- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.6.21-1.6.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
冈比西斯告诫居鲁士,获得自发服从的捷径在于真正掌握知识以成为智者,并传授如何通过休戚与共以及身先士卒地承受劳苦来赢得士兵的爱戴。
καὶ ἐπὶ μέν γε τὸ ἀνάγκῃ ἕπεσθαι αὕτη, ὦ παῖ, ἡ ὁδός ἐστιν· ἐπὶ δὲ τὸ κρεῖττον τούτου πολύ, τὸ ἑκόντας πείθεσθαι, ἄλλη ἐστὶ συντομωτέρα. ὃν γὰρ ἂν ἡγήσωνται περὶ τοῦ συμφέροντος ἑαυτοῖς φρονιμώτερον ἑαυτῶν εἶναι, τούτῳ οἱ ἄνθρωποι ὑπερηδέως πείθονται. γνοίης δʼ ἂν ὅτι τοῦθʼ οὕτως ἔχει ἐν ἄλλοις τε πολλοῖς καὶ δὴ καὶ ἐν τοῖς κάμνουσιν, ὡς προθύμως τοὺς ἐπιτάξοντας ὅ τι χρὴ ποιεῖν καλοῦσι· καὶ ἐν θαλάττῃ δὲ ὡς προθύμως τοῖς κυβερνήταις οἱ συμπλέοντες πείθονται· καὶ οὕς γʼ ἂν νομίσωσί τινες βέλτιον αὑτῶν ὁδοὺς εἰδέναι, ὡς ἰσχυρῶς τούτων οὐδʼ ἀπολείπεσθαι θέλουσιν. ὅταν δὲ οἴωνται πειθόμενοι κακόν τι λήψεσθαι, οὔτε ζημίαις πάνυ τι θέλουσιν εἴκειν οὔτε δώροις ἐπαίρεσθαι. οὐδὲ γὰρ δῶρα ἐπὶ τῷ αὑτοῦ κακῷ ἑκὼν οὐδεὶς λαμβάνει.
“儿子啊,至于出于被迫而服从,这确实是一条途径;但要达到远胜于此的境地,即让人心甘情愿地顺从,却有另一条更快捷的捷径。因为凡是被人们认为在关涉他们切身利益的事情上比他们自己更明智的人,人们都会极其乐意地顺从他。你可以在许多其他事情上看出确实如此,尤其是在病人身上,你看他们是多么殷切地请人来吩咐自己该做些什么;在海上,同舟共济的人又是多么殷切地听从舵手;而无论何人只要被大家认为比自己更识道路,人们又是多么坚决地不愿落后于他们。然而,一旦人们认为服从会招致某种危害,他们就绝不甘心屈从于刑罚,也不为赏赐所动。因为绝没有任何人会甘愿为了自身的祸患去接受赏赐。”
λέγεις σύ, ὦ πάτερ, εἰς τὸ πειθομένους ἔχειν οὐδὲν εἶναι ἀνυσιμώτερον τοῦ φρονιμώτερον δοκεῖν εἶναι τῶν ἀρχομένων. λέγω γὰρ οὖν, ἔφη. καὶ πῶς δή τις ἄν, ὦ πάτερ, τοιαύτην δόξαν τάχιστα περὶ αὑτοῦ παρασχέσθαι δύναιτο; οὐκ ἔστιν ἔφη, ὦ παῖ, συντομωτέρα ὁδὸς ἐπὶ τό, περὶ ὧν βούλει, δοκεῖν φρόνιμος εἶναι1 ἢ τὸ γενέσθαι περὶ τούτων φρόνιμον. καθʼ ἓν δʼ ἕκαστον σκοπῶν γνώσῃ ὅτι ἐγὼ ἀληθῆ λέγω. ἢν γὰρ βούλῃ μὴ ὢν ἀγαθὸς γεωργὸς δοκεῖν εἶναι ἀγαθός, ἢ ἱππεὺς ἢ ἰατρὸς ἢ αὐλητὴς ἢ ἄλλʼ ὁτιοῦν, ἐννόει πόσα σε δέοι ἂν μηχανᾶσθαι τοῦ δοκεῖν ἕνεκα. καὶ εἰ δὴ πείσαις ἐπαινεῖν τέ σε πολλούς, ὅπως δόξαν λάβοις, καὶ κατασκευὰς καλὰς ἐφʼ ἑκάστῳ αὐτῶν κτήσαιο, ἄρτι τε ἐξηπατηκὼς εἴης ἂν καὶ ὀλίγῳ ὕστερον, ὅπου πεῖραν δοίης, ἐξεληλεγμένος ἂν προσέτι καὶ ἀλαζὼν φαίνοιο.
