- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.6.1-1.6.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士在吉兆雷鸣中祈求家神庇佑后踏上征途,父亲冈比西斯伴行送别。途中父子二人讨论了亲自通晓占卜之理、以自身勤勉作为祈求神恩前提的真义,以及统御他人的非凡难度。
Κῦρος δὲ ἐλθὼν οἴκαδε καὶ προσευξάμενος Ἑστίᾳ πατρῴᾳ καὶ Διὶ πατρῴῳ καὶ τοῖς ἄλλοις θεοῖς ὡρμᾶτο ἐπὶ τὴν στρατείαν, συμπρούπεμπε δὲ αὐτὸν καὶ ὁ πατήρ. ἐπεὶ δὲ ἔξω τῆς οἰκίας ἐγένοντο, λέγονται ἀστραπαὶ καὶ βρονταὶ αὐτῷ αἴσιοι γενέσθαι. τούτων δὲ φανέντων οὐδὲν ἄλλο ἔτι οἰωνιζόμενοι ἐπορεύοντο, ὡς οὐδένα ἂν λύσαντα τὰ τοῦ μεγίστου θεοῦ σημεῖα.1
居鲁士回到家中,向家传的赫斯提亚、家传的宙斯以及其他诸神祈祷后,便动身踏上征途,他的父亲也伴行相送。当他们来到屋外时,据说有吉兆的电闪雷鸣为他出现。这些征兆显现之后,他们没有再进行其他鸟卜便继续前行,深信没有任何人能够废止至高神明昭示的兆头。
προϊόντι δὲ τῷ Κύρῳ ὁ πατὴρ ἤρχετο λόγου τοιοῦδε. ὦ παῖ, ὅτι μὲν οἱ θεοὶ ἵλεῴ τε καὶ εὐμενεῖς πέμπουσί σε καὶ ἐν ἱεροῖς δῆλον καὶ ἐν οὐρανίοις σημείοις· γιγνώσκεις δὲ καὶ αὐτός. ἐγὼ γάρ σε ταῦτα ἐπίτηδες ἐδιδαξάμην,2 ὅπως μὴ διʼ ἄλλων ἑρμηνέων τὰς τῶν θεῶν συμβουλίας συνιείης, ἀλλʼ αὐτὸς καὶ ὁρῶν τὰ ὁρατὰ καὶ ἀκούων τὰ ἀκουστὰ γιγνώσκοις καὶ μὴ ἐπὶ μάντεσιν εἴης, εἰ βούλοιντό σε ἐξαπατᾶν ἕτερα λέγοντες ἢ τὰ παρὰ τῶν θεῶν σημαινόμενα, μηδʼ αὖ, εἴ ποτε ἄρα ἄνευ μάντεως γένοιο, ἀποροῖο θείοις σημείοις ὅ τι χρῷο, ἀλλὰ γιγνώσκων διὰ τῆς μαντικῆς τὰ παρὰ τῶν θεῶν συμβουλευόμενα, τούτοις πείθοιο.
在居鲁士前行途中,父亲开口对他说:“儿子,神明以恩眷仁慈之心护送你出征,这在祭牲和天象征兆中都昭然若揭,你自己也清楚。因为我特意让你学习了这些,就是为了让你不必通过其他解释者来领会神明的劝诫,而是能亲自看到该看之象,听到该听之兆,并且心领神会;这样,如果占卜者想要说出与神明所示不同的事来欺骗你,你也不会受制于他们;再者,假若你何时身边恰好没有占卜者,也不至于面对神圣征兆不知如何运用,而是能通过占卜之术明晓神明的指引,从而遵照执行。”
καὶ μὲν δή, ὦ πάτερ, ἔφη ὁ Κῦρος, ὡς ἂν ἵλεῳ οἱ θεοὶ ὄντες ἡμῖν συμβουλεύειν θέλωσιν, ὅσον δύναμαι κατὰ τὸν σὸν λόγον διατελῶ ἐπιμελούμενος. μέμνημαι γάρ, ἔφη, ἀκούσας ποτέ σου ὅτι εἰκότως ἂν καὶ παρὰ θεῶν πρακτικώτερος εἴη ὥσπερ καὶ παρʼ ἀνθρώπων ὅστις μὴ ὁπότε ἐν ἀπόροις εἴη, τότε κολακεύοι, ἀλλʼ ὅτε τὰ ἄριστα πράττοι, τότε μάλιστα τῶν θεῶν μεμνῇτο· καὶ τῶν φίλων δʼ ἔφησθα χρῆναι ὡσαύτως οὕτως ἐπιμελεῖσθαι.
