- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.6.12-1.6.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
冈比西斯与居鲁士回顾昔日关于将略实质的交谈,重申在战术阵形之前给养、健康、士气与服从的重要性。冈比西斯进而开导居鲁士,将领真正的职责不仅在于如补衣匠般事后医治伤病,更在于通过选择健康营地等手段使军队从一开始就不致染病。
τί γάρ, ἔφη, ὦ παῖ, τῶν ἄλλων, ὧν ἐδόκει ποθʼ ἡμῖν ἀναγκαῖον εἶναι μὴ παραμελεῖν, ἦ μέμνησαι; οὐ γάρ, ἔφη, μέμνημαι ὅτε ἐγὼ μὲν πρὸς σὲ ἦλθον ἐπʼ ἀργύριον, ὅπως ἀποδοίην τῷ φάσκοντι στρατηγεῖν με πεπαιδευκέναι, σὺ δὲ ἅμα διδούς μοι ἐπηρώτας ὧδέ πως· ἆρά γε, εἶπας, ὦ παῖ, ἐν τοῖς στρατηγικοῖς καὶ οἰκονομίας τί σοι ἐπεμνήσθη ὁ ἀνὴρ ᾧ τὸν μισθὸν φέρεις; οὐδὲν μέντοι ἧττον οἱ στρατιῶται τῶν ἐπιτηδείων δέονται ἢ οἱ ἐν οἴκῳ οἰκέται. ἐπεὶ δʼ ἐγώ σοι λέγων τἀληθῆ εἶπον ὅτι οὐδʼ ὁτιοῦν περὶ τούτου ἐπεμνήσθη, ἐπήρου με πάλιν εἴ τί μοι ὑγιείας πέρι ἢ ῥώμης ἔλεξεν, ὡς δεῆσον1 τούτων ὥσπερ καὶ τῆς στρατηγίας τὸν στρατηγὸν ἐπιμελεῖσθαι.
“那么,儿子,”〔父亲〕说,“关于我们曾认为不可忽视的那些其他事项,你可曾记得?”“我怎会不记得呢,”他说,“那时我来到您这里要钱,以便付给那个自称传授了我将领之术的人;而您一边把钱交给我,一边大致这样询问我:‘告诉我,儿子,你打算付酬金的那个人,在将领事务中是否也向你提及了任何治家谋生之道?因为士兵对必需物资的需要,丝毫不亚于家中的仆人。’当我如实告诉您他对这方面绝口未提时,您又问我他是否跟我谈过关于健康或体魄的事,因为将领理应照料这些事情,正如照料指挥权本身一样。
ὡς δὲ καὶ ταῦτʼ ἀπέφησα, ἐπήρου με αὖ πάλιν εἴ τινας τέχνας ἐδίδαξεν, αἳ τῶν πολεμικῶν ἔργων κράτισται ἂν σύμμαχοι γένοιντο. ἀποφήσαντος δέ μου καὶ τοῦτο ἀνέκρινας αὖ σὺ καὶ τόδε εἴ τί μʼ ἐπαίδευσεν ὡς ἂν δυναίμην στρατιᾷ προθυμίαν ἐμβαλεῖν, λέγων ὅτι τὸ πᾶν διαφέρει ἐν παντὶ ἔργῳ προθυμία ἀθυμίας. ἐπεὶ δὲ καὶ τοῦτο ἀνένευον, ἤλεγχες αὖ σὺ εἴ τινα λόγον ποιήσαιτο διδάσκων περὶ τοῦ πείθεσθαι τὴν στρατιάν, ὡς ἄν τις μάλιστα μηχανῷτο.
当我再次否认这一点时,您又问他是否传授了任何能成为战事最得力助力的技艺。当我对此也予以否认时,您又追问:他是否指点过我怎样才能激发军队的热忱,并且说在任何事业中,热忱与气馁都有着霄壤之别。当我对此同样摇头否认时,您又探问他是否讲过任何关于军队服从的道理,教导人当如何最好地加以谋划。
ἐπεὶ δὲ καὶ τοῦτο παντάπασιν ἄρρητον ἐφαίνετο, τέλος δή μʼ ἐπήρου ὅ τι ποτὲ διδάσκων στρατηγίαν φαίη με διδάσκειν. κἀγὼ δὴ ἐνταῦθα ἀποκρίνομαι ὅτι τὰ τακτικά. καὶ σὺ γελάσας διῆλθές μοι παρατιθεὶς ἕκαστον τί εἴη ὄφελος στρατιᾷ τακτικῶν ἄνευ τῶν ἐπιτηδείων, τί δʼ ἄνευ τοῦ ὑγιαίνειν, τί δʼ ἄνευ τοῦ ἐπίστασθαι τὰς ηὑρημένας εἰς πόλεμον τέχνας, τί δʼ ἄνευ τοῦ πείθεσθαι. ὡς δέ μοι καταφανὲς ἐποίησας ὅτι μικρόν τι μέρος εἴη στρατηγίας τὰ τακτικά, ἐπερομένου μου εἴ τι τούτων σύ με διδάξαι ἱκανὸς εἴης, ἀπιόντα με ἐκέλευσας τοῖς στρατηγικοῖς νομιζομένοις ἀνδράσι διαλέγεσθαι καὶ πυθέσθαι πῇ ἕκαστα τούτων γίγνεται.
