← 色诺芬

居鲁士的教育

§1.6.26-1.6.33

克敌制胜的谋略与狩猎训练的教育意义

居鲁士与冈比西斯探讨了交战的时机,父亲阐明战胜敌人必须兼具谋略与欺诈,而少年时期的狩猎正是此类技艺的操练。他随后讲述了一段曾试图同时传授欺诈与正义却导致失控的往事,以此解释为何现行初等教育严格规定只教导诚实与正直。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6.26

ὁπότε δέ, ὦ πάτερ, σοι ἤδη ἔχοιεν μὲν τὰ ἐπιτήδεια οἱ στρατιῶται, ὑγιαίνοιεν δέ, πονεῖν δὲ δύναιντο, τὰς δὲ πολεμικὰς τέχνας ἠσκηκότες εἶεν, φιλοτίμως δʼ ἔχοιεν πρὸς τὸ ἀγαθοὶ φαίνεσθαι, τὸ δὲ πείθεσθαι αὐτοῖς ἥδιον εἴη τοῦ ἀπειθεῖν, οὐκ ἂν τηνικαῦτα σωφρονεῖν ἄν τίς σοι δοκοίη1 διαγωνίζεσθαι βουλόμενος πρὸς τοὺς πολεμίους ὡς τάχιστα; ναὶ μὰ Δίʼ, ἔφη, εἰ μέλλοι γε πλέον ἕξειν· εἰ δὲ μή, ἔγωγʼ ἂν ὅσῳ οἰοίμην καὶ αὐτὸς βελτίων εἶναι καὶ τοὺς ἑπομένους βελτίονας ἔχειν, τόσῳ ἂν μᾶλλον φυλαττοίμην, ὥσπερ καὶ τἆλλα ἃ ἂν οἰώμεθα πλείστου ἡμῖν ἄξια εἶναι, ταῦτα πειρώμεθα ὡς ἐν ἐχυρωτάτῳ ποιεῖσθαι.

“父亲,当你的士兵们已经粮饷齐备、身体康健、能耐劳苦,操练熟练了作战技艺,渴求显出英勇,且以顺从为乐、不以抗命为意时,在那时,若有人希望尽快与敌人决一雌雄,在你看来难道不算是明智的吗?”“对宙斯发誓,”他说,“如果他确实有可能占得上风,那确实如此;但若非如此,就我而言,我越觉得自己更加出色,随行的部队更为精锐,我就越会加倍谨慎防备,正如我们对于其他自认为最宝贵的一切事物,都会竭力置于最安全稳固的境地一样。”

§1.6.27

πλέον δʼ ἔχειν, ὦ πάτερ, πολεμίων πῶς ἄν τις δύναιτο μάλιστα; οὐ μὰ Δίʼ, ἔφη, οὐκέτι τοῦτο φαῦλον, ὦ παῖ, οὐδʼ ἁπλοῦν ἔργον ἐρωτᾷς· ἀλλʼ εὖ ἴσθι ὅτι δεῖ τὸν μέλλοντα τοῦτο ποιήσειν καὶ ἐπίβουλον εἶναι καὶ κρυψίνουν καὶ δολερὸν καὶ ἀπατεῶνα καὶ κλέπτην καὶ ἅρπαγα καὶ ἐν παντὶ πλεονέκτην τῶν πολεμίων. καὶ ὁ Κῦρος ἐπιγελάσας εἶπεν· ὦ Ἡράκλεις, οἷον σὺ λέγεις, ὦ πάτερ, δεῖν ἄνδρα με γενέσθαι. οἷος ἂν ὤν, ἔφη, ὦ παῖ, δικαιότατός τε καὶ νομιμώτατος ἀνὴρ εἴης.2

“那么,父亲,人究竟怎样才能最有效地占得针对敌人的上风呢?”“对宙斯发誓,儿子啊,”他说,“你所问的已绝非一件轻而易举或单纯的事情了。但你要深知,打算做到这一点的人,必须对敌人处心积虑、深藏不露、诡计多端,成为骗子、窃贼、掠夺者,在一切事上占尽敌人的便宜。”居鲁士笑了起来,说:“赫拉克勒斯啊,父亲,您说我必须成为一个什么样的人啊!”“儿子啊,”他说,“正是成为这样的人,你才会是最公正、最守法的人。”

