← 色诺芬

居鲁士的教育

§1.4.25-1.4.28

居鲁士奉召归国与米底人的惜别

居鲁士在米底名声大振,但父亲冈比西斯将他召回波斯,众人在依依不舍与泪水中为他送行。文中还记叙了一则轶事:一名米底男子借波斯亲吻习俗百般留恋地与居鲁士道别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4.25

ἐν μὲν δὴ Μήδοις ταῦτα ἐγεγένητο, καὶ οἵ τε ἄλλοι πάντες τὸν Κῦρον διὰ στόματος εἶχον καὶ ἐν λόγῳ καὶ ἐν ᾠδαῖς, ὅ τε Ἀστυάγης καὶ πρόσθεν τιμῶν αὐτὸν τότε ὑπερεξεπέπληκτο ἐπʼ αὐτῷ. Καμβύσης δὲ ὁ τοῦ Κύρου πατὴρ ἥδετο μὲν πυνθανόμενος ταῦτα, ἐπεὶ δʼ ἤκουσεν ἔργα ἀνδρὸς ἤδη διαχειριζόμενον τὸν Κῦρον, ἀπεκάλει δή, ὅπως τὰ ἐν Πέρσαις ἐπιχώρια ἐπιτελοίη.1 καὶ ὁ Κῦρος δὲ ἐνταῦθα λέγεται εἰπεῖν ὅτι ἀπιέναι βούλοιτο, μὴ ὁ πατήρ τι ἄχθοιτο καὶ ἡ πόλις μέμφοιτο.2 καὶ τῷ Ἀστυάγει δὲ ἐδόκει εἶναι ἀναγκαῖον ἀποπέμπειν αὐτόν. ἔνθα δὴ ἵππους τε αὐτῷ δοὺς οὓς αὐτὸς ἐπεθύμει λαβεῖν καὶ ἄλλα συσκευάσας πολλὰ ἔπεμπε καὶ διὰ τὸ φιλεῖν αὐτὸν καὶ ἅμα ἐλπίδας ἔχων μεγάλας ἐν αὐτῷ ἄνδρα ἔσεσθαι ἱκανὸν καὶ φίλους ὠφελεῖν καὶ ἐχθροὺς ἀνιᾶν. ἀπιόντα δὲ τὸν Κῦρον προύπεμπον πάντες καὶ ἥλικες καὶ ἄνδρες καὶ γέροντες ἐφʼ ἵππων καὶ Ἀστυάγης αὐτός, καὶ οὐδένα ἔφασαν ὅντινʼ οὐ δακρύοντʼ ἀποστρέφεσθαι.3

在米底人中间便发生了这些事情,其他所有人都把居鲁士挂在嘴边,在谈话中和歌谣里传颂他;而此前就看重他的阿斯提阿格斯,此时更是对他惊叹不已。居鲁士的父亲冈比西斯得悉这些事固然高兴,但当他听说居鲁士已经承担起成年人的功业时,便把他召回,好让他完成波斯本地规定的训育。据说居鲁士这时也表示自己想要返回,唯恐父亲心中不悦、城邦有所责怪。阿斯提阿格斯也觉得有必要送他回去。于是,阿斯提阿格斯把居鲁士自己渴望得到的马匹赠予他,又打点装备了许多其他财物送他启程,既是因为对他的钟爱,同时也对他抱有巨大的期望,相信他将成为一个既能惠及朋友、又能使仇敌痛苦的能干男子。居鲁士启程时,同辈人、成年人和老人们全都骑马为他送行,阿斯提阿格斯本人亦在其中;据说没有一个人不是流着泪折返回去的。

§1.4.26

καὶ Κῦρον δὲ αὐτὸν λέγεται σὺν πολλοῖς δακρύοις ἀποχωρῆσαι. πολλὰ δὲ δῶρα διαδοῦναί φασιν αὐτὸν τοῖς ἡλικιώταις ὧν Ἀστυάγης αὐτῷ ἐδεδώκει, τέλος δὲ καὶ ἣν εἶχε στολὴν τὴν Μηδικὴν ἐκδύντα δοῦναί τινι, δηλοῦνθʼ ὅτι τοῦτον μάλιστα ἠσπάζετο. τοὺς μέντοι λαβόντας καὶ δεξαμένους τὰ δῶρα λέγεται Ἀστυάγει ἀπενεγκεῖν, Ἀστυάγην δὲ δεξάμενον Κύρῳ ἀποπέμψαι, τὸν δὲ πάλιν τε ἀποπέμψαι εἰς Μήδους καὶ εἰπεῖν· εἰ βούλει, ὦ πάππε, ἐμὲ καὶ πάλιν ἰέναι ὡς σὲ μὴ αἰσχυνόμενον, ἔα ἔχειν εἴ τῴ τι ἐγὼ δέδωκα· Ἀστυάγην δὲ ταῦτα ἀκούσαντα ποιῆσαι ὥσπερ Κῦρος ἐπέστειλεν.

