← 色诺芬

居鲁士的教育

§1.6.41-1.6.46

正面会战的备战与顺从神谕的训诫

冈比西斯向居鲁士阐述了正面对决中长期操练与将领日夜筹划的重要性,并在点明战术要点后郑重告诫他:鉴于人类知见的局限性,绝不可违背神谕与征兆行事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6.41

ὥσπερ οὖν προεῖπον, εἰ τοιαῦτα ἐθελήσαις καὶ ἐπὶ τοῖς ἀνθρώποις μηχανᾶσθαι, οὐκ οἶδʼ ἔγωγε εἴ τινος λείποιο ἂν τῶν πολεμίων. ἢν δέ ποτε ἄρα ἀνάγκη γένηται καὶ ἐν τῷ ἰσοπέδῳ καὶ ἐκ τοῦ ἐμφανοῦς καὶ ὡπλισμένους ἀμφοτέρους μάχην συνάπτειν, ἐν τῷ τοιούτῳ δή, ὦ παῖ, αἱ ἐκ πολλοῦ παρεσκευασμέναι πλεονεξίαι μέγα δύνανται. ταύτας δὲ ἐγὼ λέγω εἶναι, ἢν τῶν στρατιωτῶν εὖ μὲν τὰ σώματα ἠσκημένα ᾖ, εὖ δὲ αἱ ψυχαὶ τεθηγμέναι, εὖ δὲ αἱ πολεμικαὶ τέχναι μεμελετημέναι ὦσιν.

因此,正如我先前所说,如果你也愿意对人施展这般的谋略,依我看,你绝不会落后于敌人中的任何一人。但如果在某种情况下,势必得在平坦之地公开交锋,且双方全副武装地进行决战,儿子啊,在这样的情势下,长久以来预先准备好的优势就具有巨大的威力。而我认为,这些优势便在于:士兵们的体魄训练精良,他们的士气磨砺敏锐,以及他们的作战技艺操练纯熟。

§1.6.42

εὖ δὲ χρὴ καὶ τοῦτο εἰδέναι ὅτι ὁπόσους ἂν ἀξιοῖς σοι πείθεσθαι, καὶ ἐκεῖνοι πάντες ἀξιώσουσι σὲ πρὸ ἑαυτῶν βουλεύεσθαι. μηδέποτʼ οὖν ἀφροντίστως ἔχε, ἀλλὰ τῆς μὲν νυκτὸς προσκόπει τί σοι ποιήσουσιν οἱ ἀρχόμενοι, ἐπειδὰν ἡμέρα γένηται, τῆς δʼ ἡμέρας ὅπως τὰ εἰς νύκτα κάλλιστα ἕξει.

你还必须深知这一点:凡是你期望听命于你的人,他们所有人都同样期望你能先于他们、代他们谋划筹虑。因此切不可麻痹大意,而应在夜间预先筹划当下属在黎明到来时当做何事,在白昼则要筹划如何将入夜之事安排得尽善尽美。