“父亲,您的意思是,要使人服从,没有什么比显得比受治者更明智更有效的了。”“正是如此,”他说。“那么,父亲,一个人究竟怎样才能最迅速地为自己赢得这样的声誉呢?”“儿子啊,”他说,“要在你想通晓的事情上显得明智,绝没有比真正成为在这些事情上明智之人更为快捷的途径了。逐一考察各项事务,你就会明白我说的是真话。因为如果你不是一个优秀的农夫,却想显得优秀,或者骑手、医者、长笛手,以及其他任何行当,你想想,为了那份虚名你得花费多少心机去装模作样。即使你真能说服众人赞誉你以博取名声,并为每门行当购置精良的装备,你也只能得逞于一时,稍后只要在哪处一经检验,你就会被当场识破,而且还会显得是个招摇撞骗之徒。”
φρόνιμος δὲ περὶ τοῦ συνοίσειν μέλλοντος πῶς ἄν τις τῷ ὄντι γένοιτο; δῆλον, ἔφη, ὦ παῖ, ὅτι ὅσα μὲν ἔστι μαθόντα εἰδέναι, μαθὼν ἄν,2 ὥσπερ τὰ τακτικὰ ἔμαθες· ὅσα δὲ ἀνθρώποις οὔτε μαθητὰ οὔτε προορατὰ ἀνθρωπίνῃ προνοίᾳ, διὰ μαντικῆς ἂν παρὰ θεῶν πυνθανόμενος φρονιμώτερος ἄλλων εἴης· ὅ τι δὲ γνοίης βέλτιον ὂν πραχθῆναι, ἐπιμελόμενος ἂν τούτου ὡς ἂν πραχθείη. καὶ γὰρ τὸ ἐπιμελεῖσθαι οὗ ἂν δέῃ φρονιμωτέρου ἀνδρὸς ἢ τὸ ἀμελεῖν.
“那么,对于将要关涉利益之事,人究竟怎样才能成为真正明智的人呢?”“儿子啊,”他说,“这很清楚:凡是能够通过学习而获知的知识,通过学习便会〔变得明智〕,正如你学习战术那样;而凡是人类既不可通过学习掌握、也无法凭凡人智慧预见的事物,通过占卜向神明求问,你就会比常人更为明智;凡是你断定更宜实行的事,通过悉心照料务使其实行便会〔变得明智〕。因为悉心照料当为之事,比起玩忽懈怠,本就属于更有智慧之人。”
ἀλλὰ μέντοι ἐπὶ τὸ φιλεῖσθαι ὑπὸ τῶν ἀρχομένων, ὅπερ ἔμοιγε ἐν τοῖς μεγίστοις δοκεῖ εἶναι, δῆλον ὅτι ἡ αὐτὴ ὁδὸς ἥπερ εἴ τις ὑπὸ τῶν φίλων στέργεσθαι ἐπιθυμοίη· εὖ γὰρ οἶμαι δεῖν ποιοῦντα φανερὸν εἶναι. ἀλλὰ τοῦτο μέν, ἔφη, ὦ παῖ, χαλεπὸν τὸ ἀεὶ δύνασθαι εὖ ποιεῖν οὓς ἄν τις ἐθέλῃ· τὸ δὲ συνηδόμενόν τε φαίνεσθαι, ἤν τι ἀγαθὸν αὐτοῖς συμβαίνῃ, καὶ συναχθόμενον, ἤν τι κακόν, καὶ συνεπικουρεῖν προθυμούμενον ταῖς ἀπορίαις αὐτῶν, καὶ φοβούμενον μή τι σφαλῶσι, καὶ προνοεῖν πειρώμενον ὡς μὴ σφάλλωνται, ταῦτά πως δεῖ μᾶλλον συμπαρομαρτεῖν.
