- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.4.6-1.4.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士举止谨慎地请求出外狩猎,在护卫与舅舅的随行下冒险击杀了鹿和野猪。尽管因冒险举动遭到责备,他仍将猎物献给阿斯提阿格斯,并获准分给同伴。
ἐπιθυμῶν δὲ σφόδρα ἐξιέναι ἐπὶ τὴν θήραν οὐκέτι ὁμοίως λιπαρεῖν ἐδύνατο ὥσπερ παῖς ὤν, ἀλλʼ ὀκνηρότερον προσῄει. καὶ ἃ πρόσθεν τῷ Σάκᾳ ἐμέμφετο ὅτι οὐ παρίει αὐτὸν πρὸς τὸν πάππον, αὐτὸς ἤδη Σάκας ἑαυτῷ ἐγίγνετο· οὐ γὰρ προσῄει, εἰ μὴ ἴδοι εἰ καιρὸς εἴη, καὶ τοῦ Σάκα ἐδεῖτο πάντως σημαίνειν αὐτῷ ὁπότε ἐγχωροίη· ὥστε ὁ Σάκας ὑπερεφίλει ἤδη καὶ οἱ ἄλλοι πάντες.
居鲁士虽极渴望出外打猎,却再也不能像孩提时那样死皮赖脸地央求,而是更加拘谨地走近前去。从前他曾抱怨萨卡斯不放他去见祖父,如今他自己反倒成了自己的萨卡斯;因为若不看明是否正是时机,他便不肯上前,而且还再三恳请萨卡斯在方便时务必给他发个暗号;因此萨卡斯以及其他所有人现在都极度喜爱他。
ἐπεὶ δʼ οὖν ἔγνω ὁ Ἀστυάγης σφόδρα αὐτὸν ἐπιθυμοῦντα ἔξω θηρᾶν, ἐκπέμπει αὐτὸν σὺν τῷ θείῳ καὶ φύλακας συμπέμπει ἐφʼ ἵππων πρεσβυτέρους, ὅπως ἀπὸ τῶν δυσχωριῶν φυλάττοιεν αὐτὸν καὶ εἰ τῶν ἀγρίων τι φανείη θηρίων. ὁ οὖν Κῦρος τῶν ἑπομένων προθύμως ἐπυνθάνετο ποίοις οὐ χρὴ θηρίοις πελάζειν καὶ ποῖα χρὴ θαρροῦντα διώκειν. οἱ δʼ ἔλεγον ὅτι ἄρκτοι τε πολλοὺς ἤδη πλησιάσαντας διέφθειραν καὶ κάπροι καὶ λέοντες καὶ παρδάλεις, αἱ δὲ ἔλαφοι καὶ δορκάδες καὶ οἱ ἄγριοι οἶες καὶ οἱ ὄνοι οἱ ἄγριοι ἀσινεῖς εἰσιν. ἔλεγον δὲ καὶ τοῦτο, τὰς δυσχωρίας ὅτι δέοι φυλάττεσθαι οὐδὲν ἧττον ἢ τὰ θηρία· πολλοὺς γὰρ ἤδη αὐτοῖς τοῖς ἵπποις1 κατακρημνισθῆναι.
于是,当阿斯提阿格斯明白他极其渴望去外面狩猎时,便打发他与舅舅一同出发,并派遣年长的骑兵护卫随行,以便在险要地势保护他,并防备猛兽出没。居鲁士便热情地向随从打听哪些猛兽不可接近,哪些野兽可以放心追赶。他们告诉他,靠近过黑熊、野猪、狮子和豹子的人,已有许多丧了命,而鹿、羚羊、野羊和野驴则是无害的。他们还告诫说,提防险要地势决不能亚于防备野兽;因为已经有很多人连人带马摔下了悬崖。
καὶ ὁ Κῦρος πάντα ταῦτα ἐμάνθανε προθύμως· ὡς δὲ εἶδεν ἔλαφον ἐκπηδήσασαν, πάντων ἐπιλαθόμενος ὧν ἤκουσεν ἐδίωκεν οὐδὲν ἄλλο ὁρῶν ἢ ὅπῃ ἔφευγε. καί πως διαπηδῶν αὐτῷ ὁ ἵππος πίπτει εἰς γόνατα, καὶ μικροῦ2 κἀκεῖνον ἐξετραχήλισεν. οὐ μὴν ἀλλʼ ἐπέμεινεν ὁ Κῦρος μόλις πως, καὶ ὁ ἵππος ἐξανέστη. ὡς δʼ εἰς τὸ πεδίον ἦλθεν, ἀκοντίσας καταβάλλει τὴν ἔλαφον, καλόν τι χρῆμα καὶ μέγα. καὶ ὁ μὲν δὴ ὑπερέχαιρεν· οἱ δὲ φύλακες προσελάσαντες ἐλοιδόρουν αὐτὸν εἰς οἷον κίνδυνον ἔλθοι, καὶ ἔφασαν κατερεῖν αὐτοῦ. ὁ οὖν Κῦρος εἱστήκει καταβεβηκώς, καὶ ἀκούων ταῦτα ἠνιᾶτο. ὡς δʼ ᾔσθετο κραυγῆς, ἀνεπήδησεν ἐπὶ τὸν ἵππον ὥσπερ ἐνθουσιῶν, καὶ ὡς εἶδεν ἐκ τοῦ ἀντίου κάπρον προσφερόμενον, ἀντίος ἐλαύνει καὶ διατεινάμενος εὐστόχως βάλλει εἰς τὸ μέτωπον καὶ κατέσχε τὸν κάπρον.
