- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.5.8-1.5.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士向聚集的军官们发表演说,指出美德的操练必须换取实际的益处与荣誉,并通过揭示敌人的业余与不足来鼓舞士气,随后命令他们整军进发米底,自己则先行前去准备。
ἐγὼ γὰρ κατενόησα ὅτι οἱ πρόγονοι χείρονες μὲν ἡμῶν οὐδὲν ἐγένοντο· ἀσκοῦντες γοῦν κἀκεῖνοι διετέλεσαν ἅπερ ἔργα ἀρετῆς νομίζεται· ὅ τι μέντοι προσεκτήσαντο τοιοῦτοι ὄντες ἢ τῷ τῶν Περσῶν κοινῷ ἀγαθὸν ἢ αὑτοῖς, τοῦτʼ οὐκέτι δύναμαι ἰδεῖν.
因为我注意到,我们的祖先丝毫不比我们逊色;至少,他们也一直在操练那些被视为美德之业的事。然而,他们作为这样的人,究竟为波斯公社或为他们自己增添了什么好处,这一点我却无法看出了。
καίτοι ἐγὼ οἶμαι οὐδεμίαν ἀρετὴν ἀσκεῖσθαι ὑπʼ ἀνθρώπων ὡς μηδὲν πλέον ἔχωσιν οἱ ἐσθλοὶ γενόμενοι τῶν πονηρῶν,1 ἀλλʼ οἵ τε τῶν παραυτίκα ἡδονῶν ἀπεχόμενοι οὐχ ἵνα μηδέποτε εὐφρανθῶσι, τοῦτο πράττουσιν, ἀλλʼ ὡς διὰ ταύτην τὴν ἐγκράτειαν πολλαπλάσια εἰς τὸν ἔπειτα χρόνον εὐφρανούμενοι οὕτω παρασκευάζονται· οἵ τε λέγειν προθυμούμενοι δεινοὶ γενέσθαι οὐχ ἵνα εὖ λέγοντες μηδέποτε παύσωνται, τοῦτο μελετῶσιν, ἀλλʼ ἐλπίζοντες τῷ λέγειν εὖ πείθοντες ἀνθρώπους πολλὰ καὶ μεγάλα ἀγαθὰ διαπράξεσθαι· οἵ τε αὖ τὰ πολεμικὰ ἀσκοῦντες οὐχ ὡς μαχόμενοι μηδέποτε παύσωνται, τοῦτʼ ἐκπονοῦσιν, ἀλλὰ νομίζοντες καὶ οὗτοι τὰ πολεμικὰ ἀγαθοὶ γενόμενοι πολὺν μὲν ὄλβον, πολλὴν δὲ εὐδαιμονίαν, μεγάλας δὲ τιμὰς καὶ ἑαυτοῖς καὶ πόλει περιάψειν.
然而我认为,人们操练任何美德,绝不是为了使成为善人者比起恶人来毫无所获;相反,那些克制眼前享乐的人,并不是为了永远不享快乐而这样做,而是指望通过这种自制在以后的岁月里享受成倍的快乐,才如此作准备的。那些渴望成为雄辩家的人,也不是为了滔滔不绝地说个不停而进行操练,而是期望通过善于言辞来说服众人,从而成就许多重大的好事。此外,那些操练战事的人,也不是为了永无休止地战斗而忍受劳苦,而是同样认为,只要自己在战事上成为优秀之士,就能为自己和城邦带来丰厚的财富、巨大的幸福和崇高的荣誉。
εἰ δέ τινες ταῦτα ἐκπονήσαντες πρίν τινα καρπὸν ἀπʼ αὐτῶν κομίσασθαι περιεῖδον αὑτοὺς γήρᾳ ἀδυνάτους γενομένους, ὅμοιον ἔμοιγε δοκοῦσι πεπονθέναι οἷον εἴ τις γεωργὸς ἀγαθὸς προθυμηθεὶς γενέσθαι καὶ εὖ σπείρων καὶ εὖ φυτεύων, ὁπότε καρποῦσθαι ταῦτα δέοι, ἐῴη τὸν καρπὸν ἀσυγκόμιστον εἰς τὴν γῆν πάλιν καταρρεῖν. καὶ εἴ τίς γε ἀσκητὴς πολλὰ πονήσας καὶ ἀξιόνικος γενόμενος ἀναγώνιστος διατελέσειεν, οὐδʼ ἂν οὗτός μοι δοκεῖ δικαίως ἀναίτιος εἶναι ἀφροσύνης.
