← 色诺芬

居鲁士的教育

§1.5.1-1.5.7

居鲁士被推选为统帅及对将士的训示

居鲁士返回波斯后完成了青年训练并步入成年;面对亚述王结盟威胁米底的局势,居鲁士应居亚克萨里斯的请求被波斯长老推选为统帅,在召集并组建精锐部队后向部下发表了首次讲话。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5.1

ὁ μὲν δὴ Κῦρος οὕτως ἀπελθὼν ἐν Πέρσαις ἐνιαυτὸν λέγεται ἐν τοῖς παισὶν ἔτι γενέσθαι. καὶ τὸ μὲν πρῶτον οἱ παῖδες ἔσκωπτον αὐτὸν ὡς ἡδυπαθεῖν ἐν Μήδοις μεμαθηκὼς ἥκοι· ἐπεὶ δὲ καὶ ἐσθίοντα αὐτὸν ἑώρων ὥσπερ καὶ αὐτοὶ ἡδέως καὶ πίνοντα, καὶ εἴ ποτε ἐν ἑορτῇ εὐωχία γένοιτο, ἐπιδιδόντα μᾶλλον αὐτὸν τοῦ ἑαυτοῦ μέρους ᾐσθάνοντο ἢ προσδεόμενον,1 καὶ πρὸς τούτοις δὲ τἆλλα κρατιστεύοντα αὐτὸν ἑώρων ἑαυτῶν, ἐνταῦθα δὴ πάλιν ὑπέπτησσον αὐτῷ οἱ ἥλικες. ἐπεὶ δὲ διελθὼν τὴν παιδείαν ταύτην ἤδη εἰσῆλθεν εἰς τοὺς ἐφήβους, ἐν τούτοις αὖ ἐδόκει κρατιστεύειν καὶ μελετῶν ἃ χρῆν καὶ καρτερῶν καὶ αἰδούμενος τοὺς πρεσβυτέρους καὶ πειθόμενος τοῖς ἄρχουσι.

据说居鲁士如此返回波斯后,在少年行列中又度过了一年。起初,少年们嘲笑他,说他在米底人那里学会了享乐才回来的;但当他们看到他也同他们一样欣然进食和饮水,并察觉到每逢节日的筵席,他总是从自己的份额中多分给别人,而不是索要更多,而且看到他在其他一切方面也都优于他们,同辈人便又对他肃然起敬。当他结束了这一阶段的训育而进入青年阶层时,在这些人中间他又被公认为在操练应尽之事、坚忍隐忍、敬重长辈和顺从长官方面最为出众。

§1.5.2

προϊόντος δὲ τοῦ χρόνου ὁ μὲν Ἀστυάγης ἐν τοῖς Μήδοις ἀποθνῄσκει, ὁ δὲ Κυαξάρης ὁ τοῦ Ἀστυάγους παῖς, τῆς δὲ Κύρου μητρὸς ἀδελφός, τὴν βασιλείαν ἔσχε τὴν Μήδων. ὁ δὲ τῶν Ἀσσυρίων βασιλεὺς κατεστραμμένος μὲν πάντας Σύρους, φῦλον πάμπολυ, ὑπήκοον δὲ πεποιημένος τὸν Ἀραβίων βασιλέα, ὑπηκόους δὲ ἔχων ἤδη καὶ Ὑρκανίους, πολιορκῶν δὲ καὶ Βακτρίους, ἐνόμιζεν, εἰ τοὺς Μήδους ἀσθενεῖς ποιήσειε, πάντων γε τῶν πέριξ ῥᾳδίως ἄρξειν· ἰσχυρότατον γὰρ τῶν ἐγγὺς φύλων τοῦτο ἐδόκει εἶναι.

随着时间的推移,阿斯提阿格斯在米底逝世,阿斯提阿格斯之子、居鲁士母亲的兄弟居亚克萨里斯继承了米底的王位。而亚述人的国王征服了全部叙利亚人这一人数极为庞大的部族,使阿拉伯国王臣属于自己,手中已拥有了赫尔卡尼亚人的臣属,并且正在围攻巴克特里亚人;他认为,只要能削弱米底人,便能轻易统治周围的所有部族,因为在邻近部族中米底人似乎是最强盛的。

