- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.6.34-1.6.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
冈比西斯阐述了为何待青年时期才传授对敌谋略的缘由,教导居鲁士既要利用敌人不可避免的生理弱点,更要主动运用伪装和诱敌等奇计,并启发他将昔日狩猎小动物时的设伏与诱捕智慧推及至战争之中。
ἐπεὶ δὲ ἔχοιεν τὴν ἡλικίαν ἣν σὺ νῦν ἔχεις, ἤδη καὶ τὰ πρὸς τοὺς πολεμίους νόμιμα ἐδόκει ἀσφαλὲς εἶναι διδάσκειν. οὐ γὰρ ἂν ἔτι ἐξενεχθῆναι δοκεῖτε1 πρὸς τὸ ἄγριοι πολῖται γενέσθαι ἐν τῷ αἰδεῖσθαι ἀλλήλους συντεθραμμένοι· ὥσπερ γε καὶ περὶ ἀφροδισίων οὐ διελεγόμεθα πρὸς τοὺς ἄγαν νέους, ἵνα μὴ πρὸς τὴν ἰσχυρὰν ἐπιθυμίαν αὐτοῖς ῥᾳδιουργίας προσγενομένης ἀμέτρως αὐτῇ χρῷντο οἱ νέοι.
“然而,当他们达到了你现在的年龄时,教导他们对待仇敌的法度才被认为是安全的。因为你们既然是在相互敬重的氛围中一同被抚育长大的,便料想不再会被带偏而成为野蛮粗暴的公民。正如我们不曾与年纪过幼的人谈论男女之事一样,以免青年人在强烈的欲望之上又染上放纵的恶习,从而漫无节制地沉湎其中。”
νὴ Δίʼ, ἔφη· ὡς τοίνυν ὀψιμαθῆ ὄντα ἐμὲ τούτων τῶν πλεονεξιῶν, ὦ πάτερ, μὴ φείδου εἴ τι ἔχεις διδάσκειν ὅπως πλεονεκτήσω ἐγὼ τῶν πολεμίων. μηχανῶ τοίνυν, ἔφη, ὅπως ἐς τὴν δύναμιν τεταγμένοις τε τοῖς σαυτοῦ ἀτάκτους λαμβάνῃς τοὺς πολεμίους καὶ ὡπλισμένοις ἀόπλους καὶ ἐγρηγορόσι καθεύδοντας, καὶ φανερούς σοι ὄντας ἀφανὴς αὐτὸς ὢν ἐκείνοις καὶ ἐν δυσχωρίᾳ αὐτοὺς γιγνομένους ἐν ἐρυμνῷ αὐτὸς ὢν ὑποδέξῃ.
“对宙斯发誓,确实如此,”他说。“因此,父亲,既然在这些巧取优势的技艺上我算是个后学者,如果您有什么可以教导的、能让我占得针对敌人的上风,就请毫无保留地教给我吧。”“那么,你就必须竭尽所能地设法谋划,”他说,“在你的部伍井然有序时去抓捕混乱无序的敌人,在你的部伍全副武装时去袭击赤手空拳的敌人,在你的部伍保持清醒时去突袭熟睡中的敌人,并在敌人对你一无所见而他们对你暴露无遗时、或在敌人陷入险阻地形而你自己身处坚固据点时去迎击他们。”
καὶ πῶς ἄν, ἔφη, τις τοιαῦτα, ὦ πάτερ, ἁμαρτάνοντας δύναιτʼ ἂν τοὺς πολεμίους λαμβάνειν; ὅτι, ἔφη, ὦ παῖ, πολλὰ μὲν τούτων ἀνάγκη ἐστὶ καὶ ὑμᾶς καὶ τοὺς πολεμίους παρασχεῖν· σιτοποιεῖσθαί τε γὰρ ἀνάγκη ἀμφοτέρους, κοιμᾶσθαί τε ἀνάγκη ἀμφοτέρους καὶ ἕωθεν ἐπὶ τὰ ἀναγκαῖα σχεδὸν ἅμα πάντας ἵεσθαι, καὶ ταῖς ὁδοῖς ὁποῖαι ἂν ὦσι τοιαύταις ἀνάγκη χρῆσθαι. ἃ χρή σε πάντα κατανοοῦντα, ἐν ᾧ μὲν ἂν ὑμᾶς γιγνώσκῃς ἀσθενεστάτους γιγνομένους, ἐν τούτῳ μάλιστα φυλάττεσθαι· ἐν ᾧ δʼ ἂν τοὺς πολεμίους αἰσθάνῃ εὐχειρωτοτάτους γιγνομένους, ἐν τούτῳ μάλιστα ἐπιτίθεσθαι.
