← 色诺芬

居鲁士的教育

§1.6.8-1.6.11

论统治者的勤勉与军需补给的自筹

居鲁士指出真正的统治者理应凭借预见与勤勉而非享乐逸居来领导众人,其父冈比西斯则告诫不可单纯依赖基亚克萨雷斯的财力,并教导他要凭借军力未雨绸缪地自主筹措军需补给。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6.8

ναὶ μὰ Δίʼ, ἔφη, ὦ πάτερ, μέμνημαι καὶ τοῦτό σου λέγοντος· συνεδόκει οὖν καὶ ἐμοὶ ὑπερμέγεθες εἶναι ἔργον τὸ καλῶς ἄρχειν· καὶ νῦν γʼ, ἔφη, ταὐτά μοι δοκεῖ ταῦτα, ὅταν πρὸς αὐτὸ τὸ ἄρχειν σκοπῶν λογίζωμαι. ὅταν μέντοι γε πρὸς ἄλλους ἀνθρώπους ἰδὼν κατανοήσω οἷοι ὄντες διαγίγνονται ἄρχοντες καὶ οἷοι ὄντες ἀνταγωνισταὶ ἡμῖν ἔσονται, πάνυ μοι δοκεῖ αἰσχρὸν εἶναι τὸ τοιούτους ὑποπτῆξαι καὶ μὴ θέλειν ἰέναι αὐτοῖς ἀνταγωνιουμένους· οὕς, ἔφη, ἐγὼ αἰσθάνομαι ἀρξάμενος ἀπὸ τῶν ἡμετέρων φίλων τούτων ἡγουμένους1 δεῖν τὸν ἄρχοντα τῶν ἀρχομένων διαφέρειν τῷ καὶ πολυτελέστερον δειπνεῖν καὶ πλέον ἔχειν ἔνδον χρυσίον καὶ πλείονα χρόνον καθεύδειν καὶ πάντα ἀπονώτερον τῶν ἀρχομένων διάγειν. ἐγὼ δὲ οἶμαι, ἔφη, τὸν ἄρχοντα οὐ τῷ ῥᾳδιουργεῖν χρῆναι διαφέρειν τῶν ἀρχομένων, ἀλλὰ τῷ προνοεῖν καὶ φιλοπονεῖν.

“凭宙斯起誓,是的,父亲,”居鲁士说,“我也记得您曾说过这番话;因此我也曾认为,善加统治是一项极其伟大的事业;即使在现在,”他说,“只要我着眼于统治本身来思考,我依然作如是想。然而,当我放眼其他人,看清他们身为怎样的人却依然身居统治之位,并且将成为我们怎样的对手时,向这样的人退缩屈服而不愿前去与他们争锋,在我看来就显得极其可耻了。因为据我观察,”他说,“从我们身边的这批朋友开始,他们便认为统治者理应通过吃得更奢华、家中存金更多、睡眠时间更长,以及在一切事情上都比被统治者过得更省力,来有别于被统治者。但我认为,”他说,“统治者理应有别于被统治者的,绝不是耽于逸乐,而是高瞻远瞩与勤勉耐劳。”

