- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.3.5-1.3.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士指出外祖父丰盛筵席的繁琐,并将分得的肉食转赏给身边随从,随后滑稽地模仿首席斟酒官萨卡斯的斟酒技艺,逗得母亲与外祖父开怀大笑。
ἀλλʼ, ὦ παῖ, φάναι τὸν Ἀστυάγην, οὐκ ἀχθόμενοι ταῦτα περιπλανώμεθα· γευόμενος δὲ καὶ σύ, ἔφη, γνώσῃ ὅτι ἡδέα ἐστίν. ἀλλὰ καὶ σέ, φάναι τὸν Κῦρον, ὁρῶ, ὦ πάππε, μυσαττόμενον ταῦτα τὰ βρώματα. καὶ τὸν Ἀστυάγην ἐπερέσθαι· καὶ τίνι δὴ σὺ τεκμαιρόμενος, ὦ παῖ, λέγεις; ὅτι σε, φάναι, ὁρῶ, ὅταν μὲν τοῦ ἄρτου ἅψῃ, εἰς οὐδὲν τὴν χεῖρα1 ἀποψώμενον, ὅταν δὲ τούτων τινὸς θίγῃς, εὐθὺς ἀποκαθαίρει τὴν χεῖρα εἰς τὰ χειρόμακτρα, ὡς πάνυ ἀχθόμενος ὅτι πλέα σοι ἀπʼ αὐτῶν ἐγένετο.
“然而,孩子,”阿斯提阿格斯说,“我们并非勉强地兜这些圈子;如果你也尝一尝,”他说,“就会明白它们是十分美味的。”“可是外祖父,”居鲁士说,“我见您其实也厌烦这些食物。”阿斯提阿格斯便追问道:“孩子,你究竟根据什么这么说呢?”“因为,”他说,“我看见您每次拿起面包时,手从不往任何东西上擦;可一旦碰了这些东西中的任何一种,您就立刻用餐巾把手擦拭干净,仿佛因手沾上了它们而大感嫌恶似的。”
πρὸς ταῦτα δὲ τὸν Ἀστυάγην εἰπεῖν· εἰ τοίνυν οὕτω γιγνώσκεις, ὦ παῖ, ἀλλὰ κρέα γε εὐωχοῦ, ἵνα νεανίας οἴκαδε ἀπέλθῃς. ἅμα δὲ ταῦτα λέγοντα πολλὰ αὐτῷ παραφέρειν καὶ θήρεια καὶ τῶν ἡμέρων. καὶ τὸν Κῦρον, ἐπεὶ ἑώρα πολλὰ τὰ κρέα, εἰπεῖν· ἦ καὶ δίδως, φάναι, ὦ πάππε, πάντα ταῦτά μοι τὰ κρέα ὅ τι ἂν βούλωμαι αὐτοῖς χρῆσθαι;2 νὴ Δία, φάναι, ὦ παῖ, ἔγωγέ σοι.
阿斯提阿格斯对此说道:“孩子,你既然这么想,那就至少尽情享用肉食吧,好让你作为一个健壮的年轻人返回家乡。”说着便让人给他端上了许多野兽和家畜的肉。居鲁士见肉很多,便说:“外祖父,难道所有这些肉您真的都赏给我,任凭我随意处置吗?”“凭宙斯起誓,孩子,我当然全都给你。”他说。
ἐνταῦθα δὴ τὸν Κῦρον λαβόντα τῶν κρεῶν διαδιδόναι τοῖς ἀμφὶ τὸν πάππον θεραπευταῖς, ἐπιλέγοντα ἑκάστῳ· σοὶ μὲν τοῦτο ὅτι προθύμως με ἱππεύειν διδάσκεις, σοὶ δʼ ὅτι μοι παλτὸν ἔδωκας· νῦν γὰρ τοῦτʼ ἔχω· σοὶ δʼ ὅτι τὸν πάππον καλῶς θεραπεύεις, σοὶ δʼ ὅτι μου τὴν μητέρα τιμᾷς· τοιαῦτα ἐποίει, ἕως διεδίδου πάντα ἃ ἔλαβε κρέα.
于是居鲁士拿了肉,分发给侍候在外祖父身边的仆从们,并对每一个人说道:“这一份给您,因为您热心教我骑马;这一份给您,因为您赠给了我标枪——我现在正带着它呢;这一份给您,因为您周到地服侍外祖父;这一份给您,因为您敬重我的母亲。”他就这样行事,直到把所得的全部肉食分发完毕。
Σάκᾳ δέ, φάναι τὸν Ἀστυάγην, τῷ οἰνοχόῳ, ὃν ἐγὼ μάλιστα τιμῶ, οὐδὲν δίδως; ὁ δὲ Σάκας ἄρα καλός τε ὢν ἐτύγχανε καὶ τιμὴν ἔχων προσάγειν τοὺς δεομένους Ἀστυάγους καὶ ἀποκωλύειν οὓς μὴ καιρὸς αὐτῷ δοκοίη εἶναι προσάγειν. καὶ τὸν Κῦρον ἐπερέσθαι προπετῶς ὡς ἂν παῖς μηδέπω ὑποπτήσσων· διὰ τί δή, ὦ πάππε, τοῦτον οὕτω τιμᾷς; καὶ τὸν Ἀστυάγην σκώψαντα εἰπεῖν· οὐχ ὁρᾷς, φάναι, ὡς καλῶς οἰνοχοεῖ καὶ εὐσχημόνως; οἱ δὲ τῶν βασιλέων τούτων οἰνοχόοι κομψῶς τε οἰνοχοοῦσι καὶ καθαρείως ἐγχέουσι καὶ διδόασι τοῖς τρισὶ δακτύλοις ὀχοῦντες τὴν φιάλην καὶ προσφέρουσιν ὡς ἂν ἐνδοῖεν τὸ ἔκπωμα εὐληπτότατα τῷ μέλλοντι πίνειν.