“确实如此,父亲,”居鲁士说,“为了让神明保持慈爱并乐于为我们提供指引,我一直依照您的教诲,竭尽所能地加以留意。因为我记得,”他说,“曾听您说过,无论面对神明还是面对凡人,一个人理所当然更易达成所求,只要他不是只在困厄时才去奉承,而是在境遇最好时最常念及神明;您还说过,对待朋友也理应完全如此。”
οὐκοῦν νῦν, ἔφη, ὦ παῖ, διά γʼ ἐκείνας τὰς ἐπιμελείας ἥδιον μὲν ἔρχῃ πρὸς τοὺς θεοὺς δεησόμενος, ἐλπίζεις δὲ μᾶλλον τεύξεσθαι ὧν ἂν δέῃ, ὅτι συνειδέναι σαυτῷ δοκεῖς οὐπώποτʼ ἀμελήσας αὐτῶν; πάνυ μὲν οὖν, ἔφη, ὦ πάτερ, ὡς πρὸς φίλους μοι ὄντας τοὺς θεοὺς οὕτω διάκειμαι.
“那么现在,儿子,”父亲说,“岂不正是由于那些日常的顾念,你如今才更欣然地前去向诸神祈求,并且由于自认从未怠慢过神明,因而更有指望获得你所祈求的一切吗?”“正是如此,父亲,”他说,“我对待神明的心意,就如同对待我的挚友一样。”
τί γάρ, ἔφη, ὦ παῖ, μέμνησαι ἐκεῖνα ἅ ποτε ἐδόκει ἡμῖν, ὡς ἅπερ δεδώκασιν οἱ θεοὶ μαθόντας ἀνθρώπους βέλτιον πράττειν ἢ ἀνεπιστήμονας αὐτῶν ὄντας καὶ ἐργαζομένους μᾶλλον ἁνύτειν ἢ ἀργοῦντας καὶ ἐπιμελουμένους ἀσφαλέστερον διάγειν ἢ ἀφυλακτοῦντας τούτων, —παρέχοντας οὖν τοιούτους ἑαυτοὺς οἵους δεῖ, οὕτως ἡμῖν ἐδόκει δεῖν καὶ αἰτεῖσθαι3 τἀγαθὰ παρὰ τῶν θεῶν;
“那么,儿子,”父亲说,“你是否还记得我们曾共同赞同的那些道理:学会神明所赐之事的人比对此懵懂无知者境遇更好,辛勤劳作的人比游手好闲者更有成效,周密防备的人比对此疏忽大意者生活得更安全——因此,唯有使我们自己成为应当成为的那样的人,我们才应当以此种方式向神明祈求福祉?”
ναὶ μὰ Δίʼ, ἔφη ὁ Κῦρος, μέμνημαι μέντοι τοιαῦτα ἀκούσας σου· καὶ γὰρ ἀνάγκη με πείθεσθαι τῷ λόγῳ· καὶ γὰρ οἶδά σε λέγοντα ἀεὶ ὡς οὐδὲ θέμις εἴη αἰτεῖσθαι παρὰ τῶν θεῶν οὔτε ἱππεύειν μὴ μαθόντας ἱππομαχοῦντας νικᾶν, οὔτε μὴ ἐπισταμένους τοξεύειν τοξεύοντας κρατεῖν τῶν ἐπισταμένων, οὔτε μὴ ἐπισταμένους κυβερνᾶν σῴζειν εὔχεσθαι ναῦς κυβερνῶντας, οὐδὲ μὴ σπείροντάς γε σῖτον εὔχεσθαι καλὸν αὐτοῖς φύεσθαι, οὐδὲ μὴ φυλαττομένους γε ἐν πολέμῳ σωτηρίαν αἰτεῖσθαι· παρὰ γὰρ τοὺς τῶν θεῶν θεσμοὺς πάντα τὰ τοιαῦτα εἶναι· τοὺς δὲ ἀθέμιτα εὐχομένους ὁμοίως ἔφησθα εἰκὸς εἶναι παρὰ θεῶν ἀτυχεῖν ὥσπερ καὶ παρὰ ἀνθρώπων ἀπρακτεῖν τοὺς παράνομα δεομένους.
