- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.4.20-1.4.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在阿斯提阿格斯的命令下,基阿克萨里斯和居鲁士追击敌方掠夺队,随后阿斯提阿格斯主力军的前进促成了敌军全线的溃败。尽管大获全胜,阿斯提阿格斯在承认居鲁士战功的同时,也对其鲁莽疯狂的勇力深感忧虑。
ταῦτʼ εἰπόντος αὐτοῦ ἔδοξέ τι λέγειν1 τῷ Ἀστυάγει. καὶ ἅμα θαυμάζων ὡς καὶ ἐφρόνει καὶ ἐγρηγόρει κελεύει τὸν υἱὸν λαβόντα τάξιν ἱππέων ἐλαύνειν ἐπὶ τοὺς ἄγοντας τὴν λείαν. ἐγὼ δέ, ἔφη, ἐπὶ τούσδε, ἢν ἐπὶ σὲ κινῶνται, ἐλῶ, ὥστε ἀναγκασθήσονται ἡμῖν προσέχειν τὸν νοῦν. οὕτω δὴ ὁ Κυαξάρης λαβὼν τῶν ἐρρωμένων ἵππων τε καὶ ἀνδρῶν2 προσελαύνει. καὶ ὁ Κῦρος ὡς εἶδεν ὁρμωμένους, ἐξορμᾷ, καὶ αὐτὸς πρῶτος ἡγεῖτο ταχέως, καὶ ὁ Κυαξάρης μέντοι ἐφείπετο, καὶ οἱ ἄλλοι δὲ οὐκ ἀπελείποντο. ὡς δὲ εἶδον αὐτοὺς πελάζοντας οἱ λεηλατοῦντες, εὐθὺς ἀφέντες τὰ χρήματα ἔφευγον.
居鲁士这番话说完,阿斯提阿格斯觉得他言之有理。阿斯提阿格斯既赞赏他如此明智且机警,便命令自己的儿子率领一队骑兵,去冲杀那些押送战利品的人。“而我,”阿斯提阿格斯说,“如果敌军主力向你发动,我便向他们进军,这样他们就不得不把注意力放在我们身上。”于是,基阿克萨里斯挑选了强健的战马和士兵向前策马进发。居鲁士一见他们出发,自己也飞奔而出,迅速一马当先领路;基阿克萨里斯紧随其后,其他人也不甘落后。抄掠的敌军一见他们逼近,立刻抛弃财物四散逃窜。
οἱ δʼ ἀμφὶ τὸν Κῦρον ὑπετέμνοντο, καὶ οὓς μὲν κατελάμβανον εὐθὺς ἔπαιον, πρῶτος δὲ ὁ Κῦρος, ὅσοι δὲ παραλλάξαντες αὐτῶν ἔφθασαν, κατόπιν τούτους ἐδίωκον, καὶ οὐκ ἀνίεσαν, ἀλλʼ ᾕρουν τινὰς αὐτῶν. ὥσπερ δὲ κύων γενναῖος ἄπειρος ἀπρονοήτως φέρεται πρὸς κάπρον, οὕτω καὶ ὁ Κῦρος ἐφέρετο, μόνον ὁρῶν τὸ παίειν τὸν ἁλισκόμενον, ἄλλο δʼ οὐδὲν προνοῶν. οἱ δὲ πολέμιοι ὡς ἑώρων πονοῦντας τοὺς σφετέρους, προυκίνησαν τὸ στῖφος, ὡς παυσομένους τοῦ διωγμοῦ,3 ἐπεὶ σφᾶς ἴδοιεν προορμήσαντας.