§1.6.28

πῶς μήν, ἔφη, παῖδας ὄντας ἡμᾶς καὶ ἐφήβους τἀναντία τούτων ἐδιδάσκετε; ναὶ μὰ Δίʼ, ἔφη, καὶ νῦν πρὸς τοὺς φίλους τε καὶ πολίτας· ὅπως δέ γε τοὺς πολεμίους δύναισθε κακῶς ποιεῖν οὐκ οἶσθα μανθάνοντας ὑμᾶς πολλὰς κακουργίας; οὐ δῆτα, ἔφη, ἔγωγε, ὦ πάτερ. τίνος μὴν ἕνεκα, ἔφη, ἐμανθάνετε τοξεύειν; τίνος δʼ ἕνεκα ἀκοντίζειν; τίνος δʼ ἕνεκα δολοῦν ὗς ἀγρίους καὶ πλέγμασι καὶ ὀρύγμασι; τί δʼ ἐλάφους ποδάγραις καὶ ἁρπεδόναις; τί δὲ λέουσι καὶ ἄρκτοις καὶ παρδάλεσιν οὐκ εἰς τὸ ἴσον καθιστάμενοι ἐμάχεσθε, ἀλλὰ μετὰ πλεονεξίας τινὸς αἰεὶ ἐπειρᾶσθε ἀγωνίζεσθαι πρὸς αὐτά; ἢ οὐ πάντα γιγνώσκεις ταῦτα ὅτι κακουργίαι τέ εἰσι καὶ ἀπάται καὶ δολώσεις καὶ πλεονεξίαι;

“那既然如此,”他说,“当我们还是孩童和少年的时候,你们为什么教给我们的全与这些相反呢?”“对宙斯发誓,”他说,“哪怕是现在,对待朋友和同邦公民也是如此教导的。但是,为了让你们能够给敌人造成伤害,难道你不知道你们一直在学习许多恶行吗?”“绝非如此,父亲,”他说,“我可不知道。”“那究竟是为了什么,”他说,“你们学习射箭?又为了什么掷标枪?又为了什么用网罗和陷阱欺瞒野猪?为了什么用捕兽夹和绳索暗算鹿群?为什么面对狮子、熊和豹子时,你们不站在同等平等的境地去搏斗,而是总企图凭借某种优势去与它们较量?难道你没有意识到,这一切都是恶行、欺诈、诡计和巧取豪夺吗?”

§1.6.29

ναὶ μὰ Δίʼ, ἔφη, θηρίων γε· ἀνθρώπων δὲ εἰ καὶ δόξαιμι βούλεσθαι ἐξαπατῆσαί τινα, πολλὰς πληγὰς οἶδα λαμβάνων. οὐδὲ γὰρ τοξεύειν, οἶμαι, οὐδʼ ἀκοντίζειν ἄνθρωπον ἐπετρέπομεν ὑμῖν, ἀλλʼ ἐπὶ σκοπὸν βάλλειν ἐδιδάσκομεν, ἵνα γε νῦν μὲν μὴ κακουργοίητε τοὺς φίλους, εἰ δέ ποτε πόλεμος γένοιτο, δύναισθε καὶ ἀνθρώπων στοχάζεσθαι· καὶ ἐξαπατᾶν δὲ καὶ πλεονεκτεῖν οὐκ ἐν ἀνθρώποις ἐπαιδεύομεν ὑμᾶς, ἀλλʼ ἐν θηρίοις, ἵνα μηδʼ ἐν τούτοις τοὺς φίλους βλάπτοιτε, εἰ δέ ποτε πόλεμος γένοιτο, μηδὲ τούτων ἀγύμναστοι εἴητε.

“对宙斯发誓,”他说,“对野兽确实如此;但若是对人,哪怕我只是显得想欺骗某人,我都记得自己挨过很多顿打。”“因为我认为,我们当时既不许你们向人射箭,也不许向人投标枪,而是教你们射击靶子,以便使你们眼下不致伤害朋友,而一旦爆发战争,便也能瞄准人;同样,我们训练你们行骗和占便宜不是在人身上,而是在野兽身上,以便使你们在这类事情上既不伤害朋友,一旦爆发战争,在这些技艺上也不致缺少操练。”

§1.6.30

οὐκοῦν, ἔφη, ὦ πάτερ, εἴπερ χρήσιμά ἐστιν ἀμφότερα ἐπίστασθαι, εὖ τε ποιεῖν καὶ κακῶς ἀνθρώπους, καὶ διδάσκειν ἀμφότερα ταῦτα ἔδει ἐν ἀνθρώποις.

“那么,父亲,”他说,“既然懂得这两者——对人行善与对人施害——都是有用的,也就理当在人身上教授这两者才是。”

§1.6.31

ἀλλὰ λέγεται, ἔφη, ὦ παῖ, ἐπὶ τῶν ἡμετέρων προγόνων γενέσθαι ποτὲ ἀνὴρ διδάσκαλος τῶν παίδων, ὃς ἐδίδασκεν ἄρα τοὺς παῖδας τὴν δικαιοσύνην, ὥσπερ σὺ κελεύεις, μὴ ψεύδεσθαι καὶ ψεύδεσθαι, καὶ μὴ ἐξαπατᾶν καὶ ἐξαπατᾶν, καὶ μὴ διαβάλλειν καὶ διαβάλλειν, καὶ μὴ πλεονεκτεῖν καὶ πλεονεκτεῖν. διώριζε δὲ τούτων ἅ τε πρὸς τοὺς φίλους ποιητέον καὶ ἃ πρὸς ἐχθρούς. καὶ ἔτι γε ταῦτα ἐδίδασκεν ὡς καὶ τοὺς φίλους δίκαιον εἴη ἐξαπατᾶν ἐπί γε ἀγαθῷ, καὶ κλέπτειν τὰ τῶν φίλων ἐπὶ ἀγαθῷ.