据说居鲁士本人也是伴着滚滚泪水离去的。人们说,他把阿斯提阿格斯赠予他的许多礼物分给了同辈伙伴,最后甚至脱下自己所穿的米底袍子送给其中一人,表明此人是他最心爱的人。然而据说,那些领受并收下礼物的人把它们带到了阿斯提阿格斯那里,阿斯提阿格斯收下后又送还给居鲁士;居鲁士却再次把它们送回米底,并说道:“外祖父,如果您希望我日后还能问心无愧、毫无羞愧地再次来到您身边,就请让凡是从我这里得到过什么的人保有它吧。”阿斯提阿格斯听罢,便照着居鲁士嘱托的办了。

§1.4.27

εἰ δὲ δεῖ καὶ παιδικοῦ λόγου ἐπιμνησθῆναι, λέγεται, ὅτε Κῦρος ἀπῄει καὶ ἀπηλλάττοντο ἀπʼ ἀλλήλων, τοὺς συγγενεῖς φιλοῦντας τῷ στόματι ἀποπέμπεσθαι αὐτὸν νόμῳ Περσικῷ· καὶ γὰρ νῦν ἔτι τοῦτο ποιοῦσι Πέρσαι· ἄνδρα δέ τινα τῶν Μήδων μάλα καλὸν κἀγαθὸν ὄντα ἐκπεπλῆχθαι πολύν τινα χρόνον ἐπὶ τῷ κάλλει τοῦ Κύρου, ἡνίκα δὲ ἑώρα τοὺς συγγενεῖς φιλοῦντας αὐτόν, ὑπολειφθῆναι· ἐπεὶ δʼ οἱ ἄλλοι ἀπῆλθον, προσελθεῖν τῷ Κύρῳ καὶ εἰπεῖν· ἐμὲ μόνον οὐ γιγνώσκεις τῶν συγγενῶν, ὦ Κῦρε; τί δέ, εἰπεῖν τὸν Κῦρον, ἦ καὶ σὺ συγγενὴς εἶ; μάλιστα, φάναι. ταῦτʼ ἄρα, εἰπεῖν τὸν Κῦρον, καὶ ἐνεώρας μοι· πολλάκις γὰρ δοκῶ σε γιγνώσκειν τοῦτο ποιοῦντα. προσελθεῖν γάρ σοι, ἔφη, ἀεὶ βουλόμενος ναὶ μὰ τοὺς θεοὺς ᾐσχυνόμην. ἀλλʼ οὐκ ἔδει, φάναι τὸν Κῦρον, συγγενῆ γε ὄντα· ἅμα δὲ προσελθόντα φιλῆσαι αὐτόν.

如果要提及一件轶事趣闻的话,据说当居鲁士离去、众人相互道别时,他的亲属们按照波斯的习俗与他亲吻嘴唇送行;因为直到如今波斯人仍旧保留着这种习俗。米底人中有一个品行十分高尚的男子,长久以来一直倾慕居鲁士的美貌;当他看到亲属们与居鲁士亲吻时,便留在了后面。等到其他人离开后,他走上前对居鲁士说:“居鲁士啊,在亲属中唯独我不被您认出来吗?”居鲁士说:“怎么,难道你也是亲属吗?”那人回答:“正是如此。”居鲁士便说:“原来这就是你以前老是注视我的缘故啊,因为我记得自己曾多次看见你这样做。”那人说:“是啊,凭诸神起誓,我一直想走近您,却又感到害羞。”居鲁士回答:“既然是亲属,你本不该害羞的。”同时便走上前亲吻了他。