居鲁士热心地学习着这所有的事情;然而一看见一只鹿跳了出来,他便把听到的告诫忘得一干二净,追赶上去,眼里除了鹿逃窜的方向外别无他物。当他的坐骑在跃过障碍时不知怎地双膝跪地,险些将他也摔翻出去。不过居鲁士好不容易坚持住了,马也爬了起来。当他来到平原上时,投枪击倒了那只鹿,那是一只硕大而漂亮的猎物。居鲁士自然欣喜若狂;然而护卫们赶上前去,责备他陷入了何等凶险的境地,并扬言要告发他。居鲁士下了马站在那里,听着这些话深感沮丧。但他一听到喊叫声,便如同着了魔一般跃上马背,见一头野猪从对面冲来,便径直迎面驱马冲去,竭力准确命中其额头,制服了那头野猪。
ἐνταῦθα μέντοι ἤδη καὶ ὁ θεῖος αὐτῷ ἐλοιδορεῖτο, τὴν θρασύτητα ὁρῶν. ὁ δʼ αὐτοῦ λοιδορουμένου ὅμως ἐδεῖτο ὅσα αὐτὸς ἔλαβε, ταῦτα ἐᾶσαι εἰσκομίσαντα3 δοῦναι τῷ πάππῳ. τὸν δὲ θεῖον εἰπεῖν φασιν· ἀλλʼ ἢν αἴσθηται ὅτι ἐδίωκες, οὐ σοὶ μόνον λοιδορήσεται, ἀλλὰ καὶ ἐμοί, ὅτι σε εἴων. καὶ ἢν βούληται, φάναι αὐτόν, μαστιγωσάτω, ἐπειδάν γε ἐγὼ δῶ αὐτῷ. καὶ σύγε, ὅ τι βούλει, ἔφη, ὦ θεῖε, τιμωρησάμενος τοῦτο ὅμως χάρισαί μοι. καὶ ὁ Κυαξάρης μέντοι τελευτῶν εἶπε· ποίει ὅπως βούλει· σὺ γὰρ νῦν γε ἡμῶν ἔοικας βασιλεὺς εἶναι.
然而此时此刻,舅舅看到他的胆大妄为,也开始训斥他。居鲁士在舅舅训斥之时,仍然恳求允许他将自己捕获的猎物带进去献给外祖父。据说舅舅说道:“可是他一旦察觉你在追捕,不仅会斥责你,还会斥责我纵容了你。”居鲁士回答道:“如果他愿意,等我把猎物献给他之后,就让他鞭笞我吧。舅舅,您也尽管随意惩罚我,但还是请成全我这件事。”库阿克萨列斯最终说道:“随你的便去做吧;因为眼下你倒像是我们的王了。”
οὕτω δὴ ὁ Κῦρος εἰσκομίσας τὰ θηρία ἐδίδου τε τῷ πάππῳ καὶ ἔλεγεν ὅτι αὐτὸς ταῦτα θηράσειεν ἐκείνῳ. καὶ τὰ ἀκόντια ἐπεδείκνυ μὲν οὔ, κατέθηκε δὲ ᾑματωμένα ὅπου ᾤετο τὸν πάππον ὄψεσθαι. ὁ δὲ Ἀστυάγης ἄρα εἶπεν· ἀλλʼ, ὦ παῖ, δέχομαι μὲν ἔγωγε ἡδέως ὅσα σὺ δίδως, οὐ μέντοι δέομαί γε τούτων οὐδενός, ὥστε σε κινδυνεύειν.4 καὶ ὁ Κῦρος ἔφη· εἰ τοίνυν μὴ σὺ δέῃ, ἱκετεύω, ὦ πάππε, ἐμοὶ δὸς αὐτά, ὅπως τοῖς ἡλικιώταις ἐγὼ διαδῶ. ἀλλʼ, ὦ παῖ, ἔφη ὁ Ἀστυάγης, καὶ ταῦτα λαβὼν διαδίδου ὅτῳ σὺ βούλει καὶ τῶν ἄλλων ὁπόσα θέλεις.
于是居鲁士将野兽带了进去献给外祖父,并说这是自己为他猎捕的。他并不炫耀标枪,而是将染满血迹的标枪放在他认为祖父能看得见的地方。阿斯提阿格斯于是说道:“孩子,你给的一切我都欣然接受,但我决不需要以你冒生命危险为代价换来的任何这类东西。”居鲁士便说:“外祖父,您既然用不着,我恳求您把它们赏给我,好让我分发给我的同伴。”阿斯提阿格斯答道:“好孩子,拿去分给你想给的任何人吧,其余的你想拿多少也随你的便。”
- 1.4.7αὐτοῖς τοῖς ἵπποις
表示伴随情况的与格(常与αὐτός连用表示“连同……一起”),意为“连人带马”或“连同马匹一起”。
- 1.4.8μικροῦ
源自程度属格的副词性用法(相当于ὀλίγου),意为“几乎”、“险些”,修饰动词ἐξετραχήλισεν(将……从马上摔翻下来)。
- 1.4.9εἰσκομίσαντα
与ἐᾶσαι省去的宾格宾语即不定式δοῦναι的逻辑主语(居鲁士本人)一致的宾格分词,未受主句主语(ὁ δʼ,主格)影响而发生格同化。
- 1.4.10ὥστε σε κινδυνεύειν
连接词ὥστε接不定式引导的结果从句,在此对前文否定句起限制作用,表示“我决不需要任何这些东西,以至于让你去冒生命危险”(即不愿以冒险为代价)。