§1.6.43

ὅπως δὲ χρὴ τάττειν εἰς μάχην στρατιὰν ἢ ὅπως ἄγειν ἡμέρας ἢ νυκτὸς ἢ στενὰς ἢ πλατείας ὁδοὺς ἢ ὀρεινὰς ἢ πεδινάς, ἢ ὅπως στρατοπεδεύεσθαι, ἢ ὅπως φυλακὰς νυκτερινὰς καὶ ἡμερινὰς καθιστάναι, ἢ ὅπως προσάγειν πρὸς πολεμίους ἢ ἀπάγειν ἀπὸ πολεμίων, ἢ ὅπως παρὰ πόλιν πολεμίαν ἄγειν ἢ ὅπως πρὸς τεῖχος ἄγειν ἢ ἀπάγειν, ἢ ὅπως νάπη ἢ ποταμοὺς διαβαίνειν, ἢ ὅπως ἱππικὸν φυλάττεσθαι ἢ ὅπως ἀκοντιστὰς ἢ τοξότας, καὶ εἴ γε δή σοι κατὰ κέρας ἄγοντι οἱ πολέμιοι ἐπιφανεῖεν, πῶς χρὴ ἀντικαθιστάναι, καὶ εἴ σοι ἐπὶ φάλαγγος ἄγοντι ἄλλοθέν ποθεν οἱ πολέμιοι φαίνοιντο ἢ κατὰ πρόσωπον, ὅπως χρὴ ἀντιπαράγειν, ἢ ὅπως τὰ τῶν πολεμίων ἄν τις μάλιστα αἰσθάνοιτο, ἢ ὅπως τὰ σὰ οἱ πολέμιοι ἥκιστα εἰδεῖεν, ταῦτα δὲ πάντα τί ἂν ἐγὼ λέγοιμί σοι;1 ὅσα τε γὰρ ἔγωγε ᾔδειν, πολλάκις ἀκήκοας, ἄλλος τε ὅστις ἐδόκει τι τούτων ἐπίστασθαι, οὐδενὸς αὐτῶν ἠμέληκας οὐδʼ ἀδαὴς γεγένησαι. δεῖ οὖν πρὸς τὰ συμβαίνοντα, οἶμαι, τούτοις χρῆσθαι ὁποῖον ἂν συμφέρειν σοι τούτων δοκῇ.

至于应当如何将军队排成战阵,或者无论白天还是黑夜、走狭道还是走大道、过山区还是过平原该如何行军;或者该如何安营扎寨,该如何部署昼夜的守卫;或者该如何向敌人逼近、如何从敌人面前撤退;或者该如何绕过敌城行军,该如何向城垣推进或退回;或者该如何渡过深谷或河流,该如何防备敌方的骑兵,又该如何防备标枪兵或弓箭手;若是你在以纵队行进时敌人现身,该如何变阵迎击;若是你在以方阵横队行进时敌人并非从正面、而是从其他某个方向现身,该如何变换阵线;或者人该如何最充分地探知敌方的情势,又该如何让敌人对你的底细最一无所知——关于这一切,我又何必对你一一絮叨呢?因为凡是我所通晓的,你早已屡次聆听;而其他任何被认为懂得这些学问的人,你也从未轻忽过其中任何一人,更不曾对这些知识茫然无知。因此我认为,必须依据实际发生的事态,视何种策略对你有利,便相机采用。

§1.6.44

μάθε δέ μου καὶ τάδε, ἔφη, ὦ παῖ, τὰ μέγιστα· παρὰ γὰρ ἱερὰ καὶ οἰωνοὺς μήτε σαυτῷ μηδέποτε μήτε στρατιᾷ κινδυνεύσῃς, κατανοῶν ὡς ἄνθρωποι μὲν αἱροῦνται πράξεις εἰκάζοντες, εἰδότες δὲ οὐδὲν ἀπὸ ποίας ἔσται αὐτοῖς τὰ ἀγαθά.

你还要向我学得这件事,”他说,“儿子啊,这件最为重大的事:绝不要违背祭牲的征兆和飞鸟的预兆,让你自己或你的军队去以身涉险;你要洞悉,人类选择自己的行动纯凭猜测,对于究竟从哪种行动中会为自己带来善果,实则一无所知。

§1.6.45

γνοίης δʼ ἂν ἐξ αὐτῶν τῶν γιγνομένων· πολλοὶ μὲν γὰρ ἤδη πόλεις ἔπεισαν καὶ ταῦτα οἱ δοκοῦντες σοφώτατοι εἶναι πόλεμον ἄρασθαι πρὸς τούτους ὑφʼ ὧν οἱ πεισθέντες ἐπιθέσθαι ἀπώλοντο, πολλοὶ δὲ πολλοὺς ηὔξησαν καὶ ἰδιώτας καὶ πόλεις ὑφʼ ὧν αὐξηθέντων τὰ μέγιστα κακὰ ἔπαθον, πολλοὶ δὲ οἷς ἐξῆν φίλοις χρῆσθαι καὶ εὖ ποιεῖν καὶ εὖ πάσχειν, τούτοις δούλοις μᾶλλον βουληθέντες ἢ φίλοις χρῆσθαι, ὑπʼ αὐτῶν τούτων δίκην ἔδοσαν· πολλοῖς δʼ οὐκ ἤρκεσεν αὐτοῖς τὸ μέρος ἔχουσι ζῆν ἡδέως, ἐπιθυμήσαντες δὲ πάντων κύριοι εἶναι, διὰ ταῦτα καὶ ὧν εἶχον ἀπέτυχον· πολλοὶ δὲ τὸν πολύευκτον πλοῦτον κατακτησάμενοι, διὰ τοῦτον ἀπώλοντο.