“那么,父亲,”他说,“人怎样才能抓住敌人犯下这般过错的机会呢?”“因为,儿子啊,”他说,“在许多这类事情上,无论是你们还是敌人都不可避免地要身临其境。因为双方都必然要生火做饭,双方都必然要就寝休息,清晨时分几乎所有人都要同时去料理生理所需,而且道路不论如何,他们都必然要走那样的路。你必须洞察这一切,在发觉你们自己最为脆弱的关口,便要极力防范;而在察觉敌人最容易被制伏的当口,便要全力进攻。”
πότερον δʼ, ἔφη ὁ Κῦρος, ἐν τούτοις μόνον ἔστι πλεονεκτεῖν ἢ καὶ ἐν ἄλλοις τισί; καὶ πολύ γε μᾶλλον, ἔφη, ὦ παῖ· ἐν τούτοις μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ πάντες ἰσχυρὰς φυλακὰς ποιοῦνται εἰδότες ὅτι δέονται. οἱ δʼ ἐξαπατῶντες τοὺς πολεμίους δύνανται καὶ θαρρῆσαι ποιήσαντες ἀφυλάκτους λαμβάνειν καὶ διῶξαι παραδόντες ἑαυτοὺς ἀτάκτους ποιῆσαι καὶ εἰς δυσχωρίαν φυγῇ ὑπαγαγόντες ἐνταῦθα ἐπιτίθεσθαι.
“那么,”居鲁士说,“仅仅在这些事情上能够占得便宜,还是在其他某些事上也行呢?”“在其他事上能占的便宜还要多得多,儿子啊,”他说。“因为在这些事情上,所有人通常都知道需要防备,因而设立了坚固的哨戒。但那些能够欺瞒敌人的人,既能通过让敌人盲目自信而趁其不备进行抓捕,又能通过佯装败退诱敌追击使他们阵容大乱,还能通过假意溃逃将敌人引入险隘之地并在那里发起攻击。”
δεῖ δή, ἔφη, φιλομαθῆ σε τούτων ἁπάντων ὄντα οὐχ οἷς ἂν μάθῃς τούτοις μόνοις χρῆσθαι, ἀλλὰ καὶ αὐτὸν ποιητὴν εἶναι τῶν πρὸς τοὺς πολεμίους μηχανημάτων, ὥσπερ καὶ οἱ μουσικοὶ οὐχ οἷς ἂν μάθωσι τούτοις μόνον χρῶνται, ἀλλὰ καὶ ἄλλα νέα πειρῶνται ποιεῖν. καὶ σφόδρα μὲν καὶ ἐν τοῖς μουσικοῖς τὰ νέα καὶ ἀνθηρὰ εὐδοκιμεῖ, πολὺ δὲ καὶ ἐν τοῖς πολεμικοῖς μᾶλλον τὰ καινὰ μηχανήματα εὐδοκιμεῖ· ταῦτα γὰρ μᾶλλον καὶ ἐξαπατᾶν δύναται τοὺς ὑπεναντίους.
“因此,”他说,“你既然好学这些本领,就绝不可仅限于运用所学到的东西,而是必须自己成为针对敌人的计谋创造者,正如乐师们不仅使用所学到的乐曲,而且还尝试创作新的乐曲一样。在音乐中,新颖华美的曲调固然大受欢迎,而在战争技艺中,崭新的奇谋则受赞誉得多;因为这些策略更有能力欺骗对手。”
εἰ δὲ σύ γε, ἔφη, ὦ παῖ, μηδὲν ἄλλο ἢ μετενέγκοις ἐπʼ ἀνθρώπους τὰς μηχανὰς ἃς καὶ πάνυ ἐπὶ τοῖς μικροῖς θηρίοις ἐμηχανῶ, οὐκ οἴει ἄν, ἔφη, πρόσω πάνυ ἐλάσαι τῆς πρὸς τοὺς πολεμίους πλεονεξίας; σὺ γὰρ ἐπὶ μὲν τὰς ὄρνιθας ἐν τῷ ἰσχυροτάτῳ χειμῶνι ἀνιστάμενος ἐπορεύου νυκτός, καὶ πρὶν κινεῖσθαι τὰς ὄρνιθας ἐπεποίηντό σοι αἱ πάγαι αὐταῖς καὶ τὸ κεκινημένον χωρίον ἐξείκαστο τῷ ἀκινήτῳ· ὄρνιθες δʼ ἐπεπαίδευντό σοι ὥστε σοὶ μὲν τὰ συμφέροντα ὑπηρετεῖν, τὰς δὲ ὁμοφύλους ὄρνιθας ἐξαπατᾶν· αὐτὸς δὲ ἐνήδρευες, ὥστε ὁρᾶν μὲν αὐτάς, μὴ ὁρᾶσθαι δὲ ὑπʼ αὐτῶν· ἠσκήκεις δὲ φθάνων ἕλκειν ἢ τὰ πτηνὰ φεύγειν.2