居鲁士一行截断了他们的退路,追上谁便立刻将其击倒,居鲁士更是冲在最前;至于那些抢先越过他们逃脱的人,他们便从背后追击,毫不松懈,俘获了其中一些人。正如一只出身名种却缺乏经验的猎犬不顾一切地向野猪猛扑过去一样,居鲁士也这般猛冲,只盯着击杀被追上的人,丝毫不顾及其他任何事情。敌军见己方人员陷入苦境,便开动了他们紧密的骑兵方阵,以为米底人看到他们出击就会停止追击。
ὁ δὲ Κῦρος οὐδὲν μᾶλλον ἀνίει, ἀλλʼ ὑπὸ τῆς χαρμονῆς ἀνακαλῶν τὸν θεῖον ἐδίωκε καὶ ἰσχυρὰν τὴν φυγὴν τοῖς πολεμίοις κατέχων ἐποίει, καὶ ὁ Κυαξάρης μέντοι ἐφείπετο, ἴσως καὶ αἰσχυνόμενος τὸν πατέρα, καὶ οἱ ἄλλοι δὲ εἵποντο, προθυμότεροι ὄντες ἐν τῷ τοιούτῳ εἰς τὸ διώκειν καὶ οἱ μὴ πάνυ πρὸς τοὺς ἐναντίους ἄλκιμοι ὄντες. ὁ δὲ Ἀστυάγης ὡς ἑώρα τοὺς μὲν ἀπρονοήτως διώκοντας, τοὺς δὲ πολεμίους ἁθρόους τε καὶ τεταγμένους ὑπαντῶντας, δείσας περί τε τοῦ υἱοῦ καὶ τοῦ Κύρου μὴ εἰς παρεσκευασμένους ἀτάκτως ἐμπεσόντες πάθοιέν τι, ἡγεῖτο εὐθὺς πρὸς τοὺς πολεμίους.
然而居鲁士丝毫没有放松,反而兴高采烈地呼喊着舅舅继续追击,紧紧压迫着敌人,使其陷入溃败。基阿克萨里斯也跟在后面,或许也是出于对父亲的敬畏与羞愧;其他人也跟了上来,在这样的情势下,即便是平日面对敌人不太勇敢的人,追击起来也变得格外勇猛。阿斯提阿格斯看到自己的人马不顾后果地追击,而敌军却密集整齐地迎面逼来,担心儿子和居鲁士无序地撞上戒备森严的敌阵而遭遇不测,便立即率军径直向敌军逼近。
οἱ δʼ αὖ πολέμιοι ὡς εἶδον τοὺς Μήδους προκινηθέντας, διατεινάμενοι οἱ μὲν τὰ παλτὰ οἱ δὲ τὰ τόξα εἱστήκεσαν, ὡς δή, ἐπειδὴ εἰς τόξευμα ἀφίκοιντο, στησομένους,4 ὥσπερ τὰ πλεῖστα εἰώθεσαν ποιεῖν. μέχρι γὰρ τοσούτου, ὁπότε ἐγγύτατα γένοιντο, προσήλαυνον ἀλλήλοις καὶ ἠκροβολίζοντο πολλάκις μέχρι ἑσπέρας. ἐπεὶ δὲ ἑώρων τοὺς μὲν σφετέρους φυγῇ εἰς ἑαυτοὺς φερομένους, τοὺς δʼ ἀμφὶ τὸν Κῦρον ἐπʼ αὐτοὺς ὁμοῦ ἀγομένους, τὸν δὲ Ἀστυάγην σὺν τοῖς ἵπποις ἐντὸς γιγνόμενον ἤδη τοξεύματος, ἐκκλίνουσι καὶ φεύγουσιν ὁμόθεν διώκοντας ἀνὰ κράτος· ᾕρουν δὲ πολλούς· καὶ τοὺς μὲν ἁλισκομένους ἔπαιον καὶ ἵππους καὶ ἄνδρας, τοὺς δὲ πίπτοντας κατέκαινον· καὶ οὐ πρόσθεν ἔστησαν πρὶν ἢ πρὸς τοῖς πεζοῖς τῶν Ἀσσυρίων ἐγένοντο. ἐνταῦθα μέντοι δείσαντες μὴ καὶ ἐνέδρα τις μείζων ὑπείη, ἐπέσχον.
