← 色诺芬

居鲁士的教育

§1.3.1-1.3.4

米底宫廷的奢华与波斯的简朴

幼年的居鲁士随母亲探访外祖父阿斯提阿格斯,目睹了米底宫廷的华丽修饰,并在奢华宴席前阐述了波斯饮食简朴直接的优势。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3.1

Κῦρος γὰρ μέχρι μὲν δώδεκα ἐτῶν ἢ ὀλίγῳ πλέον ταύτῃ τῇ παιδείᾳ ἐπαιδεύθη, καὶ πάντων τῶν ἡλίκων διαφέρων ἐφαίνετο καὶ εἰς τὸ ταχὺ μανθάνειν ἃ δέοι καὶ εἰς τὸ καλῶς καὶ ἀνδρείως ἕκαστα ποιεῖν. ἐκ δὲ τούτου τοῦ χρόνου μετεπέμψατο Ἀστυάγης τὴν ἑαυτοῦ θυγατέρα καὶ τὸν παῖδα αὐτῆς· ἰδεῖν γὰρ ἐπεθύμει, ὅτι ἤκουεν αὐτὸν καλὸν κἀγαθὸν εἶναι. ἔρχεται δὲ αὐτή τε ἡ Μανδάνη πρὸς τὸν πατέρα καὶ τὸν Κῦρον τὸν υἱὸν ἔχουσα.

居鲁士在十二岁或稍长一些之前,都是受这种教育培养的;在迅速领会所应学习的知识以及优良勇毅地完成各项事务方面,他显然都超越了所有的同龄人。此后,阿斯提阿格斯派人去召自己的女儿和她的孩子;因为他听说居鲁士品貌出众、品格优秀,便渴望见他一面。于是芒达妮亲自前往父亲那里,并带上了儿子居鲁士。

§1.3.2

ὡς δὲ ἀφίκετο τάχιστα καὶ ἔγνω ὁ Κῦρος τὸν Ἀστυάγην τῆς μητρὸς πατέρα ὄντα, εὐθὺς οἷα δὴ παῖς φύσει φιλόστοργος ὢν ἠσπάζετό τε αὐτὸν ὥσπερ ἂν εἴ τις πάλαι συντεθραμμένος καὶ πάλαι φιλῶν ἀσπάζοιτο,1 καὶ ὁρῶν δὴ αὐτὸν κεκοσμημένον καὶ ὀφθαλμῶν ὑπογραφῇ καὶ χρώματος ἐντρίψει καὶ κόμαις προσθέτοις, ἃ δὴ νόμιμα ἦν ἐν Μήδοις· ταῦτα γὰρ πάντα Μηδικά ἐστι, καὶ οἱ πορφυροῖ χιτῶνες καὶ οἱ κάνδυες καὶ οἱ στρεπτοὶ οἱ περὶ τῇ δέρῃ καὶ τὰ ψέλια τὰ περὶ ταῖς χερσίν, ἐν Πέρσαις δὲ τοῖς οἴκοι καὶ νῦν ἔτι πολὺ καὶ ἐσθῆτες φαυλότεραι καὶ δίαιται εὐτελέστεραι· ὁρῶν δὴ τὸν κόσμον τοῦ πάππου,2 ἐμβλέπων αὐτῷ ἔλεγεν· ὦ μῆτερ, ὡς καλός μοι ὁ πάππος. ἐρωτώσης δὲ αὐτὸν τῆς μητρὸς πότερος καλλίων αὐτῷ δοκεῖ εἶναι, ὁ πατὴρ ἢ οὗτος, ἀπεκρίνατο ἄρα ὁ Κῦρος· ὦ μῆτερ, Περσῶν μὲν πολὺ κάλλιστος ὁ ἐμὸς πατήρ, Μήδων μέντοι ὅσων ἑώρακα ἐγὼ καὶ ἐν ταῖς ὁδοῖς καὶ ἐπὶ ταῖς θύραις πολὺ οὗτος ὁ ἐμὸς πάππος κάλλιστος.

一到达那里,居鲁士得知阿斯提阿格斯就是母亲的父亲,便立刻像一个天性充满温情的孩子那样拥抱他,仿佛是一个自幼同他一起长大、久已敬爱他的人在拥抱一样。看到他修饰容貌,既画着眼线,又涂抹着脂粉,还戴着假发——这正是米底人的习俗,因为这一切都是米底风格,包括紫色的短袍、披风、项圈和手镯,而在国内的波斯人那里,直到如今衣着仍要简陋得多,生活方式也要简朴得多——看到外祖父的盛装,居鲁士凝视着他说:“母亲,我的外祖父对我来说多么英俊啊!”母亲问他,在他看来究竟是父亲更英俊还是这位更英俊,居鲁士便回答说:“母亲,在波斯人中我的父亲无疑是最英俊的;但在我于街头和门前所见过的米底人中,我的这位外祖父无疑是最英俊的。”

§1.3.3

ἀντασπαζόμενος δὲ ὁ πάππος αὐτὸν καὶ στολὴν καλὴν ἐνέδυσε καὶ στρεπτοῖς καὶ ψελίοις ἐτίμα καὶ ἐκόσμει, καὶ εἴ ποι ἐξελαύνοι, ἐφʼ ἵππου χρυσοχαλίνου περιῆγεν, ὥσπερ καὶ αὐτὸς εἰώθει πορεύεσθαι. ὁ δὲ Κῦρος ἅτε παῖς ὢν καὶ φιλόκαλος καὶ φιλότιμος ἥδετο τῇ στολῇ, καὶ ἱππεύειν μανθάνων ὑπερέχαιρεν· ἐν Πέρσαις γὰρ διὰ τὸ χαλεπὸν εἶναι καὶ τρέφειν ἵππους καὶ ἱππεύειν ἐν ὀρεινῇ οὔσῃ τῇ χώρᾳ καὶ ἰδεῖν ἵππον πάνυ σπάνιον ἦν.

