλέα ἱππέας μὲν ἑξακισχιλίους, τοξότας δὲ καὶ πελταστὰς οὐ μείους τρισμυρίων, τὸν Ἀράβιον δὲ Ἄραγδον ἱππέας τε εἰς μυρίους καὶ ἅρματα εἰς ἑκατὸν καὶ σφενδονητῶν πάμπολύ τι χρῆμα.3 τοὺς μέντοι Ἕλληνας τοὺς ἐν τῇ Ἀσίᾳ οἰκοῦντας οὐδέν πω σαφὲς λέγεται εἰ ἕπονται. τοὺς δὲ ἀπὸ Φρυγίας τῆς πρὸς Ἑλλησπόντῳ συμβαλεῖν φασι Γάβαιδον ἔχοντα εἰς Καΰστρου πεδίον ἑξακισχιλίους μὲν ἱππέας, πελταστὰς δὲ εἰς μυρίους. Κᾶρας μέντοι καὶ Κίλικας καὶ Παφλαγόνας παρακληθέντας οὔ φασιν ἕπεσθαι. ὁ δὲ Ἀσσύριος ὁ Βαβυλῶνά τε ἔχων καὶ τὴν ἄλλην Ἀσσυρίαν ἐγὼ μὲν οἶμαι ἱππέας μὲν ἄξει οὐκ ἐλάττους δισμυρίων, ἅρματα δʼ εὖ οἶδʼ οὐ μεῖον διακοσίων, πεζοὺς δὲ οἶμαι παμπόλλους· εἰώθει γοῦν ὁπότε δεῦρʼ ἐμβάλλοι.4

“据说吕底亚人克罗索斯率领一万骑兵,轻盾兵和弓箭手则超过四万人。统治大弗里吉亚的阿尔塔卡马斯,据说率领骑兵约八千,持矛兵与轻盾兵不少于四万;卡帕多西亚国王阿里拜奥斯率领骑兵六千,弓箭手与轻盾兵不少于三万;阿拉伯人阿拉格多斯率领骑兵约一万,战车约百辆,以及数量极其庞大的投石兵。不过至于居住在亚洲的希腊人,是否随军前行尚无确切消息。但据说来自赫勒斯滂附近弗里吉亚的人,由加拜多斯率领,在卡伊斯特罗斯平原集结,有骑兵六千,轻盾兵约一万。至于卡里亚人、基利家人和帕夫拉戈尼亚人,据说虽经征召,却并未随军。而那位占有巴比伦及亚述其余地方的亚述王,依我看他带来的骑兵不会少于两万,战车我深知绝不少于两百辆,步兵我想极其众多;至少每当他入侵此地时向来都是如此。”

§2.1.6

σύ, ἔφη ὁ Κῦρος, πολεμίους λέγεις ἱππέας μὲν ἑξακισμυρίους εἶναι, πελταστὰς δὲ καὶ τοξότας πλέον ἢ εἴκοσι μυριάδας. ἄγε δὴ τῆς σῆς δυνάμεως τί φῂς πλῆθος εἶναι; εἰσίν, ἔφη, Μήδων μὲν ἱππεῖς πλείους τῶν μυρίων· πελτασταὶ δὲ καὶ τοξόται γένοιντʼ ἄν πως ἐκ τῆς ἡμετέρας κἂν ἑξακισμύριοι. Ἀρμενίων δʼ, ἔφη, τῶν ὁμόρων ἡμῖν παρέσονται ἱππεῖς μὲν τετρακισχίλιοι, πεζοὶ δὲ δισμύριοι. λέγεις σύ, ἔφη ὁ Κῦρος, ἱππέας μὲν ἡμῖν εἶναι μεῖον ἢ τέταρτον μέρος τοῦ τῶν πολεμίων ἱππικοῦ, πεζοὺς δὲ ἀμφὶ τοὺς ἡμίσεις.

“照你这么说,”居鲁士道,“敌人的骑兵有六万,轻盾兵和弓箭手超过二十万。那么,你说你自己的兵力数目又是多少呢?”“米底的骑兵,”他说,“超过一万;从我们境内招募的轻盾兵和弓箭手大约能有六万。此外,作为我们邻邦的亚美尼亚人,将有骑兵四千、步兵两万前来协助我们。”“照你的说法,”居鲁士说,“我们的骑兵还不到敌军骑兵的四分之一,步兵大约只有一半。”

§2.1.7

τί οὖν, ἔφη ὁ Κυαξάρης, οὐκ ὀλίγους νομίζεις Περσῶν εἶναι οὓς σὺ φῂς ἄγειν; ἀλλʼ εἰ μὲν ἀνδρῶν προσδεῖ ἡμῖν, ἔφη ὁ Κῦρος, εἴτε καὶ μή, αὖθις συμβουλευσόμεθα· τὴν δὲ μάχην μοι, ἔφη, λέξον ἑκάστων ἥτις ἐστί. σχεδόν, ἔφη ὁ Κυαξάρης, πάντων ἡ αὐτή· τοξόται γάρ εἰσι καὶ ἀκοντισταὶ οἵ τʼ ἐκείνων καὶ οἱ ἡμέτεροι. οὐκοῦν, ἔφη ὁ Κῦρος, ἀκροβολίζεσθαι ἀνάγκη ἐστὶ τοιούτων γε τῶν ὅπλων ὄντων.

“那又怎样?”库阿克萨列斯说,“难道你不认为你说要带来的波斯人太少了吗?”“至于我们是否还需要增添人手,”居鲁士说,“不论要或不要,我们稍后再作商议;不过请你告诉我,各部的作战方式是怎样的。”“几乎全都是一样的,”库阿克萨列斯说,“因为无论是他们的部队还是我们的部队,都是弓箭手和掷标枪兵。”“那么,”居鲁士说,“既然武器装备确实是这种类型,就必须进行远距离交战了。”

语法注4 条
  1. 2.1.1ἵλεως καὶ εὐμενεῖς πέμπειν σφᾶς

    不定式 πέμπειν 作祈求动词 προσευξάμενοι 的宾语补充成分,其逻辑主语为前文与格的“神明与英雄”(θεοῖς καὶ ἥρωσι)。ἵλεως 是雅典第二变格的阳性复数宾格形式,与 εὐμενεῖς 并列,充当不定式逻辑主语的述语补足语(即“愿神明仁慈且眷顾地护送他们”),而非修饰宾格代词 σφᾶς(他们自己)。

  2. 2.1.4τί οὖν, ἔφη ὁ Κῦρος, οὐ καὶ τὴν δύναμιν ἔλεξάς μοι

    τί οὐ 与不定过去时直陈式(ἔλεξας)连用,是古典希腊语中表达当下敦促或建议的惯用句式(“你为何不把……告诉我呢?”),而非对过去未发生行为的责问。

  3. 2.1.5σφενδονητῶν πάμπολύ τι χρῆμα

    名词 χρῆμα 与形容词 πάμπολύ τι 及复数属格名词 σφενδονητῶν 连用,构成一种习语性转述结构,意为“数量庞大的投石手”。

  4. 2.1.5εἰώθει γοῦν ὁπότε δεῦρʼ ἐμβάλλοι

    在由 ὁπότε 引导的从句中,使用祈愿体 ἐμβάλλοι 表示过去重复发生的不确定动作(迭代祈愿法,意为“每当他侵入此地时”),与主句表示过去习惯状态的 εἰώθει 呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:2.1.1-2.1.7