§1.6.9

ἀλλά τοι, ἔφη, ὦ παῖ, ἔνιά ἐστιν ἃ οὐ πρὸς ἀνθρώπους ἀγωνιστέον, ἀλλὰ πρὸς αὐτὰ τὰ πράγματα, ὧν οὐ ῥᾴδιον εὐπόρως περιγενέσθαι. αὐτίκα δήπου οἶσθα ὅτι εἰ μὴ ἕξει τὰ ἐπιτήδεια ἡ στρατιά, καταλελύσεταί σου ἡ ἀρχή. οὐκοῦν ταῦτα μέν, ἔφη, ὦ πάτερ, Κυαξάρης φησὶ παρέξειν τοῖς ἐντεῦθεν ἰοῦσι πᾶσιν ὁπόσοι ἂν ὦσι. τούτοις δὴ σύ, ἔφη, ὦ παῖ, πιστεύων ἔρχῃ, τοῖς παρὰ Κυαξάρου χρήμασιν; ἔγωγʼ, ἔφη ὁ Κῦρος. τί δέ, ἔφη, οἶσθα ὁπόσα αὐτῷ ἔστι; μὰ τὸν Δίʼ, ἔφη ὁ Κῦρος, οὐ μὲν δή. ὅμως δὲ τούτοις πιστεύεις τοῖς ἀδήλοις; ὅτι δὲ πολλῶν μὲν σοὶ δεήσει, πολλὰ δὲ καὶ ἄλλα νῦν ἀνάγκη δαπανᾶν ἐκεῖνον, οὐ γιγνώσκεις; γιγνώσκω, ἔφη ὁ Κῦρος. ἢν οὖν, ἔφη, ἐπιλίπῃ αὐτὸν ἡ δαπάνη ἢ καὶ ἑκὼν ψεύσηται, πῶς σοι ἕξει τὰ τῆς στρατιᾶς; δῆλον ὅτι οὐ καλῶς. ἀτάρ, ἔφη, ὦ πάτερ, σὺ εἰ ἐνορᾷς τινα πόρον καὶ ἀπʼ ἐμοῦ ἂν προσγενόμενον, ἕως ἔτι ἐν φιλίᾳ ἐσμέν, λέγε.

“然而,儿子,”父亲说,“有些事情不是与人较量,而是必须与事态本身较量,而要从容胜过这些事态绝非易事。比如你必然清楚,军队若没有补给,你的统帅权就会瓦解。”“关于这些补给,父亲,”他说,“基亚克萨雷斯说他会向从这里出发的所有人提供,无论人数有多少。”“那么,儿子,”父亲说,“你就是倚仗着这些,倚仗着来自基亚克萨雷斯的财资前去的吗?”“我确实是。”居鲁士说。“那么,”父亲说,“你知道他拥有多少财资吗?”“凭宙斯起誓,”居鲁士说,“我确实不知道。”“那你竟然还倚仗着这些不可确知之物吗?难道你不知道你将需要巨额物资,而他如今也必然要开销在许多其他事项上吗?”“我知道。”居鲁士说。“那么,”父亲说,“如果他的财力耗尽,或者甚至有意爽约,你的军队境况将会如何?”“显然不会好,”居鲁士说,“不过,父亲,如果我们尚在友邦境内时,您能看出有任何来自我这方面的筹资门路,请您告诉我。”

§1.6.10

ἐρωτᾷς, ἔφη, ὦ παῖ, ποῦ ἂν ἀπὸ σοῦ πόρος προσγένοιτο; ἀπὸ τίνος δὲ μᾶλλον εἰκός ἐστι πόρον γενέσθαι ἢ ἀπὸ τοῦ δύναμιν ἔχοντος; σὺ δὲ πεζὴν μὲν δύναμιν ἐνθένδε ἔχων ἔρχῃ ἀνθʼ ἧς οἶδʼ ὅτι πολλαπλασίαν ἄλλην οὐκ ἂν δέξαιο, ἱππικὸν δέ σοι, ὅπερ κράτιστον, τὸ Μήδων σύμμαχον ἔσται. ποῖον οὖν ἔθνος τῶν πέριξ οὐ δοκεῖ σοι καὶ χαρίζεσθαι βουλόμενον ὑμῖν ὑπηρετήσειν καὶ φοβούμενον μή τι πάθῃ; ἃ χρή σε κοινῇ σὺν Κυαξάρῃ σκοπεῖσθαι μήποτε ἐπιλίπῃ τι ὑμᾶς ὧν δεῖ ὑπάρχειν, καὶ ἔθους δὲ ἕνεκα μηχανᾶσθαι προσόδου πόρον. τόδε δὲ πάντων μάλιστά μοι μέμνησο μηδέποτε ἀναμένειν τὸ πορίζεσθαι τὰ ἐπιτήδεια ἔστʼ ἂν ἡ χρεία σε ἀναγκάσῃ·2 ἀλλʼ ὅταν μάλιστα εὐπορῇς, τότε πρὸ τῆς ἀπορίας μηχανῶ. καὶ γὰρ τεύξῃ μᾶλλον παρʼ ὧν ἂν δέῃ μὴ ἄπορος δοκῶν εἶναι, καὶ ἔτι ἀναίτιος ἔσῃ παρὰ τοῖς σαυτοῦ στρατιώταις· ἐκ τούτου δὲ μᾶλλον καὶ ὑπʼ ἄλλων αἰδοῦς τεύξῃ, καὶ ἤν τινας βούλῃ ἢ εὖ ποιῆσαι τῇ δυνάμει ἢ κακῶς, μᾶλλον ἕως ἂν ἔχωσι τὰ δέοντα οἱ στρατιῶται ὑπηρετήσουσί σοι, καὶ πειστικωτέρους, σάφʼ ἴσθι, λόγους δυνήσῃ τότε λέγειν ὅτανπερ καὶ ἐνδείκνυσθαι μάλιστα δύνῃ καὶ εὖ ποιεῖν ἱκανὸς ὢν καὶ κακῶς.