外祖父也回抱他,给他穿上华美的衣裳,用项圈和手镯来尊崇他并装饰他;每当策马外出某处,外祖父便像自己习惯出行那样,让他骑着配有金嚼子的骏马跟随巡行。居鲁士因年少且热爱美好事物、极重荣誉,对这身装束十分欣喜,而在学习骑马时更是欢欣无比;因为在波斯,由于地处山区,养马和骑马皆极困难,就连见到一匹马都是极为罕见的。

§1.3.4

δειπνῶν δὲ δὴ ὁ Ἀστυάγης σὺν τῇ θυγατρὶ καὶ τῷ Κύρῳ, βουλόμενος τὸν παῖδα ὡς ἥδιστα δειπνεῖν, ἵνα ἧττον τὰ οἴκαδε ποθοίη, προσῆγεν αὐτῷ καὶ παροψίδας καὶ παντοδαπὰ ἐμβάμματα καὶ βρώματα. τὸν δὲ Κῦρόν φασι λέγειν· ὦ πάππε, ὅσα πράγματα ἔχεις3 ἐν τῷ δείπνῳ, εἰ ἀνάγκη σοι ἐπὶ πάντα τὰ λεκάρια ταῦτα διατείνειν τὰς χεῖρας καὶ ἀπογεύεσθαι τούτων τῶν παντοδαπῶν βρωμάτων. τί δέ, φάναι τὸν Ἀστυάγην, οὐ γὰρ πολύ σοι δοκεῖ εἶναι κάλλιον τόδε τὸ δεῖπνον τοῦ ἐν Πέρσαις; τὸν δὲ Κῦρον πρὸς ταῦτα ἀποκρίνασθαι· οὔκ, ὦ πάππε, ἀλλὰ πολὺ ἁπλουστέρα καὶ εὐθυτέρα παρʼ ἡμῖν ἡ ὁδός ἐστιν ἐπὶ τὸ ἐμπλησθῆναι ἢ παρʼ ὑμῖν· ἡμᾶς μὲν γὰρ ἄρτος καὶ κρέα εἰς τοῦτο ἄγει, ὑμεῖς δὲ εἰς μὲν τὸ αὐτὸ ἡμῖν4 σπεύδετε, πολλοὺς δέ τινας ἑλιγμοὺς ἄνω καὶ κάτω πλανώμενοι μόλις ἀφικνεῖσθε ὅποι ἡμεῖς πάλαι ἥκομεν.

当阿斯提阿格斯与女儿及居鲁士一同进餐时,为了让孩子吃得尽可能惬意,从而不那么思念家乡,便让人端给他各色配菜以及名目繁多的蘸酱和美味佳肴。据说居鲁士说道:“外祖父,您这顿饭可有多么麻烦啊,如果您非得把手伸向所有这些小盘子,逐一品尝这些形形色色的食物不可的话!”阿斯提阿格斯说:“怎么啦?难道你觉得这顿饭不比波斯的那种好得多吗?”居鲁士对此回答道:“不,外祖父,在我们那里,求得饱足的道路比你们这里要简单得多、直接得多;因为面包和肉食就能把我们引向这一目标,而你们虽同我们奔向同一个目标,却上下曲折绕了许多弯路,好不容易才抵达我们早已到达的地方。”

语法注4 条
  1. 1.3.2ὥσπερ ἂν εἴ τις πάλαι συντεθραμμένος καὶ πάλαι φιλῶν ἀσπάζοιτο

    习语性的比较条件句结构 ὥσπερ ἂν εἰ(意为“仿佛……”)。小词 ἄν 严格说来属于被省去的主句潜在动词([ἀσπάζοιτο] ἄν),但整体已凝固为引出假想比较的复合引导词,后接希求法动词 ἀσπάζοιτο,表示虚构或非真实的比较。

  2. 1.3.2καὶ ὁρῶν δὴ αὐτὸν κεκοσμημένον ... ὁρῶν δὴ τὸν κόσμον τοῦ πάππου

    长插入句后的分词复述结构(epanalepsis)。全句以分词短语 καὶ ὁρῶν δὴ αὐτὸν κεκοσμημένον 开始,随后被对比米底与波斯服饰生活差异的长篇解释性插入成分(ἃ δὴ νόμιμα ἦν... εὐτελέστεραι)打断,文意借由 ὁρῶν δὴ τὸν κόσμον τοῦ πάππου 重新捡起分词结构,进而引出主要动词 ἔλεγεν。

  3. 1.3.4ὅσα πράγματα ἔχεις

    带有感叹性关系代词 ὅσα 的习语表达 πράγματα ἔχειν(意为“招致麻烦”、“费事”、“劳神”)。字面直译为“您有着多么大的麻烦啊”,接续的条件从句 εἰ ἀνάγκη σοι... 则指明了该麻烦的具体内容或条件。

  4. 1.3.4εἰς μὲν τὸ αὐτὸ ἡμῖν

    紧跟在实质化代词 τὸ αὐτό(“同一事物”)之后的表伴随或类同之与格 ἡμῖν,意为“与我们奔向同一目标”。这是一种简洁的同等对比表达法(相当于 σπεύδετε εἰς τὸ αὐτὸ ὅπερ ἡμεῖς)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.3.1-1.3.4