阿斯提阿格斯说:“难道你不给萨卡斯——这位我最器重的斟酒官——任何赏赐吗?”原来这萨卡斯不仅生得英俊,而且握有引见求见阿斯提阿格斯之人、并阻拦他认为时机不合者的特权。居鲁士便像尚不知畏怯的孩童一般冒失地问道:“外祖父,您为何这般器重这个人呢?”阿斯提阿格斯打趣道:“难道你没瞧见他斟酒有多么出色、多么优雅吗?”原来这些国王的斟酒官不仅斟酒优雅,倾倒洁净,用三根手指托着酒杯呈献,而且递送的方式能让将要饮酒的人最方便地接住杯子。
κέλευσον δή, φάναι, ὦ πάππε, τὸν Σάκαν καὶ ἐμοὶ δοῦναι τὸ ἔκπωμα, ἵνα κἀγὼ καλῶς σοι πιεῖν ἐγχέας ἀνακτήσωμαι σε, ἢν δύνωμαι. καὶ τὸν κελεῦσαι δοῦναι. λαβόντα δὲ τὸν Κῦρον οὕτω μὲν δὴ εὖ κλύσαι τὸ ἔκπωμα ὥσπερ τὸν Σάκαν ἑώρα, οὕτω δὲ στήσαντα τὸ πρόσωπον σπουδαίως καὶ εὐσχημόνως πως προσενεγκεῖν καὶ ἐνδοῦναι τὴν φιάλην τῷ πάππῳ ὥστε τῇ μητρὶ καὶ τῷ Ἀστυάγει πολὺν γέλωτα παρασχεῖν. καὶ αὐτὸν δὲ τὸν Κῦρον ἐκγελάσαντα ἀναπηδῆσαι πρὸς τὸν πάππον καὶ φιλοῦντα ἅμα εἰπεῖν· ὦ Σάκα, ἀπόλωλας· ἐκβαλῶ σε ἐκ τῆς τιμῆς· τά τε γὰρ ἄλλα, φάναι, σοῦ κάλλιον οἰνοχοήσω καὶ οὐκ ἐκπίομαι αὐτὸς τὸν οἶνον. οἱ δʼ ἄρα τῶν βασιλέων οἰνοχόοι, ἐπειδὰν διδῶσι τὴν φιάλην, ἀρύσαντες ἀπʼ αὐτῆς τῷ κυάθῳ εἰς τὴν ἀριστερὰν χεῖρα ἐγχεάμενοι καταρροφοῦσι, τοῦ δὴ εἰ φάρμακα ἐγχέοιεν μὴ λυσιτελεῖν αὐτοῖς.3
居鲁士说:“那么外祖父,请命萨卡斯也把酒杯交给我吧,好让我也能为您斟好酒,若能办到的话,借此博得您的欢心。”阿斯提阿格斯便命人把杯子交给他。居鲁士接过来后,正如他所见萨卡斯所做的那样将酒杯涮洗得极为干净,又一本正经且带着几分优雅地端正容貌,把酒杯端上去递给外祖父,引得母亲和阿斯提阿格斯放声大笑。居鲁士自己也笑了出来,蹦跳着扑向外祖父,一边亲吻一边说道:“萨卡斯,你完蛋了!我要把你从这差事上赶走!因为不但其他方面我斟酒会比你更好,我自己还不会把酒喝掉呢!”原来,国王们的斟酒官在呈献酒杯时,都要用长柄勺从中舀出一些倒在左手上并一饮而尽,这是为了使他们即便投毒也对自己毫无益处。
- 1.3.5ὅταν μὲν τοῦ ἄρτου ἅψῃ, εἰς οὐδὲν τὴν χεῖρα ἀποψώμενον, ὅταν δὲ τούτων τινὸς θίγῃς, εὐθὺς ἀποκαθαίρει τὴν χεῖρα
动词 ὁρῶ 的补足语结构中出现了破格(构文转折)。在前半句 ὅταν 从句之后,接的是宾格分词 ἀποψώμενον(在逻辑上与 σε 一致);而在后半句 ὅταν 从句之后,句子结构转为第二人称单数中动语态直陈式现在时动词 ἀποκαθαίρει,而未采用预期的分词形式。
- 1.3.6ὅ τι ἂν βούλωμαι αὐτοῖς χρῆσθαι
中性关系代词 ὅ τι 在支配与格 αὐτοῖς 的动词 χρῆσθαι 之下作内面宾格或副词性宾格,构成习惯用法,意为“任凭我怎样处置它们”。
- 1.3.9τοῦ δὴ εἰ φάρμακα ἐγχέοιεν μὴ λυσιτελεῖν αὐτοῖς
带冠词属格的不定式(τοῦ ... μὴ λυσιτελεῖν)构成表示目的的属格结构(“为了使……不对他们有利”),其内部嵌套了一个带有希求语气的条件从句 εἰ φάρμακα ἐγχέοιεν。