但是,如果有人在为这些事劳碌之后,尚未从中收获任何果实,就任凭自己在暮年变得软弱无力,在我看来,他们所遭遇的正像一个立志成为优秀农夫的人,既善于播种,又善于栽植,而到了应当收获这些作物的时候,却任由果实未被采收而再次落入泥土中腐烂。又如一个运动员,历经艰苦磨砺且足以获胜,却终其一生从未参加过比赛,在我看来,此人也绝不能理直气壮地免于愚蠢的指责。
ἀλλʼ ἡμεῖς, ὦ ἄνδρες, μὴ πάθωμεν ταῦτα, ἀλλʼ ἐπείπερ σύνισμεν ἡμῖν αὐτοῖς ἀπὸ παίδων ἀρξάμενοι ἀσκηταὶ ὄντες τῶν καλῶν κἀγαθῶν ἔργων, ἴωμεν ἐπὶ τοὺς πολεμίους, οὓς ἐγὼ σαφῶς ἐπίσταμαι ἰδιώτας ὄντας ὡς πρὸς ἡμᾶς ἀγωνίζεσθαι.2 οὐ γάρ πω οὗτοι ἱκανοί εἰσιν ἀγωνισταί, οἳ ἂν τοξεύωσι καὶ ἀκοντίζωσι καὶ ἱππεύωσιν ἐπιστημόνως, ἢν δέ που πονῆσαι δέῃ, τούτῳ λείπωνται, ἀλλʼ οὗτοι ἰδιῶταί εἰσι κατὰ τοὺς πόνους· οὐδέ γε οἵτινες ἀγρυπνῆσαι δέον ἡττῶνται τούτου, ἀλλὰ καὶ οὗτοι ἰδιῶται κατὰ τὸν ὕπνον· οὐδέ γε οἱ ταῦτα μὲν ἱκανοί, ἀπαίδευτοι δὲ ὡς χρὴ καὶ συμμάχοις καὶ πολεμίοις χρῆσθαι, ἀλλὰ καὶ οὗτοι δῆλον ὡς τῶν μεγίστων παιδευμάτων ἀπείρως ἔχουσιν.
因此,朋友们,我们切不可遭逢这种结局。既然我们自知从小就立志成为崇高美好事业的践行者,就让我们迎击敌人吧;我深知在与我们对抗一事上,他们不过是些门外汉。因为那些虽然精于射箭、掷标枪和骑马,但一旦需要承受劳苦就落于下风的人,还算不上合格的竞技者;相反,在劳苦面前他们只是门外汉。而那些在需要熬夜时便屈服的人也不是合格者;在睡眠面前他们同样是门外汉。那些虽然能做到这些,却不谙如何对待盟友与敌人的人,显然也是对最重大的教养一无所知。
ὑμεῖς δὲ νυκτὶ μὲν δήπου ὅσαπερ οἱ ἄλλοι ἡμέρᾳ δύναισθʼ ἂν χρῆσθαι, πόνους δὲ τοῦ ζῆν ἡδέως ἡγεμόνας νομίζετε, λιμῷ δὲ ὅσαπερ ὄψῳ διαχρῆσθε, ὑδροποσίαν δὲ ῥᾷον τῶν λεόντων φέρετε, κάλλιστον δὲ πάντων καὶ πολεμικώτατον κτῆμα εἰς τὰς ψυχὰς συγκεκόμισθε· ἐπαινούμενοι γὰρ μᾶλλον ἢ τοῖς ἄλλοις ἅπασι χαίρετε. τοὺς δʼ ἐπαίνου ἐραστὰς ἀνάγκη διὰ τοῦτο πάντα μὲν πόνον, πάντα δὲ κίνδυνον ἡδέως ὑποδύεσθαι.