“儿子啊,如果你哪怕仅仅将从前针对小野兽费尽心思设下的机关转移到人身上,”他说,“你难道不认为自己在对敌谋取优势方面能够突飞猛进吗?因为面对飞鸟时,你曾在寒冬最凛冽的严冬夜间起身出发,在飞鸟动弹之前,捕鸟机关便已设好,被翻动过的地面也伪装得与未翻动时一模一样;你还训练好了诱饵鸟,使它们既服从你的利益,又去欺瞒同类的飞鸟;你自己则设伏潜藏,做到能看见它们而自己不被它们发现;你还练就了在飞鸟逃脱之前先下手拉紧网绳的本领。”
πρὸς δʼ αὖ τὸν λαγῶ, ὅτι μὲν ἐν σκότει νέμεται, τὴν δʼ ἡμέραν ἀποδιδράσκει, κύνας ἔτρεφες αἳ τῇ ὀσμῇ αὐτὸν ἀνηύρισκον. ὅτι δὲ ταχὺ ἔφευγεν, ἐπεὶ εὑρεθείη, ἄλλας κύνας εἶχες ἐπιτετηδευμένας πρὸς τὸ κατὰ πόδας αἱρεῖν. εἰ δὲ καὶ ταύτας ἀποφύγοι, τοὺς πόρους αὐτῶν ἐκμανθάνων καὶ πρὸς οἷα χωρία φεύγοντες ἀφικνοῦνται οἱ λαγῷ, ἐν τούτοις δίκτυα δυσόρατα ἐνεπετάννυες ἄν,3 καὶ τῷ σφόδρα φεύγειν αὐτὸς ἑαυτὸν ἐμπεσὼν συνέδει. τοῦ δὲ μηδʼ ἐντεῦθεν διαφεύγειν σκοποὺς τοῦ γιγνομένου καθίστης, οἳ ἐγγύθεν ταχὺ ἔμελλον ἐπιγενήσεσθαι· καὶ αὐτὸς μὲν σὺ ὄπισθεν κραυγῇ οὐδὲν ὑστεριζούσῃ τοῦ λαγῶ βοῶν ἐξέπληττες αὐτὸν ὥστε ἄφρονα ἁλίσκεσθαι, τοὺς δʼ ἔμπροσθεν σιγᾶν διδάξας ἐνεδρεύοντας λανθάνειν ἐποίεις.
“至于针对野兔,由于它在黑暗中觅食、在白昼逃匿,你就饲养了凭借气味搜寻它的猎犬。又由于它被发现后奔逃迅速,你就备有另一些专门训练用于凭脚力追捕的猎犬。倘若它连这些猎犬也能逃脱,你便查明它们的通道以及野兔逃跑时所奔向的区域,在这些地方张挂难以察觉的罗网,野兔因拼命奔逃,一头撞入网中便将自己紧紧缠住。为了防止它甚至从那里逃脱,你还布置了监视动向的斥候,他们随时准备从近处迅速包抄上来;你自己则在后方发出丝毫不落后于野兔的呼喊声,吓得它魂飞魄散、昏头转向而落网,同时你又教导前方的人保持沉默,使埋伏者始终不被察觉。”
- 1.6.34οὐ γὰρ ἂν ἔτι ἐξενεχθῆναι δοκεῖτε
此处采用了人称结构(δοκεῖτε 加上不定式 ἐξενεχθῆναι),并由否定词 οὐ 与潜在小词 ἄν 修饰不定式(“因为料想你们不再会被带偏……”)。在语法功能上等同于非人称结构 οὐ γὰρ ἂν ἔτι δοκεῖ ὑμᾶς ἐξενεχθῆναι。
- 1.6.39ἠσκήκεις δὲ φθάνων ἕλκειν ἢ τὰ πτηνὰ φεύγειν
动词 φθάνω(抢先、及早)后接 ἤ(比……)及不定式的习惯用法,意为“在飞鸟逃脱之前及早拉紧网绳”。分词 φθάνων 作为主要动词 ἠσκήκεις 的补充成分,与后面的不定式 ἕλκειν 以及 ἢ ... φεύγειν 连用,表达先于某事发生的时间优先逻辑。
- 1.6.40ἐνεπετάννυες ἄν
未完成过去时直陈式(ἐνεπετάννυες)与小词 ἄν 连用,表示过去习惯性或反复发生的动作(反复 ἄν,“你总会张挂起……”)。它与前面的希求法条件从句 εἰ ... ἀποφύγοι 相呼应,表示过去狩猎中经常发生的一般性假设与惯常反应。
