- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.4.15-1.4.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿斯提阿格斯欣喜地观看居鲁士等人的狩猎,此后频繁带他们出猎。居鲁士约十六岁时,亚述王子借狩猎之名在边境发起掠夺;居鲁士首次身披战甲随军出援,并向外祖父进言追击抄掠敌军的策略。
ἐνταῦθα δὴ ὁ Ἀστυάγης ἀφίησι, καὶ στὰς ἐθεᾶτο ἁμιλλωμένους ἐπὶ τὰ θηρία καὶ φιλονικοῦντας καὶ διώκοντας καὶ ἀκοντίζοντας. καὶ Κύρῳ ἥδετο οὐ δυναμένῳ σιγᾶν ὑπὸ τῆς ἡδονῆς, ἀλλʼ ὥσπερ σκύλακι γενναίῳ ἀνακλάζοντι,1 ὁπότε πλησιάζοι θηρίῳ, καὶ παρακαλοῦντι ὀνομαστὶ ἕκαστον. καὶ τοῦ μὲν καταγελῶντα αὐτὸν ὁρῶν ηὐφραίνετο, τὸν δέ τινα καὶ ἐπαινοῦντα οὐδʼ ὁπωστιοῦν φθονερῶς. τέλος δʼ οὖν πολλὰ θηρία ἔχων ὁ Ἀστυάγης ἀπῄει. καὶ τὸ λοιπὸν οὕτως ἥσθη τῇ τότε θήρᾳ ὥστε ἀεὶ ὁπότε οἷόν τʼ εἴη συνεξῄει τῷ Κύρῳ καὶ ἄλλους τε πολλοὺς παρελάμβανε καὶ τοὺς παῖδας, Κύρου ἕνεκα. τὸν μὲν δὴ πλεῖστον χρόνον οὕτω διῆγεν ὁ Κῦρος, πᾶσιν ἡδονῆς μὲν καὶ ἀγαθοῦ τινος συναίτιος ὤν, κακοῦ δὲ οὐδενός.
于是阿斯提阿格斯便放他们前去,自己则站在一旁,看着他们争相追赶野兽、互相较劲、奋力追逐并投掷标枪。他为居鲁士感到欢喜,因为居鲁士高兴得合不拢嘴,就像一只良种猎犬那样,每当接近野兽就狂吠欢呼,并指名道姓地给每个同伴打气。看到他嘲弄这个伙伴,阿斯提阿格斯感到开心;看到他毫无妒意地赞许另一个同伴,他也感到欣慰。最后,阿斯提阿格斯带着许多猎物返回了。此后,他因为那次围猎而大为畅快,以至于只要情况允许,他总是与居鲁士一同外出,并且为了居鲁士的缘故带上许多其他人以及那些少年。居鲁士的大部分时光就是这样度过的,他成了所有人快乐与善事的分担者,却从不带来任何祸患。
ἀμφὶ δὲ τὰ πέντε ἢ ἑκκαίδεκα ἔτη γενομένου αὐτοῦ ὁ υἱὸς τοῦ Ἀσσυρίων βασιλέως γαμεῖν μέλλων ἐπεθύμησε καὶ αὐτὸς θηρᾶσαι ἐς τοῦτον τὸν χρόνον. ἀκούων οὖν ἐν τοῖς μεθορίοις τοῖς τε αὑτῶν καὶ τοῖς Μήδων πολλὰ θηρία εἶναι ἀθήρευτα διὰ τὸν πόλεμον, ἐνταῦθα ἐπεθύμησεν ἐξελθεῖν. ὅπως οὖν ἀσφαλῶς θηρῴη, ἱππέας τε προσέλαβε πολλοὺς καὶ πελταστάς, οἵτινες ἔμελλον αὐτῷ ἐκ τῶν λασίων τὰ θηρία ἐξελᾶν ἐς τὰ ἐργάσιμά τε καὶ εὐήλατα. ἀφικόμενος δὲ ὅπου ἦν αὐτοῖς τὰ φρούρια καὶ ἡ φυλακή, ἐνταῦθα ἐδειπνοποιεῖτο, ὡς πρῲ τῇ ὑστεραίᾳ θηράσων.