§1.5.3

οὕτω δὴ διαπέμπει πρός τε τοὺς ὑπʼ αὐτὸν πάντας καὶ πρὸς Κροῖσον τὸν Λυδῶν βασιλέα καὶ πρὸς τὸν Καππαδοκῶν καὶ πρὸς Φρύγας ἀμφοτέρους καὶ πρὸς Παφλαγόνας καὶ Ἰνδοὺς καὶ πρὸς Κᾶρας καὶ Κίλικας, τὰ μὲν καὶ διαβάλλων τοὺς Μήδους καὶ Πέρσας, λέγων ὡς μεγάλα τʼ εἴη ταῦτα ἔθνη καὶ ἰσχυρὰ καὶ συνεστηκότα εἰς ταὐτό, καὶ ἐπιγαμίας ἀλλήλοις πεποιημένοι εἶεν, καὶ κινδυνεύσοιεν, εἰ μή τις αὐτοὺς φθάσας ἀσθενώσοι, ἐπὶ ἓν ἕκαστον τῶν ἐθνῶν ἰόντες καταστρέψασθαι.2 οἱ μὲν δὴ καὶ τοῖς λόγοις τούτοις πειθόμενοι συμμαχίαν αὐτῷ ἐποιοῦντο, οἱ δὲ καὶ δώροις καὶ χρήμασιν ἀναπειθόμενοι· πολλὰ γὰρ καὶ τοιαῦτα ἦν αὐτῷ.

于是,亚述王派遣使者前往所有受其统治的属民那里,又前往吕底亚国王克罗伊索斯、卡帕多细亚国王、大小弗里吉亚人、帕夫拉戈尼亚人、印度人、卡里亚人和基利家人的所在地;他一方面在言语上中伤米底人和波斯人,声称这两个部族强大而坚毅,并且联合成一体,彼此缔结了通婚关系,如果无人先发制人削弱他们,他们就大有可能逐一进犯并征服每一个部族。有些人因被这些说辞打动而与他结成同盟,另一些人则是被礼物和金钱所诱服;因为他拥有极其丰厚的这等财物。

§1.5.4

Κυαξάρης δὲ ἐπεὶ ᾐσθάνετο τήν τʼ ἐπιβουλὴν καὶ τὴν παρασκευὴν τῶν συνισταμένων ἐφʼ ἑαυτόν, αὐτός τε εὐθέως ὅσα ἐδύνατο ἀντιπαρεσκευάζετο καὶ εἰς Πέρσας ἔπεμπε πρός τε τὸ κοινὸν καὶ πρὸς Καμβύσην τὸν τὴν ἀδελφὴν ἔχοντα καὶ βασιλεύοντα ἐν Πέρσαις. ἔπεμπε δὲ καὶ πρὸς Κῦρον, δεόμενος αὐτοῦ πειρᾶσθαι ἄρχοντα ἐλθεῖν τῶν ἀνδρῶν,3 εἴ τινας πέμποι στρατιώτας τὸ Περσῶν κοινόν. ἤδη γὰρ καὶ ὁ Κῦρος διατετελεκὼς τὰ ἐν τοῖς ἐφήβοις δέκα ἔτη ἐν τοῖς τελείοις ἀνδράσιν ἦν.

居亚克萨里斯觉察到那些图谋反对自己之人的密谋和战备,便立即倾尽全力进行防御准备,并派遣使者前往波斯,既去向政厅,又去向娶了他姐妹并在波斯为王的冈比西斯。他也派人去见居鲁士,请求他尽力作为军队的统帅前来,倘若波斯政厅派遣士兵的话。因为居鲁士此时已经在青年行列中完成了十年的训练,进入了成年男子的阶层。

§1.5.5

οὕτω δὴ δεξαμένου τοῦ Κύρου οἱ βουλεύοντες γεραίτεροι αἱροῦνται αὐτὸν ἄρχοντα τῆς εἰς Μήδους στρατιᾶς. ἔδοσαν δὲ αὐτῷ καὶ προσελέσθαι διακοσίους τῶν ὁμοτίμων, τῶν δʼ αὖ διακοσίων ἑκάστῳ τέτταρας ἔδωκαν προσελέσθαι καὶ τούτους ἐκ τῶν ὁμοτίμων· γίγνονται μὲν δὴ οὗτοι χίλιοι· τῶν δʼ αὖ χιλίων τούτων ἑκάστῳ ἔταξαν ἐκ τοῦ δήμου τῶν Περσῶν δέκα μὲν πελταστὰς προσελέσθαι, δέκα δὲ σφενδονήτας, δέκα δὲ τοξότας· καὶ οὕτως ἐγένοντο μύριοι μὲν τοξόται, μύριοι δὲ πελτασταί, μύριοι δὲ σφενδονῆται· χωρὶς δὲ τούτων οἱ χίλιοι ὑπῆρχον. τοσαύτη μὲν δὴ στρατιὰ τῷ Κύρῳ ἐδόθη.