§1.4.28

καὶ τὸν Μῆδον φιληθέντα ἐρέσθαι· ἦ καὶ ἐν Πέρσαις νόμος ἐστὶν οὗτος συγγενεῖς φιλεῖν; μάλιστα, φάναι, ὅταν γε ἴδωσιν ἀλλήλους διὰ χρόνου ἢ ἀπίωσί ποι ἀπʼ ἀλλήλων. ὥρα ἂν εἴη, ἔφη ὁ Μῆδος, μάλα πάλιν σε φιλεῖν ἐμέ·4 ἀπέρχομαι γάρ, ὡς ὁρᾷς, ἤδη. οὕτω καὶ τὸν Κῦρον φιλήσαντα πάλιν ἀποπέμπειν καὶ ἀπιέναι. καὶ ὁδόν τε οὔπω πολλὴν διηνύσθαι αὐτοῖς καὶ τὸν Μῆδον ἥκειν πάλιν ἱδροῦντι τῷ ἵππῳ· καὶ τὸν Κῦρον ἰδόντα, ἀλλʼ ἦ, φάναι, ἐπελάθου τι ὧν ἐβούλου εἰπεῖν; μὰ Δία, φάναι, ἀλλʼ ἥκω διὰ χρόνου. καὶ τὸν Κῦρον εἰπεῖν· νὴ Δίʼ, ὦ σύγγενες, διʼ ὀλίγου γε. ποίου ὀλίγου; εἰπεῖν τὸν Μῆδον. οὐκ οἶσθα, φάναι, ὦ Κῦρε, ὅτι καὶ ὅσον σκαρδαμύττω χρόνον, πάνυ πολύς μοι δοκεῖ εἶναι, ὅτι οὐχ ὁρῶ σε τότε τοιοῦτον ὄντα; ἐνταῦθα δὴ τὸν Κῦρον γελάσαι τε ἐκ τῶν ἔμπροσθεν δακρύων καὶ εἰπεῖν αὐτῷ θαρρεῖν ἀπιόντι, ὅτι παρέσται αὐτοῖς ὀλίγου χρόνου, ὥστε ὁρᾶν ἐξέσται κἂν βούληται ἀσκαρδαμυκτί.5

那米底人被亲吻后问道:“在波斯,亲吻亲属当真也是这样的规矩吗?”居鲁士答道:“正是如此,只要他们隔了一段时间相见,或是要相互离别前往某处。”米底人便说:“那么现在正该您再亲吻我一次了;因为正如您所见,我这就走了。”于是居鲁士再次亲吻了他,打发他离开,自己也继续前行。他们还没走出多远,那米底人便骑着满身大汗的马再次赶来。居鲁士见状便说:“莫非你把你本想说的话给忘了?”那人答道:“凭宙斯起誓,绝非如此,而是我隔了很久才来的。”居鲁士说:“凭宙斯起誓,我的亲戚,这分明才隔了片刻而已!”米底人说:“哪是什么片刻!居鲁士啊,难道您不知道,哪怕只是我眨一下眼睛的工夫,对我而言也显得极其漫长,因为在那期间我无法看见如此俊美的您啊。”这时居鲁士破涕为笑,对正要离开的他宽慰道,自己过不了多久就会回到他们身边,那时他若愿意,哪怕目不转睛地看也是可以的。

语法注5 条
  1. 1.4.25ἀπεκάλει δή, ὅπως τὰ ἐν Πέρσαις ἐπιχώρια ἐπιτελοίη

    ὅπως 引导目的从句(因位于历史时态 ἀπεκάλει 之后而使用祈愿语气 ἐπιτελοίη)。短语 τὰ ἐν Πέρσαις ἐπιχώρια 指“波斯本地的规制”,即波斯青年必须完成的公民教育体系与义务。

  2. 1.4.25μὴ ὁ πατήρ τι ἄχθοιτο καὶ ἡ πόλις μέμφοιτο

    μὴ 引导表示担忧、恐慌的从句,后接祈愿语气 ἄχθοιτο 和 μέμφοιτο(因置于间接引语的历史时态序列中)。τι 用作副词性宾格,意为“有什么、稍微”。

  3. 1.4.25οὐδένα ἔφασαν ὅντινʼ οὐ δακρύοντʼ ἀποστρέφεσθαι

    双重否定构成的强烈肯定句型(οὐδεὶς ὅστις οὐ,“无人不……”即“所有人皆……”)。因处于 ἔφασαν 引出的“宾格加不定式”结构中,代词被吸引成宾格 οὐδένα ... ὅντινα,分词 δακρύοντα 亦与宾格一致。

  4. 1.4.28ὥρα ἂν εἴη, ἔφη ὁ Μῆδος, μάλα πάλιν σε φιλεῖν ἐμέ

    ὥρα ἂν εἴη 接不定式为潜在祈愿语气,表示委婉提议或提示适当时机:“正该是……的时候了”。μάλα 用来加强 πάλιν 或 φιλεῖν 的语气。不定式 φιλεῖν 的逻辑主语为宾格 σε,宾语为 ἐμέ。

  5. 1.4.28κἂν βούληται ἀσκαρδαμυκτί

    κἂν 为 καὶ ἐάν 的缩约(“即便……”),接虚拟语气 βούληται。副词 ἀσκαρδαμυκτί 由否定前缀 ἀ- 与动词 σκαρδαμύσσω(眨眼)的词根构成,意为“目不转睛地”、“眨也不眨地”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.4.25-1.4.28