从所发生的现实事件本身,你便能认识到这一点:因为许多人——而且往往还是那些被认为最为明智之士——迄今曾劝说城邦向某些敌人发动战争,结果被劝说发起攻击的人反遭对方剿灭;许多人扶植了许多对象,包括私人和城邦,而在受扶植者壮大之后,反而从他们那里遭受了最大的灾祸;又有许多人,本可以与人互作朋友、相互施恩受惠,却妄图将对方视如奴仆而非朋友,从而招致了那些人的惩罚;对于许多人而言,仅安享自己的一份产业并愉快地生活尚嫌不足,由于贪图成为万物的主宰,结果正因这贪欲连原有的产业也一并丧失;更有许多人,获得了人人渴求的巨额财富,却因这财富而丧失了性命。

§1.6.46

οὕτως ἡ ἀνθρωπίνη σοφία οὐδὲν μᾶλλον οἶδε τὸ ἄριστον αἱρεῖσθαι ἢ εἰ κληρούμενος ὅ τι λάχοι τοῦτό τις πράττοι.2 θεοὶ δέ, ὦ παῖ, αἰεὶ ὄντες πάντα ἴσασι τά τε γεγενημένα καὶ τὰ ὄντα καὶ ὅ τι ἐξ ἑκάστου αὐτῶν ἀποβήσεται, καὶ τῶν συμβουλευομένων ἀνθρώπων οἷς ἂν ἵλεῳ ὦσι, προσημαίνουσιν ἅ τε χρὴ ποιεῖν καὶ ἃ οὐ χρή. εἰ δὲ μὴ πᾶσιν ἐθέλουσι συμβουλεύειν, οὐδὲν θαυμαστόν· οὐ γὰρ ἀνάγκη αὐτοῖς ἐστιν ὧν ἂν μὴ θέλωσιν ἐπιμελεῖσθαι.

如此看来,人类的智慧在选择最佳道路方面,并不比抽签之后由签运决定自己该做什么来得高明。然而,儿子啊,永恒长存的诸神知晓一切——既洞悉已发生的往事与现存的事物,又洞察每一事物必将引发的结局;对于那些前来求问神谕的人,诸神对其中眷顾怜悯者,都会预先昭示何者当为、何者不当为。倘若诸神不愿向所有人赐予指引,也丝毫不足为奇;因为诸神断无必要去眷顾那些他们所不愿顾念之人。”

语法注2 条
  1. 1.6.43ταῦτα δὲ πάντα τί ἂν ἐγὼ λέγοιμί σοι;

    从 ὅπως δὲ χρὴ τάττειν 开始一直延伸到 ἥκιστα εἰδεῖεν 的一连串漫长间接疑问从句,在此通过前置的主题化宾语 ταῦτα δὲ πάντα(这一切)加以总括,充当修辞性反问句 τί ἂν ἐγὼ λέγοιμί σοι(我又何必对你说呢)的直接宾语。理清这一统括性框架有助于顺畅把握中间穿插的大量战术细则。

  2. 1.6.46οὐδὲν μᾶλλον οἶδε τὸ ἄριστον αἱρεῖσθαι ἢ εἰ κληρούμενος ὅ τι λάχοι τοῦτό τις πράττοι

    此处是由 οὐδὲν μᾶλλον... ἤ(并不比……更……)引导的比较结构,内嵌了表示假设的条件从句 εἰ... πράττοι(祈愿语气)。关系从句中的 λάχοι 则是受假设语气同化(牵引)而呈现的祈愿语气,将人类自以为是的预见比拟为“抽中什么便做什么”的纯粹凭运气行事。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.6.41-1.6.46