- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.4.11-1.4.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士将猎物分赠同伴,盛赞野外狩猎的乐趣,并巧妙地借用逃奴的比喻劝说外祖父阿斯提阿格斯准许同伴们随行打猎。阿斯提阿格斯为讨孙儿欢心举办了一场盛大的皇家围猎,并应居鲁士的请求允许所有少年一同追逐竞技。
καὶ ὁ Κῦρος λαβὼν ἐδίδου τε ἄρας τοῖς παισὶ καὶ ἅμα ἔλεγεν· ὦ παῖδες, ὡς ἄρα ἐφλυαροῦμεν ὅτε τὰ ἐν τῷ παραδείσῳ θηρία ἐθηρῶμεν· ὅμοιον ἔμοιγε δοκεῖ εἶναι οἷόνπερ εἴ τις δεδεμένα ζῷα θηρῴη. πρῶτον μὲν γὰρ ἐν μικρῷ χωρίῳ ἦν, ἔπειτα λεπτὰ καὶ ψωραλέα, καὶ τὸ μὲν αὐτῶν χωλὸν ἦν, τὸ δὲ κολοβόν· τὰ δʼ ἐν τοῖς ὄρεσι καὶ λειμῶσι θηρία ὡς μὲν καλά, ὡς δὲ μεγάλα, ὡς δὲ λιπαρὰ ἐφαίνετο. καὶ αἱ μὲν ἔλαφοι ὥσπερ πτηναὶ ἥλλοντο πρὸς τὸν οὐρανόν, οἱ δὲ κάπροι ὥσπερ τοὺς ἄνδρας φασὶ τοὺς ἀνδρείους ὁμόσε ἐφέροντο·1 ὑπὸ δὲ τῆς πλατύτητος οὐδὲ ἁμαρτεῖν οἷόν τʼ ἦν αὐτῶν· καλλίω δή, ἔφη, ἔμοιγε δοκεῖ καὶ τεθνηκότα εἶναι ταῦτα ἢ ζῶντα ἐκεῖνα τὰ περιῳκοδομημένα. ἀλλʼ ἆρα ἄν, ἔφη, ἀφεῖεν καὶ ὑμᾶς οἱ πατέρες ἐπὶ θήραν; καὶ ῥᾳδίως γʼ ἄν, ἔφασαν, εἰ Ἀστυάγης κελεύοι.
居鲁士拿起猎物分发给伙伴们,同时说道:“朋友们,我们在苑囿里捕猎那些野兽时,做的事情真是太荒唐了!在我看来,这简直就像在捕猎被拴住的动物一样。首先,它们处在狭小的场地里,其次又瘦弱又长满疥癣,有的跛脚,有的残缺;而山林草场上的野兽,看起来是何等美丽、何等雄伟、何等毛色光润啊!鹿就像长了翅膀一样跃向高空,野猪则迎面猛冲过来,正如人们所说的那种勇士;而且由于它们身形宽阔,人甚至不可能射偏。依我看,”他说道,“这些猎物哪怕死了,也比圈禁起来的那些活着的时候美丽得多。不过,不知你们的父亲会不会也放你们去打猎呢?”他们回答道:“只要阿斯提阿格斯下令,自然很容易放行。”
καὶ ὁ Κῦρος εἶπε· τίς οὖν ἂν ἡμῖν Ἀστυάγει μνησθείη; τίς γὰρ ἄν, ἔφασαν, σοῦ γε ἱκανώτερος πεῖσαι; ἀλλὰ μὰ τὸν Δία, ἔφη, ἐγὼ μὲν οὐκ οἶδʼ ὅστις ἄνθρωπος γεγένημαι· οὐδὲ γὰρ οἷός τʼ εἰμὶ λέγειν ἔγωγε οὐδʼ ἀναβλέπειν πρὸς τὸν πάππον ἐκ τοῦ ἴσου ἔτι δύναμαι. ἢν δὲ τοσοῦτον ἐπιδιδῶ, δέδοικα, ἔφη, μὴ παντάπασι βλάξ τις καὶ ἠλίθιος γένωμαι· παιδάριον δʼ ὢν δεινότατος λαλεῖν ἐδόκουν εἶναι. καὶ οἱ παῖδες εἶπον· πονηρὸν λέγεις τὸ πρᾶγμα, εἰ μηδʼ ὑπὲρ ἡμῶν ἄν τι δέῃ δυνήσῃ πράττειν, ἀλλʼ ἄλλου τινὸς τὸ ἐπὶ σὲ2 ἀνάγκη ἔσται δεῖσθαι ἡμᾶς.