在他大约十五六岁时,亚述国王的儿子正值成婚之际,也渴望在这个时节亲自打一场猎。他听说在他们与米底接壤的边境地带,由于战事的缘故有许多未被猎捕的野兽,便渴望前往那里。为了能够安全狩猎,他带上了许多骑兵和轻盾兵,这些人打算替他把野兽从灌木丛中驱赶到便于耕作和骑乘的开阔平地上。到达他们设有要塞和驻军的地方后,他在那里用晚餐,打算次日清晨开始狩猎。
ἤδη δὲ ἑσπέρας γενομένης ἡ διαδοχὴ τῇ πρόσθεν φυλακῇ ἔρχεται ἐκ πόλεως καὶ ἱππεῖς καὶ πεζοί. ἔδοξεν οὖν αὐτῷ πολλὴ στρατιὰ παρεῖναι· δύο γὰρ ὁμοῦ ἦσαν φυλακαί, πολλούς τε αὐτὸς ἧκεν ἔχων ἱππέας καὶ πεζούς. ἐβουλεύσατο οὖν κράτιστον εἶναι λεηλατῆσαι ἐκ τῆς Μηδικῆς, καὶ λαμπρότερόν τʼ ἂν φανῆναι τὸ ἔργον τῆς θήρας καὶ ἱερείων ἂν πολλὴν ἀφθονίαν ἐνόμιζε γενέσθαι. οὕτω δὴ πρῲ ἀναστὰς ἦγε τὸ στράτευμα, καὶ τοὺς μὲν πεζοὺς κατέλιπεν ἁθρόους ἐν τοῖς μεθορίοις, αὐτὸς δὲ τοῖς ἵπποις προσελάσας πρὸς τὰ τῶν Μήδων φρούρια, τοὺς μὲν βελτίστους καὶ πλείστους ἔχων μεθʼ ἑαυτοῦ ἐνταῦθα κατέμεινεν, ὡς μὴ βοηθοῖεν οἱ φρουροὶ τῶν Μήδων ἐπὶ τοὺς καταθέοντας, τοὺς δʼ ἐπιτηδείους ἀφῆκε κατὰ φυλὰς ἄλλους ἄλλοσε καταθεῖν, καὶ ἐκέλευε περιβαλλομένους ὅτῳ τις ἐπιτυγχάνοι ἐλαύνειν πρὸς ἑαυτόν. οἱ μὲν δὴ ταῦτα ἔπραττον.
此时已近黄昏,接替上一班守卫的步骑兵从城中赶来。因此在他看来,手头已集结了一支庞大的军队;因为两班守军汇聚在一起,而他自己又带来了大批骑兵和步兵。于是他打定主意,认为最好到米底境内大肆掠夺一番;他认为这桩功绩不仅比狩猎显得更为辉煌,而且还能获得极为丰盛的祭牲。于是他清晨起身率军出发,把步兵全数留在边境,自己则率骑兵进逼米底人的要塞,把最精锐、最多的人马留在自己身边驻扎在那里,以免米底守军出城阻击抄掠的队伍;同时派精干人员按部族分队向各处散开抄掠,命令他们把碰到的所有财物人畜包围起来驱赶到他这里。他们便照此行事。
σημανθέντων δὲ τῷ Ἀστυάγει ὅτι πολέμιοί εἰσιν ἐν τῇ χώρᾳ,2 ἐξεβοήθει καὶ αὐτὸς πρὸς τὰ ὅρια σὺν τοῖς περὶ αὐτὸν καὶ ὁ υἱὸς αὐτοῦ ὡσαύτως σὺν τοῖς παρατυχοῦσιν ἱππόταις, καὶ τοῖς ἄλλοις δὲ ἐσήμαινε πᾶσιν ἐκβοηθεῖν. ὡς δὲ εἶδον πολλοὺς ἀνθρώπους τῶν Ἀσσυρίων συντεταγμένους καὶ τοὺς ἱππέας ἡσυχίαν ἔχοντας, ἔστησαν καὶ οἱ Μῆδοι. ὁ δὲ Κῦρος ὁρῶν ἐκβοηθοῦντας καὶ τοὺς ἄλλους πασσυδί, ἐκβοηθεῖ καὶ αὐτὸς πρῶτον τότε ὅπλα ἐνδύς, οὔποτε οἰόμενος·3 οὕτως ἐπεθύμει αὐτοῖς ἐξοπλίσασθαι· μάλα δὲ καλὰ ἦν καὶ ἁρμόττοντα αὐτῷ ἃ ὁ πάππος περὶ τὸ σῶμα ἐπεποίητο. οὕτω δὴ ἐξοπλισάμενος προσήλασε τῷ ἵππῳ. καὶ ὁ Ἀστυάγης ἐθαύμασε μὲν τίνος κελεύσαντος ἥκοι, ὅμως δὲ εἶπεν αὐτῷ μένειν παρʼ ἑαυτόν.