当这一切显得全然未被提及之后,您最终问我:他究竟传授了什么,才自称是在传授我将领之术?我当时回答说:是战术阵形。于是您笑了起来,将每一项并列对照,向我剖析:没有给养的军队,懂战术有何用处?没有健康又有何用?不通晓为战争而发明的诸种技艺又有何用?没有服从又有何用?当您向我阐明战术不过是将领之术中微不足道的一部分时,我问您能否将这些传授于我,您便命我去与那些公认通晓将略的人交谈,探询这一切究竟是如何促成的。
ἐκ τούτου δʼ ἐγὼ συνῆν τούτοις, οὓς μάλιστα φρονίμους περὶ τούτων ἤκουον εἶναι. καὶ περὶ μὲν τροφῆς ἐπείσθην ἱκανὸν εἶναι ὑπάρχον ὅ τι Κυαξάρης ἔμελλε παρέξειν ἡμῖν, περὶ δὲ ὑγιείας, ἀκούων καὶ ὁρῶν ὅτι καὶ πόλεις αἱ χρῄζουσαι ὑγιαίνειν ἰατροὺς αἱροῦνται καὶ οἱ στρατηγοὶ τῶν στρατιωτῶν ἕνεκεν ἰατροὺς ἐξάγουσιν, οὕτω καὶ ἐγὼ ἐπεὶ ἐν τῷ τέλει τούτῳ ἐγενόμην, εὐθὺς τούτου ἐπεμελήθην, καὶ οἶμαι, ἔφη, ὦ πάτερ, πάνυ ἱκανοὺς τὴν ἰατρικὴν τέχνην ἕξειν μετʼ ἐμαυτοῦ ἄνδρας. πρὸς ταῦτα δὴ ὁ πατὴρ εἶπεν·
自那以后,我便与那些我听说在这方面最为明智的人交往。关于粮食,我相信只要基亚克萨雷斯将向我们提供的那些到位,便已足够;而关于健康,由于耳闻目睹那些注重健康的城邦会选任医官,将领们也会为了士兵而携医官出征,因此我自己一就任此职,便立刻照料此事;父亲,”他说,“我想我身边将会有在医术上极为精湛的人员。”
ἀλλʼ, ὦ παῖ, ἔφη, οὗτοι μὲν οὓς λέγεις, ὥσπερ ἱματίων ῥαγέντων εἰσί τινες ἀκεσταί, οὕτω καὶ οἱ ἰατροί, ὅταν τινὲς νοσήσωσι, τότε ἰῶνται τούτους· σοὶ δὲ τούτου μεγαλοπρεπεστέρα ἔσται ἡ τῆς ὑγιείας ἐπιμέλεια· τὸ γὰρ ἀρχὴν μὴ κάμνειν2 τὸ στράτευμα, τούτου σοι δεῖ μέλειν. καὶ τίνα δὴ ἐγώ, ἔφη, ὦ πάτερ, ὁδὸν ἰὼν3 τοῦτο πράττειν ἱκανὸς ἔσομαι; ἢν μὲν δήπου χρόνον τινὰ μέλλῃς ἐν τῷ αὐτῷ μένειν, ὑγιεινοῦ πρῶτον δεῖ στρατοπέδου μὴ ἀμελῆσαι· τούτου δὲ οὐκ ἂν ἁμάρτοις, ἄνπερ μελήσῃ σοι. καὶ γὰρ λέγοντες οὐδὲν παύονται ἅνθρωποι περί τε τῶν νοσηρῶν χωρίων καὶ περὶ τῶν ὑγιεινῶν· μάρτυρες δὲ σαφεῖς ἑκατέροις αὐτῶν παρίστανται τά τε σώματα καὶ τὰ χρώματα. ἔπειτα δὲ οὐ τὰ χωρία μόνον ἀρκέσει σκέψασθαι, ἀλλὰ μνήσθητι σὺ πῶς πειρᾷ σαυτοῦ ἐπιμελεῖσθαι ὅπως ὑγιαίνῃς.
对此,父亲说道: “然而,儿子,”他说,“你所说的这些人,就像衣服撕破时的缝补匠一样;医生们也是在有人患病时,才前去医治。但对你而言,关照健康将是比这更为崇高的事:因为使军队自始至终不致染病,才应当是你所挂虑的事。”“那么父亲,”他说,“我当依循怎样的途径,才能有能力做到这一点呢?”“假若你打算在同一个地方驻留一段时间,首先切不可忽视设立一个健康的营地;只要你留心,便绝不会在此事上出错。因为人们从不停止谈论哪些地方易生疾病,哪些地方宜居健康;而且对于这两者,体魄和气色就是呈现在眼前的明明白白的见证。其次,仅察看地点还不够,你还要回想一下你自己为了保持健康,平时是如何努力照料自身的。”
- 1.6.12ὡς δεῆσον
由连词 ὡς 与非人称动词 δεῖ 的将来时 δεήσει 所派生的中性宾格将来分词 δεῆσον 构成的宾格绝对结构(accusative absolute),表示说话者(父亲)主观上的认定或预见理由(“认为将领理应照料……”)。
- 1.6.16τὸ γὰρ ἀρχὴν μὴ κάμνειν
ἀρχήν 作状语性宾格(副词性宾格),与否定词连用表示“压根”、“从一开始”。冠词引导的不定式短语 τὸ ... μὴ κάμνειν 置于句首充当强调的主题,并由后文 δεῖ μέλειν 所支配的属格代词 τούτου 加以承接复指。
- 1.6.16τίνα δὴ ... ὁδὸν ἰὼν
ὁδόν 与分词 ἰών 构成同族宾格(或状语性宾格),字面意为“走哪条道路”,比喻性地引申为“循何种途径/采取何种手段”。
