← 色诺芬

居鲁士的教育

§1.3.10-1.3.14

居鲁士讽刺醉态与阿斯提阿格斯挽留外孙

居鲁士将宴席上的醉态戏称为中毒以嘲弄萨卡斯,并向外祖父请求整治这位斟酒官。当曼达妮准备启程回国时,阿斯提阿格斯以诸多特权与娱乐许诺居鲁士,劝说他留在宫廷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3.10

ἐκ τούτου δὴ ὁ Ἀστυάγης ἐπισκώπτων, καὶ τί δή, ἔφη, ὦ Κῦρε, τἆλλα μιμούμενος τὸν Σάκαν οὐ κατερρόφησας τοῦ οἴνου; ὅτι, ἔφη, νὴ Δία ἐδεδοίκειν μὴ ἐν τῷ κρατῆρι φάρμακα μεμιγμένα εἴη. καὶ γὰρ ὅτε εἱστίασας σὺ τοὺς φίλους ἐν τοῖς γενεθλίοις, σαφῶς κατέμαθον φάρμακα ὑμῖν αὐτὸν ἐγχέαντα. καὶ πῶς δὴ σὺ τοῦτο, ἔφη, ὦ παῖ, κατέγνως; ὅτι νὴ Δίʼ ὑμᾶς ἑώρων καὶ ταῖς γνώμαις καὶ τοῖς σώμασι σφαλλομένους. πρῶτον μὲν γὰρ ἃ οὐκ ἐᾶτε ἡμᾶς τοὺς παῖδας ποιεῖν, ταῦτα αὐτοὶ ἐποιεῖτε. πάντες μὲν γὰρ ἅμα ἐκεκράγειτε, ἐμανθάνετε δὲ οὐδὲν ἀλλήλων, ᾔδετε δὲ καὶ μάλα γελοίως, οὐκ ἀκροώμενοι δὲ τοῦ ᾄδοντος ὠμνύετε ἄριστα ᾄδειν· λέγων δὲ ἕκαστος ὑμῶν τὴν ἑαυτοῦ ῥώμην, ἔπειτʼ εἰ ἀνασταίητε ὀρχησόμενοι, μὴ ὅπως ὀρχεῖσθαι ἐν ῥυθμῷ, ἀλλʼ οὐδʼ ὀρθοῦσθαι ἐδύνασθε.1 ἐπελέλησθε δὲ παντάπασι σύ τε ὅτι βασιλεὺς ἦσθα, οἵ τε ἄλλοι ὅτι σὺ ἄρχων. τότε γὰρ δὴ ἔγωγε καὶ πρῶτον κατέμαθον ὅτι τοῦτʼ ἄρʼ ἦν2 ἡ ἰσηγορία ὃ ὑμεῖς τότʼ ἐποιεῖτε· οὐδέποτε γοῦν ἐσιωπᾶτε.

听了这话,阿斯提阿格斯便打趣道:“居鲁士,你模仿萨卡斯做了其他一切事,为什么偏偏没有啜饮一点酒呢?”居鲁士说:“凭宙斯起誓,因为我害怕大酒缸里掺了毒药。因为您在过生日宴请朋友们的时候,我清清楚楚地发现他给你们下了毒。”阿斯提阿格斯问:“孩子,你究竟是怎么看出来的呢?”居鲁士说:“凭宙斯起誓,因为我看见你们身心都失控了。首先,你们严禁我们小孩子做的事,你们自己却全做了。大家同时大喊大叫,彼此说的话谁也听不懂;你们还唱歌,唱得滑稽至极;根本不听唱歌的人在唱什么,就发誓说他唱得好极了;你们每个人都在吹嘘自己的力气,可要是站起来跳舞,别说合着节拍跳舞了,就连站直都站不住。而且你们完全忘记了,您自己是国王,其他人也忘了您是统治者。正是在那时候,我才第一次明白,原来你们当时所做的事就是所谓的‘言论平等’啊;因为你们无论如何都不肯安静。”

§1.3.11

καὶ ὁ Ἀστυάγης λέγει· ὁ δὲ σὸς πατήρ, ὦ παῖ, πίνων οὐ μεθύσκεται; οὐ μὰ Δίʼ, ἔφη. ἀλλὰ πῶς ποιεῖ; διψῶν παύεται, ἄλλο δὲ κακὸν οὐδὲν πάσχει· οὐ γάρ, οἶμαι, ὦ πάππε, Σάκας αὐτῷ οἰνοχοεῖ. καὶ ἡ μήτηρ εἶπεν· ἀλλὰ τί ποτε σύ, ὦ παῖ, τῷ Σάκᾳ οὕτω πολεμεῖς; τὸν δὲ Κῦρον εἰπεῖν· ὅτι νὴ Δία, φάναι, μισῶ αὐτόν· πολλάκις γάρ με πρὸς τὸν πάππον ἐπιθυμοῦντα προσδραμεῖν οὗτος ὁ μιαρώτατος ἀποκωλύει. ἀλλʼ ἱκετεύω, φάναι, ὦ πάππε, δός μοι τρεῖς ἡμέρας ἄρξαι αὐτοῦ. καὶ τὸν Ἀστυάγην εἰπεῖν· καὶ πῶς ἂν ἄρξαις αὐτοῦ; καὶ τὸν Κῦρον φάναι· στὰς ἂν ὥσπερ οὗτος ἐπὶ τῇ εἰσόδῳ, ἔπειτα ὁπότε βούλοιτο παριέναι ἐπʼ ἄριστον, λέγοιμʼ ἂν ὅτι οὔπω δυνατὸν τῷ ἀρίστῳ ἐντυχεῖν· σπουδάζει γὰρ πρός τινας· εἶθʼ ὁπότε ἥκοι ἐπὶ τὸ δεῖπνον, λέγοιμʼ ἂν ὅτι λοῦται· εἰ δὲ πάνυ σπουδάζοι φαγεῖν, εἴποιμʼ ἂν ὅτι παρὰ ταῖς γυναιξίν ἐστιν· ἕως παρατείναιμι τοῦτον ὥσπερ οὗτος ἐμὲ παρατείνει ἀπὸ σοῦ κωλύων.