“儿子,”父亲说,“你问我筹资门路怎能由你而生?物资的筹措除了来自拥有力量者,还能更合情理地来自何人呢?你从这里率领步兵部队出发,而这支部队我知道你绝不愿换取其他数倍之众的兵力;至于骑兵,你将拥有作为盟友的最强劲的米底骑兵。那么,周围有哪一个民族,既想讨好你们又害怕遭受伤害,而不愿意服侍你们呢?你应该与基亚克萨雷斯共同考虑这些事,以免你们所必须具备的物资发生任何匮乏,并且出于习惯方面的考虑,构想出一条财政收入的门路。在一切事情中,请你尤其牢记这一点:绝不要拖延到匮乏迫使你时才去筹措必需之物;相反,应当在最充裕之时,在陷入困顿之前就做好筹划。因为,当你不显出窘迫之相时,你更容易从需要求助的人那里获得所需,而且在自己的士兵面前你也不会招致怨怼;由此,你也会从外人那里赢得更多敬重;并且,假若你想借助这支力量向任何人施恩或施加打击,只要士兵拥有必需的给养,他们就会更忠实地听命于你;而且请你确知,唯有当你最能展现自己有能力既施恩亦能惩罚之时,你才能够说出最具说服力的话语。”

§1.6.11

ἀλλʼ, ἔφη, ὦ πάτερ, ἄλλως τέ μοι καλῶς δοκεῖς ταῦτα λέγειν πάντα, καὶ ὅτι ὧν μὲν νῦν λέγονται λήψεσθαι οἱ στρατιῶται, οὐδεὶς αὐτῶν ἐμοὶ τούτων χάριν εἴσεται· ἴσασι γὰρ ἐφʼ οἷς αὐτοὺς Κυαξάρης ἐπάγεται συμμάχους· ὅ τι δʼ ἂν πρὸς τοῖς εἰρημένοις λαμβάνῃ τις, ταῦτα καὶ τιμὴν νομιοῦσι καὶ χάριν τούτων εἰκὸς εἰδέναι τῷ διδόντι. τὸ δʼ ἔχοντα δύναμιν ᾗ ἔστι μὲν φίλους εὖ ποιοῦντα ἀντωφελεῖσθαι, ἔστι δὲ ἐχθροὺς πειρᾶσθαι τείσασθαι, ἔπειτʼ ἀμελεῖν τοῦ πορίζεσθαι, οἴει τι, ἔφη, ἧττόν τι τοῦτο εἶναι αἰσχρὸν ἢ εἴ τις3 ἔχων μὲν ἀγρούς, ἔχων δὲ ἐργάτας οἷς ἂν ἐργάζοιτο, ἔπειτʼ ἐῴη τὴν ἀργοῦσαν ἀνωφέλητον εἶναι; ὥς γʼ ἐμοῦ, ἔφη, μηδέποτε ἀμελήσοντος τοῦ τὰ ἐπιτήδεια τοῖς στρατιώταις συμμηχανᾶσθαι μήτʼ ἐν φιλίᾳ μήτʼ ἐν πολεμίᾳ οὕτως ἔχε τὴν γνώμην.4