“凭宙斯起誓,正是如此,”居鲁士说,“我确实记得从您那里听过这样的话。我必然信服这一道理;因为我深知您总是说,未学骑术者祈求在骑兵战中取胜,不懂射箭者祈求在放箭时压倒行家,不谙掌舵者祈求在操舵时保全舟船,未曾播种者祈求地里长出丰美的粮食,战时不加防备者祈求安全自保,凡此种种甚至都是不合神律的,绝不可向神明祈求。您说,这一切皆违背神明的法度;祈求非分之事者在神明面前遭遇挫折,正如同提出非法诉求者在世人面前徒劳无功一样,是极其自然的。”
ἐκείνων δέ, ὦ παῖ, ἐπελάθου ἅ ποτε ἐγὼ καὶ σὺ ἐλογιζόμεθα ὡς ἱκανὸν εἴη καὶ καλὸν ἀνδρὶ ἔργον, εἴ τις δύναιτο ἐπιμεληθῆναι ὅπως ἂν αὐτός τε καλὸς κἀγαθὸς δοκίμως γένοιτο καὶ τὰ ἐπιτήδεια αὐτός τε καὶ οἱ οἰκέται ἱκανῶς ἔχοιεν; τὸ δέ, τούτου μεγάλου ἔργου ὄντος, οὕτως ἐπίστασθαι ἀνθρώπων ἄλλων προστατεύειν4 ὅπως ἕξουσι πάντα τὰ ἐπιτήδεια ἔκπλεω καὶ ὅπως ἔσονται πάντες οἵους δεῖ, τοῦτο θαυμαστὸν δήπου ἡμῖν τότε ἐφαίνετο εἶναι.
“那么,儿子,你可曾忘记我们当初共同推敲过的另一件事吗?”父亲说,“倘若一个人能尽心使自己确凿成为一名高尚雅正之士,并使自己和家人丰衣足食,这对于一个人来说就已是一项足够充实而崇高的事业了;然而,在这本身就是一项伟大事业的同时,若还能懂得统领他人,使他们拥有一切充裕的必需之物,并使所有人都成为应当成为的那种优秀之人——在当时看来,这岂不是令我们由衷赞叹的伟业吗?”
- 1.6.1ὡς οὐδένα ἂν λύσαντα τὰ τοῦ μεγίστου θεοῦ σημεῖα
连词 ὡς 引导带小词 ἄν 的分词 λύσαντα 构成独立宾格结构,表示主句动词 ἐπορεύοντο 的主观理由或行军者的心理信念(“深信绝无任何人能够废止……”)。在句法上,它相当于潜势语气(οὐδεὶς ἂν ἔλυσε / λύσειε)转化为分词形式。
- 1.6.2ἐδιδαξάμην
动词 διδάσκω 的第一过去时中间体直陈式第一人称单数。此处用作间接/使役中间体(“我为你请人教授 / 我特意让你受教”),表示父亲安排人教授居鲁士占卜之术。
- 1.6.5παρέχοντας οὖν τοιούτους ἑαυτοὺς οἵους δεῖ, οὕτως ἡμῖν ἐδόκει δεῖν καὶ αἰτεῖσθαι
宾格分词短语 παρέχοντας ... οἵους δεῖ 在句法上作后文非人称不定式构式 δεῖν καὶ αἰτεῖσθαι 的逻辑主语。由于前文由 ὡς 引出的一长串“宾格加不定式”结构(ἀνθρώπους ... πράττειν ...)较为冗长,此处使用 οὖν 和 οὕτως 起到承前复指、恢复句意的作用。
- 1.6.7τὸ δέ, τούτου μεγάλου ἔργου ὄντος, οὕτως ἐπίστασθαι ἀνθρώπων ἄλλων προστατεύειν
句首的中性冠词 τό 用来名词化后文的不定式短语 ἐπίστασθαι ... προστατεύειν(“懂得统领他人”),中间插入了独立属格 τούτου μεγάλου ἔργου ὄντος。这整个带冠词的不定式短语在主句后部由复指代词 τοῦτο 承接,充当表语 θαυμαστόν 的实际主语。
