- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:2.1.16-2.1.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士向波斯平民士兵许诺,若换上白刃肉搏的重装武器便可享有与同等地位者相等的地位,全军士兵皆欣然接受并登记入列。随后居鲁士通过妥善安排后勤,让全军专心操练近战武艺,并设立层层晋升的奖励以激发竞争心,全面提高部队战斗力。
τὸν μὲν οὖν πρόσθεν χρόνον ὑμεῖς τε τοξόται καὶ ἀκοντισταὶ ἦτε καὶ ἡμεῖς, καὶ εἴ τι χείρους ἡμῶν ταῦτα ποιεῖν ἦτε, οὐδὲν θαυμαστόν· οὐ γὰρ ἦν ὑμῖν σχολὴ ὥσπερ ἡμῖν τούτων ἐπιμελεῖσθαι· ἐν δὲ ταύτῃ τῇ ὁπλίσει οὐδὲν ἡμεῖς ὑμῶν προέξομεν. θώραξ μέν γε περὶ τὰ στέρνα ἁρμόττων ἑκάστῳ ἔσται, γέρρον δὲ ἐν τῇ ἀριστερᾷ, ὃ πάντες εἰθίσμεθα φορεῖν, μάχαιρα δὲ ἢ σάγαρις ἐν τῇ δεξιᾷ, ᾗ δὴ παίειν τοὺς ἐναντίους δεήσει οὐδὲν φυλαττομένους μή τι παίοντες ἐξαμάρτωμεν.1
“因此在从前,你们和我们同样是弓箭手和标枪手;若你们在这些技艺上比我们略逊一筹,那也毫不奇怪,因为你们不像我们那样有闲暇去钻研这些。但换成这套重装武备,我们对你们便再无任何优势可言。因为人人都将有一副贴合胸膛的铠甲,左臂佩一面我们大家都习惯携持的编柳盾,右手则握一把弯刀或战斧;必须用它击打敌人,根本无需戒备在击打时会失手打偏。
τί οὖν ἂν ἐν τούτοις ἕτερος ἑτέρου διαφέροι ἡμῶν πλὴν τόλμῃ; ἣν οὐδὲν ὑμῖν ἧττον προσήκει ἢ ἡμῖν ὑποτρέφεσθαι. νίκης τε γὰρ ἐπιθυμεῖν, ἣ τὰ καλὰ πάντα καὶ τἀγαθὰ κτᾶταί τε καὶ σῴζει, τί μᾶλλον ἡμῖν ἢ ὑμῖν προσήκει; κράτους τε, ὃ πάντα τὰ τῶν ἡττόνων τοῖς κρείττοσι δωρεῖται, τί εἰκὸς ἡμᾶς μᾶλλον ἢ καὶ ὑμᾶς τούτου δεῖσθαι;
那么在这些装备之下,我们之间除胆魄之外,一人对另一人还能有何差别?而培植这种胆魄,对你们而言绝不比对我们更不相称。因为渴望胜利——胜利能获得并守护一切光荣与美好——为何对我们而言比对你们更相称呢?而渴望统治权——它将败者的一切财物赏赐给强者——又凭何认为我们比你们更需要它呢?”
τέλος εἶπεν· ἀκηκόατε πάντα· ὁρᾶτε τὰ ὅπλα· ὁ μὲν χρῄζων λαμβανέτω ταῦτα καὶ ἀπογραφέσθω πρὸς τὸν ταξίαρχον εἰς τὴν ὁμοίαν τάξιν ἡμῖν· ὅτῳ δʼ ἀρκεῖ ἐν μισθοφόρου χώρᾳ εἶναι, καταμενέτω ἐν τοῖς ὑπηρετικοῖς ὅπλοις.
最后他说道:“你们已听闻了一切,也见到了这些兵器。凡愿意者,皆可领取这些武备,向大队长登记加入与我们相同的编制;而凡满足于处于雇佣兵地位的人,便留在那辅役的轻装武备之中吧。”
ὁ μὲν οὕτως εἶπεν. ἀκούσαντες δὲ οἱ Πέρσαι ἐνόμισαν, εἰ παρακαλούμενοι ὥστε τὰ ὅμοια πονοῦντες τῶν αὐτῶν τυγχάνειν2 μὴ ἐθελήσουσι ταῦτα ποιεῖν, δικαίως ἂν διὰ παντὸς τοῦ αἰῶνος ἀμηχανοῦντες βιοτεύειν. οὕτω δὴ ἀπογράφονται πάντες ἀνέλαβόν τε τὰ ὅπλα πάντες.