“确实如此,父亲,”他说,“您所说的这一切在我看来不仅大体上都很中肯,尤其是这一点:士兵们如今据说将要领取的物资,他们绝不会因此向我感恩,因为他们清楚基亚克萨雷斯是以何种条件招引他们作为盟友的;但假若有人在所许诺之外获得任何给养,他们就会将其视为荣耀,并且理所当然会向给予者感激涕零。而假若一个人拥有一支力量,本可以借此施恩于朋友以换取回报,又可以尝试报复敌人,却随后疏于筹措粮饷——您以为,”他说,“这与某人拥有田产、拥有可以耕作的劳工,却随后任由荒地毫无收益相比,难道会有一丝一毫更不可耻吗?因此,父亲,”他说,“请您确信,无论身在友方还是敌方土地上,我绝不会疏于为士兵们共同谋划补给之策。”

语法注4 条
  1. 1.6.8οὕς, ἔφη, ἐγὼ αἰσθάνομαι ἀρξάμενος ἀπὸ τῶν ἡμετέρων φίλων τούτων ἡγουμένους

    关系代词 οὕς 指向前文的 τοιούτους(统治者们),它既作为感知动词 αἰσθάνομαι 的宾语,又作为分词 ἡγουμένους 的逻辑主语。短语 ἀρξάμενος ἀπό... 是表示“以……为开端/从……起”的习惯性分词用法。

  2. 1.6.10τόδε δὲ πάντων μάλιστά μοι μέμνησο μηδέποτε ἀναμένειν τὸ πορίζεσθαι τὰ ἐπιτήδεια ἔστʼ ἂν ἡ χρεία σε ἀναγκάσῃ

    代词 τόδε 是下文不定式短语 μηδέποτε ἀναμένειν... 的前指代词。冠词加不定式 τὸ πορίζεσθαι 作动词 ἀναμένειν(等待、拖延)的直接宾语。ἔστʼ ἂν 加虚拟语气构成表示“直到……”的时间状语从句。

  3. 1.6.11τὸ δʼ ἔχοντα δύναμιν ... ἔπειτʼ ἀμελεῖν τοῦ πορίζεσθαι, οἴει τι, ἔφη, ἧττόν τι τοῦτο εἶναι αἰσχρὸν ἢ εἴ τις

    句首由冠词引导的不定式短语 τὸ ... ἀμελεῖν(“在拥有……的同时却疏于筹措粮饷”)被置于句首作为话题,并在主句的“宾格加不定式”结构(οἴει ... τοῦτο εἶναι αἰσχρὸν)中由代词 τοῦτο 予以复指。分词 ἔχοντα 为宾格,作不定式 ἀμελεῖν 的逻辑主语。

  4. 1.6.11ὥς γʼ ἐμοῦ, ἔφη, μηδέποτε ἀμελήσοντος τοῦ τὰ ἐπιτήδεια τοῖς στρατιώταις συμμηχανᾶσθαι μήτʼ ἐν φιλίᾳ μήτʼ ἐν πολεμίᾳ οὕτως ἔχε τὴν γνώμην

    连词 ὡς 连同属格绝对结构(ἐμοῦ ... ἀμελήσοντος)与祈使句 οὕτως ἔχε τὴν γνώμην(“请保持如此看法/确信”)相呼应。这是一种表示说话者坚定意图或保证的习惯句式,意为“请确信我决不会疏忽……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.6.8-1.6.11