敌军见米底人全军压上,便停住阵脚,有的举起投枪,有的拉开弓箭,以为正如他们以往通常所做的那样,一旦进入弓箭射程双方就会停下。因为以往两军即便离得最近,也只逼近到这个距离,且常常相互试探对射直到黄昏。然而,当他们看到己方败兵正奔向自己,居鲁士一行紧密抱团向自己冲杀过来,而阿斯提阿格斯率领骑兵已经进入射程之内时,他们便转身溃逃,而米底人则从近处全速猛追。米底人俘获了许多人:凡追上的人马一律击倒,凡落马跌倒者一律斩杀;直到遇到亚述人的步兵主力,他们才停下脚步。到了那里,他们唯恐暗中设有更大的伏兵,便按兵不动了。
ἐκ τούτου δὴ ἀνῆγεν ὁ Ἀστυάγης, μάλα χαίρων καὶ τῇ ἱπποκρατίᾳ, καὶ τὸν Κῦρον οὐκ ἔχων ὅ τι χρὴ λέγειν, αἴτιον μὲν ὄντα εἰδὼς τοῦ ἔργου, μαινόμενον δὲ γιγνώσκων τῇ τόλμῃ. καὶ γὰρ τότε ἀπιόντων οἴκαδε μόνος τῶν ἄλλων ἐκεῖνος οὐδὲν ἄλλο ἢ τοὺς πεπτωκότας περιελαύνων ἐθεᾶτο, καὶ μόλις αὐτὸν ἀφελκύσαντες οἱ ἐπὶ τοῦτο ταχθέντες προσήγαγον τῷ Ἀστυάγει, μάλα ἐπίπροσθεν ποιούμενον τοὺς προσάγοντας,5 ὅτι ἑώρα τὸ πρόσωπον τοῦ πάππου ἠγριωμένον ἐπὶ τῇ θέᾳ τῇ αὑτοῦ.
于是阿斯提阿格斯收兵回营,他一方面因骑兵的胜利而欣喜万分,另一方面却不知该对居鲁士说什么好,因为他既知道居鲁士是这场大捷的造就者,又清楚居鲁士在勇猛中近乎疯狂。事实上,当时大队人马返回时,唯独居鲁士一人除了骑马在阵亡者身旁转悠观看外什么也不做;奉命前来的随从费了好大劲才把他拉开带到阿斯提阿格斯面前。居鲁士极力让领他前去的人挡在自己身前,因为他看到外祖父一看见他就面露怒容。
- 1.4.20ἔδοξέ τι λέγειν
非人称动词 ἔδοξε 接习惯短语 τι λέγειν,意为“说得有道理”或“切中要害”(反义为 οὐδὲν λέγειν,“胡说八道”)。表明居鲁士的提议在阿斯提阿格斯看来十分合理。
- 1.4.20τῶν ἐρρωμένων ἵππων τε καὶ ἀνδρῶν
分词 λαβών 所带的部分属格(partitive genitive),表示并非带走所有人马,而是从“强健的战马和士兵中(挑选了一部分)”。
- 1.4.21ὡς παυσομένους τοῦ διωγμοῦ
由 ὡς 引导的对格绝对独立结构(accusative absolute),表示主句主语(敌军 οἱ πολέμιοι)的主观预期或意图。将来时分词 παυσομένους 的逻辑主语是追击中的米底军队(“以为他们会停止追击”)。
- 1.4.23ὡς δή, ἐπειδὴ εἰς τόξευμα ἀφίκοιντο, στησομένους
同样是由 ὡς 引导的带将来时分词 στησομένους 的对格绝对结构。嵌套的时间从句(ἐπειδὴ εἰς τόξευμα ἀφίκοιντο)使用祈愿语气,表示过去重复发生或预期的动作,表达敌军的预想:“以为一旦进入箭程就会停步”。
- 1.4.24μάλα ἐπίπροσθεν ποιούμενον τοὺς προσάγοντας
由 ποιέομαι 搭配副词性介词 ἐπίπροσθεν 及对格 τοὺς προσάγοντας 构成的惯用表达,意为“让押带自己的人走在自己前面”,生动表现了居鲁士把随从挡在身前,像盾牌一样遮挡外祖父愤怒目光的举动。