居鲁士便说:“那么谁能替我们向阿斯提阿格斯提及此事呢?”他们说:“除了你,还能有谁更擅长说服他呢?”“可是凭宙斯起誓,”居鲁士说道,“我自己都不知道自己变成什么样的人了;因为我甚至不敢开口,也不能像从前那样平等地抬头直视外祖父了。如果我照这样继续‘长进’下去,”他说,“我真担心自己会彻底变成一个呆滞愚蠢的家伙;可当我还是个小毛孩时,我似乎是最擅长夸夸其谈的。”少年们便说:“你说的这可是一件糟糕的事,如果到了需要的时候你连为我们做点事都办不到,反而迫使我们在本应指望你的事情上去央求别人。”
ἀκούσας δὲ ταῦτα ὁ Κῦρος ἐδήχθη, καὶ σιγῇ ἀπελθὼν διακελευσάμενος ἑαυτῷ τολμᾶν εἰσῆλθεν, ἐπιβουλεύσας ὅπως ἂν ἀλυπότατα εἴποι πρὸς τὸν πάππον καὶ διαπράξειεν αὑτῷ τε καὶ τοῖς παισὶν ὧν ἐδέοντο. ἤρξατο οὖν ὧδε. εἰπέ μοι, ἔφη, ὦ πάππε, ἤν τις ἀποδρᾷ σε τῶν οἰκετῶν καὶ λάβῃς αὐτόν, τί αὐτῷ χρήσῃ; τί ἄλλο, ἔφη, ἢ δήσας ἐργάζεσθαι ἀναγκάσω; ἢν δὲ αὐτόματος πάλιν ἔλθῃ, πῶς ποιήσεις; τί δέ, ἔφη, εἰ μὴ μαστιγώσας γε, ἵνα μὴ αὖθις τοῦτο ποιῇ, ἐξ ἀρχῆς χρήσομαι; ὥρα ἄν, ἔφη ὁ Κῦρος, σοὶ παρασκευάζεσθαι εἴη ὅτῳ μαστιγώσεις με, ὡς βουλεύομαί γε ὅπως σε ἀποδρῶ λαβὼν τοὺς ἡλικιώτας ἐπὶ θήραν. καὶ ὁ Ἀστυάγης, καλῶς, ἔφη, ἐποίησας προειπών· ἔνδοθεν γάρ, ἔφη, ἀπαγορεύω σοι μὴ κινεῖσθαι. χαρίεν γάρ, ἔφη, εἰ ἕνεκα κρεαδίων τῇ θυγατρὶ τὸν παῖδα ἀποβουκολήσαιμι.3
居鲁士听了这些话大受刺痛,默默走开后,他暗自激励自己要勇敢,然后走了进去,心里盘算着如何才能以最不触怒外祖父的方式开口,并为自己和伙伴们办成他们所渴求的事。于是他这样开场道:“外祖父,请告诉我,”他说,“如果您手下的一个奴仆从您身边逃跑而您又抓住了他,您会如何处置他呢?”“除了把他捆绑起来强迫干活外,还能怎样?”外祖父答道。“那如果他是自己主动回来的呢,您又会怎么做?”“还能怎样,”他说,“抽他一顿鞭子免得他再犯,然后像起初那样差遣他呗。”居鲁士说道:“那您现在就该准备好鞭打我的家什了,因为我正谋划着带上同伴去打猎,从您身边逃跑呢。”阿斯提阿格斯答道:“你提前说出来做得很好;因为我现在命令你待在屋里不许动弹。要是为了几块肉,我就把我女儿的儿子弄丢了,那可真是一桩妙事了。”