然而你们想必能把黑夜当作别人所能使用的白昼一样来利用;你们视劳苦为愉快生活的向导;你们以饥饿为佐餐佳肴;你们忍受饮水甚至比狮子还要轻松;而你们在心灵中积蓄了万物中最美好、最适于战事的财富:因为你们从赞誉中所获得的快乐胜过其他一切。追求赞誉之人正是因此必然欣然承担一切劳苦与一切危险。
εἰ δὲ ταῦτα ἐγὼ λέγω περὶ ὑμῶν ἄλλῃ γιγνώσκων, ἐμαυτὸν ἐξαπατῶ. ὅ τι γὰρ μὴ τοιοῦτον ἀποβήσεται παρʼ ὑμῶν, εἰς ἐμὲ τὸ ἐλλεῖπον ἥξει. ἀλλὰ πιστεύω τοι τῇ πείρᾳ καὶ τῇ ὑμῶν εἰς ἐμὲ εὐνοίᾳ καὶ τῇ τῶν πολεμίων ἀνοίᾳ μὴ ψεύσειν με ταύτας τὰς ἀγαθὰς ἐλπίδας. ἀλλὰ θαρροῦντες ὁρμώμεθα, ἐπειδὴ καὶ ἐκποδὼν ἡμῖν γεγένηται τὸ δόξαι τῶν ἀλλοτρίων ἀδίκως ἐφίεσθαι. νῦν γὰρ ἔρχονται μὲν οἱ πολέμιοι ἄρχοντες ἀδίκων χειρῶν, καλοῦσι δὲ ἡμᾶς ἐπικούρους οἱ φίλοι· τί οὖν ἐστιν ἢ τοῦ ἀλέξασθαι δικαιότερον ἢ τοῦ τοῖς φίλοις ἀρήγειν κάλλιον;
如果我对你们说出这些话,而心中却另有看法,那我便是在自欺欺人了。因为凡是你们身上未曾显现出这等品质之处,其缺憾最终都会落在我身上。但我坚信你们的经验、你们对我的善意,以及敌人的愚蠢,这一切必不会使我这些美好的期望落空。让我们充满信心地出发吧,因为不义地谋求他人之物的嫌疑如今已从我们面前消除。如今是敌人在挑起不义之战,而朋友正在召集我们前去救援;那么,还有什么比自卫更正义,又有什么比援助朋友更崇高呢?
ἀλλὰ μὴν κἀκεῖνο οἶμαι ὑμᾶς θαρρεῖν, τὸ μὴ παρημεληκότα με τῶν θεῶν τὴν ἔξοδον ποιεῖσθαι·3 πολλὰ γάρ μοι συνόντες ἐπίστασθε οὐ μόνον τὰ μεγάλα ἀλλὰ καὶ τὰ μικρὰ πειρώμενον ἀεὶ ἀπὸ θεῶν ὁρμᾶσθαι. τέλος εἶπε· τί δεῖ ἔτι λέγειν; ἀλλʼ ὑμεῖς μὲν τοὺς ἄνδρας ἑλόμενοι καὶ ἀναλαβόντες καὶ τἆλλα παρασκευασάμενοι ἴτε ἐς Μήδους· ἐγὼ δʼ ἐπανελθὼν πρὸς τὸν πατέρα πρόειμι δή, ὅπως τὰ τῶν πολεμίων ὡς τάχιστα μαθὼν οἷά ἐστι παρασκευάζωμαι ὅ τι ἂν δέωμαι, ὅπως ὡς κάλλιστα σὺν θεῷ ἀγωνιζώμεθα. οἱ μὲν δὴ ταῦτα ἔπραττον.
此外,我想你们也能以此自勉:我并未怠慢诸神便开始这次出征。因为你们常与我相处,深知我不仅在重大事务上,而且在微小事务上也总是力求从诸神开始。”最后他说:“何须多言?你们选定并召集自己的部属,备妥其他诸物,便向米底进发吧。我回到父亲那里之后便会先行出发,以便尽快查明敌情,筹备我所需要的一切,好让我们在神明庇佑下竭尽全力去战斗。”于是他们便遵照执行了。
- 1.5.9ὡς μηδὲν πλέον ἔχωσιν οἱ ἐσθλοὶ γενόμενοι τῶν πονηρῶν
连词 ὡς 搭配虚拟式 ἔχωσιν 引导否定目的从句(“为了不……”)。承接前面的 οὐδεμίαν ἀρετὴν ἀσκεῖσθαι ὑπʼ ἀνθρώπων,否定了人们操练美德是为了“使善人相比恶人毫无优势”的目的。习惯用语 πλέον ἔχειν(“占优势、获益更多”)后接比较属格 τῶν πονηρῶν。
- 1.5.11ἰδιώτας ὄντας ὡς πρὸς ἡμᾶς ἀγωνίζεσθαι
分词 ὄντας 作为动词 ἐπίσταμαι 的补充成分(分词补足语),带有表语宾格 ἰδιώτας(“门外汉、未受专门训练者”)。其后的 ὡς πρὸς ἡμᾶς ἀγωνίζεσθαι 是“ὡς + 不定式”构成的限制性或比较性短语,表示限定的范围或比较标准(“在与我们对抗这一方面”)。
- 1.5.14τὸ μὴ παρημεληκότα με τῶν θεῶν τὴν ἔξοδον ποιεῖσθαι
带冠词的不定式宾格 τὸ ... ποιεῖσθαι 作为动词 θαρρεῖν 的宾语,与前面的指示代词 κἀκεῖνο 构成同位语,具体说明其内容。不定式的逻辑主语是宾格 με,完成时分词 παρημεληκότα 与 με 在性数格上一致,表示伴随或先行条件(“并未怠慢诸神”)。