他如此说道;波斯士兵们听后认为,既然受到劝勉去通过承受相同的劳苦而获得相同的待遇,若自己不肯照做,便理当终生在穷困潦倒中度日。于是众人全部登记入册,全数拿起了武备。
ἐν ᾧ δὲ οἱ πολέμιοι ἐλέγοντο μὲν προσιέναι, παρῆσαν δὲ οὐδέπω, ἐν τούτῳ ἐπειρᾶτο ὁ Κῦρος ἀσκεῖν μὲν τὰ σώματα τῶν μεθʼ ἑαυτοῦ εἰς ἰσχύν, διδάσκειν δὲ τὰ τακτικά, θήγειν δὲ τὰς ψυχὰς εἰς τὰ πολεμικά.
在传闻敌军正在逼近但尚未到达之时,居鲁士在此期间竭力锻炼麾下士兵的体魄以增强力气,向他们传授战术,并在战事方面磨砺他们的斗志。
καὶ πρῶτον μὲν λαβὼν παρὰ Κυαξάρου ὑπηρέτας προσέταξεν ἑκάστοις τῶν στρατιωτῶν ἱκανῶς ὧν ἐδέοντο πάντα πεποιημένα παρασχεῖν· τοῦτο δὲ παρασκευάσας οὐδὲν αὐτοῖς ἐλελοίπει ἄλλο ἢ ἀσκεῖν τὰ ἀμφὶ τὸν πόλεμον, ἐκεῖνο δοκῶν καταμεμαθηκέναι ὅτι οὗτοι κράτιστοι ἕκαστα γίγνονται οἳ ἂν ἀφέμενοι τοῦ πολλοῖς προσέχειν τὸν νοῦν ἐπὶ ἓν ἔργον τράπωνται. καὶ αὐτῶν δὲ τῶν πολεμικῶν περιελὼν καὶ τὸ τόξῳ μελετᾶν καὶ ἀκοντίῳ κατέλιπε τοῦτο μόνον αὐτοῖς τὸ σὺν μαχαίρᾳ καὶ γέρρῳ καὶ θώρακι μάχεσθαι· ὥστε εὐθὺς αὐτῶν παρεσκεύασε τὰς γνώμας ὡς ὁμόσε ἰτέον εἴη τοῖς πολεμίοις, ἢ ὁμολογητέον μηδενὸς εἶναι ἀξίους συμμάχους· τοῦτο δὲ χαλεπὸν ὁμολογῆσαι οἵτινες ἂν εἰδῶσιν ὅτι οὐδὲ διʼ ἓν ἄλλο τρέφονται ἢ ὅπως μαχοῦνται ὑπὲρ τῶν τρεφόντων.
首先,他从库阿克萨列斯那里调来侍役,吩咐他们将士兵所需的一切准备齐全并充分供应。做好了这项安排,他便使士兵们除了操练战阵武艺之外别无他务,因为他深信自己洞察了一个道理:凡舍弃纷杂之念而专心致志于一事者,必能在该项工作中做到尽善尽美。甚至在军事训练本身中,他也摒弃了弓箭和标枪的练习,仅留下使用弯刀、编柳盾和胸甲进行近身搏杀这一项;从而立即使他们的思想做好准备,明白必须与敌人短兵相接,否则就必须承认自己是毫无用处的同盟军;而对于那些深知自己被供养完全是为了替供养者作战的人来说,承认这一点是难以忍受的。
ἔτι δὲ πρὸς τούτοις ἐννοήσας ὅτι περὶ ὁπόσων ἂν ἐγγένωνται ἀνθρώποις φιλονικίαι, πολὺ μᾶλλον ἐθέλουσι ταῦτʼ ἀσκεῖν, ἀγῶνάς τε αὐτοῖς προεῖπεν ἁπάντων ὁπόσα ἐγίγνωσκεν ἀσκεῖσθαι ἀγαθὸν εἶναι ὑπὸ στρατιωτῶν καὶ προεῖπε τάδε, ἰδιώτῃ μὲν ἑαυτὸν παρέχειν εὐπειθῆ τοῖς ἄρχουσι καὶ ἐθελόπονον καὶ φιλοκίνδυνον μετʼ εὐταξίας καὶ ἐπιστήμονα τῶν στρατιωτικῶν καὶ φιλόκαλον περὶ ὅπλα καὶ φιλότιμον ἐπὶ πᾶσι τοῖς τοιούτοις, πεμπαδάρχῳ δʼ αὐτὸν ὄντα οἷόνπερ τὸν ἀγαθὸν ἰδιώτην καὶ τὴν πεμπάδα εἰς τὸ δυνατὸν τοιαύτην παρέχειν, δεκαδάρχῳ δὲ τὴν δεκάδα ὡσαύτως, λοχαγῷ δὲ τὸν λόχον, καὶ ταξιάρχῳ ἀνεπίκλητον αὐτὸν ὄντα ἐπιμελεῖσθαι καὶ τῶν ὑφʼ αὑτῷ ἀρχόντων ὅπως ἐκεῖνοι αὖ ὧν ἂν ἄρχωσι παρέξουσι τὰ δέοντα ποιοῦντας.