居鲁士接受了这项请求后,主持政务的长老们便推选他为远征米底的军队统帅。他们还准许他从同等阶层的人中挑选二百人,又准许这二百人每人挑选四人,这些人同样出自同等阶层;于是这些人达到了一千人。接着,他们指派这一千人中的每一个人从波斯民众中挑选十名轻盾兵、十名投石兵和十名弓箭手;这样便有了一万名弓箭手、一万名轻盾兵和一万名投石兵;此外还有那一千名同等阶层的人。给予居鲁士的便是如此规模的军队。

§1.5.6

ἐπεὶ δὲ ᾑρέθη τάχιστα, ἤρχετο πρῶτον ἀπὸ τῶν θεῶν· καλλιερησάμενος δὲ τότε προσῃρεῖτο τοὺς διακοσίους· ἐπεὶ δὲ προσείλοντο καὶ οὗτοι δὴ τοὺς τέτταρας ἕκαστοι, συνέλεξεν αὐτοὺς καὶ εἶπε τότε πρῶτον ἐν αὐτοῖς τάδε.

当他被选定后,首先从祈求诸神开始;在举行了获得吉兆的祭祀后,他便挑选了那二百人。当这些人每人也挑选好了各自的四人后,他将他们召集在一起,首次对他们发表了如下讲话:

§1.5.7

ἄνδρες φίλοι, ἐγὼ προσειλόμην μὲν ὑμᾶς, οὐ νῦν πρῶτον δοκιμάσας, ἀλλʼ ἐκ παίδων ὁρῶν ὑμᾶς ἃ μὲν καλὰ ἡ πόλις νομίζει, προθύμως ταῦτα ἐκπονοῦντας, ἃ δὲ αἰσχρὰ ἡγεῖται, παντελῶς τούτων ἀπεχομένους. ὧν δʼ ἕνεκα αὐτός τε οὐκ ἄκων εἰς τόδε τὸ τέλος κατέστην καὶ ὑμᾶς παρεκάλεσα δηλῶσαι ὑμῖν βούλομαι.4

“朋友们,我挑选你们,并非现在才初次考核你们,而是从小就看到你们热心操练城邦视为崇高之事,彻底远离城邦视为可耻之事。至于我自己为何欣然担任这一职分并召集你们,我希望向你们阐明其缘由。”

语法注4 条
  1. 1.5.1ἐπιδιδόντα μᾶλλον αὐτὸν τοῦ ἑαυτοῦ μέρους ᾐσθάνοντο ἢ προσδεόμενον

    感官动词 ᾐσθάνοντο 支配宾格分词短语 ἐπιδιδόντα... ἢ προσδεόμενον。属格 τοῦ ἑαυτοῦ μέρους 是动词 ἐπιδίδωμι(从自身拥有的份额中分出给予)所要求的由属格表示的部分属格(partitive genitive),与后面的 προσδεόμενον(索要更多)形成鲜明对照。

  2. 1.5.3κινδυνεύσοιεν, εἰ μή τις αὐτοὺς φθάσας ἀσθενώσοι, ἐπὶ ἓν ἕκαστον τῶν ἐθνῶν ἰόντες καταστρέψασθαι

    该句由 λέγων ὡς 引导,处于间接引语中,因此将来直陈式转变为斜格希求法 κινδυνεύσοιεν 与 ἀσθενώσοι。动词 κινδυνεύω 搭配不定式(καταστρέψασθαι)在此表示某种危险或可能性(“有……的危险/可能”),其逻辑主语是前文提到的 ταῦτα ἔθνη(米底人与波斯人)。分词 φθάσας 作状语修饰 ἀσθενώσοι,意为“先发制人”。

  3. 1.5.4δεόμενος αὐτοῦ πειρᾶσθαι ἄρχοντα ἐλθεῖν τῶν ἀνδρῶν

    虽然 δεόμενος 支配属格宾语 αὐτοῦ,但作为不定式 ἐλθεῖν 谓语补足语的 ἄρχοντα 采用了宾格,而未被同化为属格(ἄρχοντος)。这是因为不定式短语内部的逻辑主语在句法上按宾格不定式结构被视为宾格。

  4. 1.5.7ὧν δʼ ἕνεκα αὐτός τε οὐκ ἄκων εἰς τόδε τὸ τέλος κατέστην καὶ ὑμᾶς παρεκάλεσα δηλῶσαι ὑμῖν βούλομαι

    结构上呈现出语序倒装(hyperbaton)。主句的核心是 δηλῶσαι ὑμῖν βούλομαι(“我想向你们阐明”),而置于句首的包含先行词的关系分句 ὧν δʼ ἕνεκα... παρεκάλεσα 整体充当不定式 δηλῶσαι 的宾语(即相当于 ταῦτα, ὧν ἕνεκα...,“阐明我承担此职并召集你们的那些缘由”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.5.1-1.5.7