当阿斯提阿格斯接到敌军侵入国境的通报时,他亲自带着身边的侍从奔赴边境救援,他的儿子同样带领身旁的骑兵出击,并向其余所有人发出全军出援的信号。米底人看到大批亚述人列阵以待、其骑兵按兵不动,便也停住了脚步。居鲁士见其他人也倾巢出动增援,自己也头一次披挂铠甲出援——他原本未曾料想会有此机会,他是如此渴望全副武装起来;这些铠甲十分精美,且正合他的身量,是外祖父照他的身材定做的。他这般全副武装后策马奔驰而来。阿斯提阿格斯诧异于他是奉了谁的命令前来的,但依然吩咐他留在自己身边。
ὁ δὲ Κῦρος ὡς εἶδε πολλοὺς ἱππέας ἀντίους, ἤρετο· ἦ οὗτοι, ἔφη, ὦ πάππε, πολέμιοί εἰσιν, οἳ ἐφεστήκασι τοῖς ἵπποις ἠρέμα; πολέμιοι μέντοι, ἔφη. ἦ καὶ ἐκεῖνοι, ἔφη, οἱ ἐλαύνοντες; κἀκεῖνοι μέντοι. νὴ τὸν Δίʼ, ἔφη, ὦ πάππε, ἀλλʼ οὖν πονηροί γε φαινόμενοι καὶ ἐπὶ πονηρῶν ἱππαρίων ἄγουσιν ἡμῶν τὰ χρήματα· οὐκοῦν χρὴ ἐλαύνειν τινὰς ἡμῶν ἐπʼ αὐτούς. ἀλλʼ οὐχ ὁρᾷς, ἔφη, ὦ παῖ, ὅσον τὸ στῖφος τῶν ἱππέων ἕστηκε συντεταγμένον; οἳ ἢν ἐπʼ ἐκείνους ἡμεῖς ἐλαύνωμεν, ὑποτεμοῦνται ἡμᾶς πάλιν· ἡμῖν δὲ οὔπω ἡ ἰσχὺς πάρεστιν. ἀλλʼ ἢν σὺ μένῃς, ἔφη ὁ Κῦρος, καὶ ἀναλαμβάνῃς τοὺς προσβοηθοῦντας, φοβήσονται οὗτοι καὶ οὐ κινήσονται, οἱ δʼ ἄγοντες εὐθὺς ἀφήσουσι τὴν λείαν, ἐπειδὰν ἴδωσί τινας ἐπʼ αὐτοὺς ἐλαύνοντας.
居鲁士看到对面有许多骑兵,便问道:“外祖父,那些在战马上静止不动的,就是敌人吗?”“确实是敌人。”外祖父说。“那些四处驰骋的也是吗?”他又问。“确实也是。”“凭宙斯起誓,外祖父,”居鲁士说,“那些人看起来这般猥琐,骑着劣马,却在掳掠我们的财产!因此我们当中应当有人策马去冲杀他们。”“可是孩子,难道你没看见,”外祖父说,“那里列队聚集着多么庞大的一队骑兵吗?如果我们向那些掠夺者冲过去,他们就会反过来截断我们的退路;而且我们的主力部队还没到齐呢。”“但如果您守在这里,”居鲁士说道,“接应陆续赶来增援的部队,那些骑兵就会畏惧不敢轻举妄动;而那些押送战利品的人,一旦看到有人向他们冲杀过去,就会立刻丢弃战利品。”
- 1.4.15ὥσπερ σκύλακι γενναίῳ ἀνακλάζοντι
与格短语 σκύλακι ... ἀνακλάζοντι 与前文的与格 Κύρῳ(及其分词 οὐ δυναμένῳ)在格上保持一致。在引导比喻的连词 ὥσπερ 之后,被比较的名词短语同化接续了主述对象的与格。
- 1.4.18σημανθέντων δὲ τῷ Ἀστυάγει ὅτι πολέμιοί εἰσιν ἐν τῇ χώρᾳ
σημανθέντων 是中性复数的第一不定过去时被动分词,构成无人称独立属格结构。其逻辑主语是后文的 ὅτι 从句(“敌军已入境”),在语法上被视作复数事态或抽象概括的复数属格。
- 1.4.18οὔποτε οἰόμενος
该分词短语修饰前面的 πρῶτον τότε ὅπλα ἐνδύς(那时头一次披挂甲胄),意为“压根未曾料想到(能有穿上甲胄出战的这一天)”,与下文紧接着说明的“他是如此渴望全副武装”形成心境上的呼应与强调。