ἀκούσας ταῦτα ὁ Κῦρος ἐπείθετο μὲν καὶ ἔμεινεν, ἀνιαρὸς δὲ καὶ σκυθρωπὸς ὢν σιωπῇ διῆγεν. ὁ μέντοι Ἀστυάγης ἐπεὶ ἔγνω αὐτὸν λυπούμενον ἰσχυρῶς, βουλόμενος αὐτῷ χαρίζεσθαι ἐξάγει ἐπὶ θήραν, καὶ πεζοὺς πολλοὺς καὶ ἱππέας συναλίσας καὶ τοὺς παῖδας καὶ συνελάσας εἰς τὰ ἱππάσιμα χωρία τὰ θηρία ἐποίησε μεγάλην θήραν. καὶ βασιλικῶς δὴ παρὼν αὐτὸς ἀπηγόρευε μηδένα βάλλειν, πρὶν Κῦρος ἐμπλησθείη θηρῶν. ὁ δὲ Κῦρος οὐκ εἴα κωλύειν, ἀλλʼ, εἰ βούλει, ἔφη, ὦ πάππε, ἡδέως με θηρᾶν, ἄφες τοὺς κατʼ ἐμὲ πάντας διώκειν καὶ διαγωνίζεσθαι ὅπως ἂν ἕκαστος κράτιστα δύναιτο.
居鲁士听了这话便顺从地留下了,但满面愁容、闷闷不乐,在沉默中打发日子。然而,阿斯提阿格斯察觉他极为难过,为了讨他欢心,便带他出外打猎,召集了许多步兵和骑兵以及少年们,将野兽驱赶至适合骑马的平坦开阔处,举办了一场盛大的围猎。阿斯提阿格斯以王者之仪亲临现场,严禁任何人在居鲁士猎个痛快之前投掷标枪。居鲁士却不容许加以阻拦,而是说:“外祖父,如果您想让我尽兴打猎,就放手让我同龄的所有伙伴都去追赶,让每个人都竭尽全力去比试竞争吧。”
- 1.4.11ὥσπερ τοὺς ἄνδρας φασὶ τοὺς ἀνδρείους ὁμόσε ἐφέροντο
比较从句中包含间接引语结构的句式交错(牵引现象)。其逻辑结构为 ὥσπερ φασὶ τοὺς ἀνδρείους ἄνδρας [ὁμόσε φέρεσθαι](“正如人们所说勇士们挺身迎敌那样”);插入式的 φασὶ(人们说)导致其逻辑主语呈现为宾格 τοὺς ἄνδρας τοὺς ἀνδρείους,而定式动词 ἐφέροντο 则与全句主语 οἱ κάπροι 保持一致。
- 1.4.12τὸ ἐπὶ σὲ
表示范围或限定的关系宾格(副词性宾格)短语,意为“就你而言”或“取决于你/本属你职责的事情”。在语境中修饰 δεῖσθαι,表示少年们本该指望居鲁士去办的事,却不得不另求他人。
- 1.4.13χαρίεν γάρ, ἔφη, εἰ ἕνεκα κρεαδίων τῇ θυγατρὶ τὸν παῖδα ἀποβουκολήσαιμι
表示反讽(irony)的假设条件构文。主句省略了 ἂν εἴη,仅保留 χαρίεν(“那可真妙啊!”),以强烈的讽刺语调搭配带祈愿语气的从句 εἰ ... ἀποβουκολήσαιμι。动词 ἀποβουκολέω 本义为“使牛走失”或“骗取牲畜”,在此引申为让女儿心爱的儿子“走失、弄丢”。