“不过,若要受制于自己的人爱戴——这在我看来属于最重大的事情之一——显然这条道路就如同一个人渴望被朋友爱戴是一样的;因为我认为必须彰显自己在为他们谋求利益。”“但是,儿子啊,”他说,“要时刻有能力向自己所愿之人广施善行,这是一件难事。然而,在他们遭遇喜事时显出同乐之情,在遭遇祸患时显出同悲之感,并热忱地为他们的窘迫提供襄助,唯恐他们遭受任何闪失,竭力深谋远虑使他们不致颠仆——这些态度在某种程度上必须时刻与你相随。”
καὶ ἐπὶ τῶν πράξεων δέ, ἢν μὲν ἐν θέρει ὦσι, τὸν ἄρχοντα δεῖ τοῦ ἡλίου πλεονεκτοῦντα3 φανερὸν εἶναι· ἢν δὲ ἐν χειμῶνι, τοῦ ψύχους· ἢν δὲ διὰ μόχθων, τῶν πόνων· πάντα γὰρ ταῦτα εἰς τὸ φιλεῖσθαι ὑπὸ τῶν ἀρχομένων συλλαμβάνει. λέγεις σύ, ἔφη, ὦ πάτερ, ὡς καὶ καρτερώτερον δεῖ πρὸς πάντα τὸν ἄρχοντα τῶν ἀρχομένων εἶναι. λέγω γὰρ οὖν, ἔφη. θάρρει μέντοι τοῦτο, ὦ παῖ· εὖ γὰρ ἴσθι ὅτι τῶν ὁμοίων σωμάτων οἱ αὐτοὶ πόνοι οὐχ ὁμοίως ἅπτονται ἄρχοντός τε ἀνδρὸς καὶ ἰδιώτου, ἀλλʼ ἐπικουφίζει τι ἡ τιμὴ τοὺς πόνους τῷ ἄρχοντι καὶ αὐτὸ τὸ εἰδέναι ὅτι οὐ λανθάνει ὅ τι ἂν ποιῇ.
“并且在实际行动中,如果是在夏日,统帅必须表现得比别人多承受烈日;如果是在寒冬,多承受严寒;如果是在劳碌之中,多承受艰辛。因为这一切都有助于受到受治者的爱戴。”“父亲,”他说,“您的意思是,统帅面对一切也必须比受治者更加坚忍。”“正是如此,”他说。“然而儿子啊,对此你尽管宽心;因为你要深知,对于同样的体魄,同样的劳苦降临在统帅与平民身上,其触动是不尽相同的;荣誉会为统帅在一定程度上减轻劳苦,而且单是知晓自己的一举一动绝非无人注视,便足以使劳苦得到排解。”
- 1.6.22ἐπὶ τό, περὶ ὧν βούλει, δοκεῖν φρόνιμος εἶναι
关系代名词 ὧν 受其省略的先行词 τούτων 的格的吸引而变为属格(原结构为 περὶ τούτων ἃ βούλει)。介词 ἐπί 支配中性定冠词 τό,使不定式 δοκεῖν 名词化,整个关系从句夹入其中构成结构:“关于你所希望之事显得明智”。
- 1.6.23ὅσα μὲν ἔστι μαθόντα εἰδέναι, μαθὼν ἄν
前半句中的分词 μαθόντα 采用宾格,作为非人称动词 ἔστι(“可以/能够”)搭配的不定式 εἰδέναι 的逻辑主语;而后半句的 μαθὼν ἄν 则转为主格分词,与主句隐含的第二人称单数主语(“你”)一致。在 μαθὼν ἄν 之后省略了潜能希求法动词(如 γένοιο 或 εἴης),以紧凑呼应上文的提问。
- 1.6.25τοῦ ἡλίου πλεονεκτοῦντα
动词 πλεονεκτεῖν 通常表示“占便宜”或“拥有更多”,此处与 τοῦ ψύχους 及 τῶν πόνων 并列,后接表示艰难劳苦的属格,意为“承受比别人更多的烈日/严寒/劳苦”,而非获取利益,指将领在艰苦面前身先士卒。