“但是,儿子啊,”他说,“相传在我们先祖的时代,曾经有一位教导孩童的师长,他正如你所要求的那样,教导孩子们关于正义的学问:不可说谎又可以说谎,不可欺诈又可以欺诈,不可谗谤又可以谗谤,不可占便宜又可以占便宜。他从中辨析何者应当施于朋友,何者应当施于仇敌。甚至于,他还进一步教导说,为了善的目的,欺骗朋友也是正当的,为了善的目的,偷窃朋友的财物也是正当的。”

§1.6.32

ταῦτα δὲ διδάσκοντα ἀνάγκη καὶ γυμνάζειν ἦν πρὸς ἀλλήλους τοὺς παῖδας ταῦτα ποιεῖν, ὥσπερ καὶ ἐν πάλῃ φασὶ τοὺς Ἕλληνας διδάσκειν ἐξαπατᾶν, καὶ γυμνάζειν δὲ τοὺς παῖδας πρὸς ἀλλήλους τοῦτο δύνασθαι ποιεῖν. γενόμενοι οὖν τινες οὕτως εὐφυεῖς καὶ πρὸς τὸ εὖ ἐξαπατᾶν καὶ πρὸς τὸ εὖ πλεονεκτεῖν, ἴσως δὲ καὶ πρὸς τὸ φιλοκερδεῖν οὐκ ἀφυεῖς ὄντες, οὐκ ἀπείχοντο οὐδʼ ἀπὸ τῶν φίλων τὸ μὴ οὐ πλεονεκτεῖν αὐτῶν πειρᾶσθαι.3

“而在教授这些时,他势必要让孩子们在相互之间操练这些行为,正如人们说希腊人在摔跤中教授使诈,并操练孩童们能相互施展一样。于是,有些人天生既善于精妙行骗又善于巧妙占便宜,或许在贪图私利上也并非缺乏资质,以致于他们就连在朋友身上也不克制去企图占便宜。”

§1.6.33

ἐγένετο οὖν ἐκ τούτων ῥήτρα, ᾗ καὶ νῦν χρώμεθα ἔτι, ἁπλῶς διδάσκειν τοὺς παῖδας ὥσπερ τοὺς οἰκέτας πρὸς ἡμᾶς αὐτοὺς διδάσκομεν ἀληθεύειν καὶ μὴ ἐξαπατᾶν καὶ μὴ πλεονεκτεῖν· εἰ δὲ παρὰ ταῦτα ποιοῖεν, κολάζειν, ὅπως σὺν τοιούτῳ ἔθει πρᾳότεροι πολῖται γένοιντο.

“因此,从这些事情中便确立了一条法规,我们至今仍在使用:简单地教导孩童,就如同教导家仆对待我们自己一样,讲真话、不欺诈、不占便宜;如果他们违背这些原则行事,便施以惩戒,以便通过这样的习惯,使他们成为性情更温和的公民。”

语法注3 条
  1. 1.6.26οὐκ ἂν τηνικαῦτα σωφρονεῖν ἄν τίς σοι δοκοίη

    小词 ἄν 在同一个分句中出现了重复(οὐκ ἂν ... σωφρονεῖν ἄν)。它修饰主动词希求法 δοκοίη,构成潜势希求(potential optative);ἄν 紧随否定词 οὐκ 提前置于句首,随后在主动词前再次出现。

  2. 1.6.27οἷος ἂν ὤν, ἔφη, ὦ παῖ, δικαιότατός τε καὶ νομιμώτατος ἀνὴρ εἴης

    小词 ἄν 紧随关系词 οἷος 置于第二位置,修饰希求法动词 εἴης;分词 ὤν 则充当条件从句(即 εἰ τοιοῦτος εἴης,“如果成为这样的人”)的简缩形式。二者呼应,构成潜势/条件判断:“唯有成为这样的人,你才会是最公正守法的人”。

  3. 1.6.32τὸ μὴ οὐ πλεονεκτεῖν αὐτῶν πειρᾶσθαι

    在表示克制、戒绝的动词被否定(οὐκ ἀπείχοντο,“没有克制”)之后,带有冠词 τὸ 的不定式短语中出现了双重否定 μὴ οὐ。古典希腊语语法中,当阻碍、戒绝类动词本身带有否定词时,其所带的不定式常规地采用 μὴ οὐ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.6.26-1.6.33