除这些之外,他又考虑到凡是人们之间产生竞争之事,他们便更乐于积极操练;于是凡他认为有益于士兵操练的各项科目,皆向他们宣布设立竞赛,并颁布了如下标准:列兵应当表现出服从长官、甘冒劳苦、遵守纪律而勇于涉险、通晓军务、爱惜精良兵器,并在所有这类事情上力争上游;五人队长在自身表现如优秀列兵的同时,亦应尽力使其五人队达到同样的水平;十人队长对其十人队、中队长对其连队亦当如此;而大队长自身无懈可击的同时,还必须督导下属军官,使他们反过来能让各自统率的部属恪尽职守。
ἆθλα δὲ προύφηνε τοῖς μὲν ταξιάρχοις ὡς τοὺς κρατίστας δόξαντας τὰς τάξεις παρεσκευάσθαι χιλιάρχους ἔσεσθαι,3 τῶν δὲ λοχαγῶν οἳ κρατίστους δόξειαν τοὺς λόχους ἀποδεικνύναι, εἰς τὰς τῶν ταξιάρχων χώρας ἐπαναβήσεσθαι, τῶν δʼ αὖ δεκαδάρχων τοὺς κρατίστους εἰς τὰς τῶν λοχαγῶν χώρας καταστήσεσθαι, τῶν δʼ αὖ πεμπαδάρχων ὡσαύτως εἰς τὰς τῶν δεκαδάρχων, τῶν γε μὴν ἰδιωτῶν τοὺς κρατιστεύοντας εἰς τὰς τῶν πεμπαδάρχων. ὑπῆρχε δὲ πᾶσι τούτοις τοῖς ἄρχουσι πρῶτον μὲν θεραπεύεσθαι ὑπὸ τῶν ἀρχομένων, ἔπειτα δὲ καὶ ἄλλαι τιμαὶ αἱ πρέπουσαι ἑκάστοις συμπαρείποντο. ἐπανετείνοντο δὲ καὶ μείζονες ἐλπίδες τοῖς ἀξίοις ἐπαίνου, εἴ τι ἐν τῷ ἐπιόντι χρόνῳ ἀγαθὸν μεῖζον φανοῖτο·
他又展示了奖赏:各大队长中凡被评定为队伍整备最为精良者,将升任千人队长;中队长中凡显出连队最为卓越者,将晋升填补大队长的空缺;十人队长中最优异者同样升为中队长;五人队长中最优异者同样升为十人队长;而列兵中表现最出色者,则升为五人队长。对所有这些军官而言,首先享有受到部属侍奉之权,随后亦享有适合各自身份的其他尊荣;而对于值得赞许者,若在未来的日子里出现更大的利益,还向他们展现出更为远大的期许。
- 2.1.16οὐδὲν φυλαττομένους μή τι παίοντες ἐξαμάρτωμεν
由表示防范、戒备的动词 φυλάττομαι 所引导的 μή 悬念/防范从句。与前文提及的弓矢、标枪等远射兵器可能“失手射偏”相对比,此处指出近战挥刀砍劈无须戒备打偏或脱靶(μή τι παίοντες ἐξαμάρτωμεν)。分词 φυλαττομένους 为宾格,与非人称动词 δεήσει 的逻辑主语一致。
- 2.1.19ὥστε τὰ ὅμοια πονοῦντες τῶν αὐτῶν τυγχάνειν
连词 ὥστε 后接不定式短语(πονοῦντες τυγχάνειν),表条件或预期结果,进一步限定并补充前文分词 παρακαλούμενοι(“受到劝勉/号召”)的具体内容:“在承受相同辛劳便可获得相同待遇的条件之下”。
- 2.1.23ἆθλα δὲ προύφηνε τοῖς μὲν ταξιάρχοις ὡς τοὺς κρατίστας δόξαντας τὰς τάξεις παρεσκευάσθαι χιλιάρχους ἔσεσθαι
在间接引语中,动词 προύφηνε(“展示、宣布”)之后反常地由 ὡς 引导了“宾格加不定式”(accusativus cum infinitivo)结构。通常 ὡς 引导从属分句时后接直陈语气或祈愿语气,此处却直接转入不定式 ἔσεσθαι(主语为宾格 τοὺς … δόξαντας,表语为 χιλιάρχους)。后续各句(ἐπαναβήσεσθαι、καταστήσεσθαι 等)均顺应并列于此不定式结构。