阿斯提阿格斯说:“孩子,那么你的父亲喝酒时难道就不喝醉吗?”他说:“凭宙斯起誓,绝不会。”“那他又是怎样的呢?”“他止了渴便停下来,受不到任何别的伤害;外祖父,我想大概是因为萨卡斯没有给他斟酒的缘故吧。”母亲便问:“孩子,你究竟为什么这么跟萨卡斯过不去呢?”居鲁士说:“凭宙斯起誓,因为我恨他;因为好多次我想跑去找外祖父,都被这个极其可恶的家伙拦住了。不过外祖父,我恳求您,让我管辖他三天吧。”阿斯提阿格斯问:“那你打算怎么管辖他呢?”居鲁士说:“我也像他那样站在门口,每当他想进去吃早点时,我就说‘现在还不能会见早点,因为正忙着接见一些人呢’;等他来吃正餐时,我就说‘正在洗澡’;如果他急着想吃,我就说‘正在女眷们那里呢’;直到我把他折腾个够,就像他把我拦在您身旁之外折腾我一样。”

§1.3.12

τοσαύτας μὲν αὐτοῖς εὐθυμίας παρεῖχεν ἐπὶ τῷ δείπνῳ· τὰς δʼ ἡμέρας, εἴ τινος αἴσθοιτο δεόμενον ἢ τὸν πάππον ἢ τὸν τῆς μητρὸς ἀδελφόν, χαλεπὸν ἦν ἄλλον φθάσαι τοῦτο ποιήσαντα·3 ὅ τι γὰρ δύναιτο ὁ Κῦρος ὑπερέχαιρεν αὐτοῖς χαριζόμενος.

在宴席上他就这样给他们带来了无尽的欢乐;而在白日里,只要他察觉到外祖父或舅舅需要什么,别人就很难赶在他前面把事情做好;因为只要力所能及,居鲁士便极乐意让他们称心如意。

§1.3.13

ἐπεὶ δὲ ἡ Μανδάνη παρεσκευάζετο ὡς ἀπιοῦσα πάλιν πρὸς τὸν ἄνδρα, ἐδεῖτο αὐτῆς ὁ Ἀστυάγης καταλιπεῖν τὸν Κῦρον. ἡ δὲ ἀπεκρίνατο ὅτι βούλοιτο μὲν ἅπαντα τῷ πατρὶ χαρίζεσθαι, ἄκοντα μέντοι τὸν παῖδα χαλεπὸν εἶναι νομίζειν καταλιπεῖν. ἔνθα δὴ ὁ Ἀστυάγης λέγει πρὸς τὸν Κῦρον·

当曼达妮准备启程返回丈夫那里时,阿斯提阿格斯请求她把居鲁士留下来。她回答说,自己固然愿意在一切事上顺从父亲的心意,但违背孩子的意愿将他留下,她觉得是难以做到的。于是阿斯提阿格斯对居鲁士说道:

§1.3.14

ὦ παῖ, ἢν μένῃς παρʼ ἐμοί, πρῶτον μὲν τῆς παρʼ ἐμὲ εἰσόδου σοι οὐ Σάκας ἄρξει, ἀλλʼ ὁπόταν βούλῃ εἰσιέναι ὡς ἐμέ, ἐπὶ σοὶ ἔσται· καὶ χάριν σοι εἴσομαι ὅσῳ ἂν πλεονάκις εἰσίῃς ὡς ἐμέ. ἔπειτα δὲ ἵπποις τοῖς ἐμοῖς χρήσῃ καὶ ἄλλοις ὁπόσοις ἂν βούλῃ, καὶ ὁπόταν ἀπίῃς, ἔχων ἄπει οὓς ἂν αὐτὸς ἐθέλῃς. ἔπειτα δὲ ἐν τῷ δείπνῳ ἐπὶ τὸ μετρίως σοι δοκοῦν ἔχειν ὁποίαν βούλει ὁδὸν πορεύσῃ. ἔπειτα τά τε νῦν ἐν τῷ παραδείσῳ θηρία δίδωμί σοι καὶ ἄλλα παντοδαπὰ συλλέξω, ἃ σὺ ἐπειδὰν τάχιστα ἱππεύειν μάθῃς, διώξῃ, καὶ τοξεύων καὶ ἀκοντίζων καταβαλεῖς ὥσπερ οἱ μεγάλοι ἄνδρες. καὶ παῖδας δέ σοι ἐγὼ συμπαίστορας παρέξω, καὶ ἄλλα ὁπόσα ἂν βούλῃ λέγων πρὸς ἐμὲ οὐκ ἀτυχήσεις.

“孩子,如果你留在我身边,首先,萨卡斯管不到你到我这里来的门路,只要你想来见我,全由你自己做主;而且你来越频繁,我就越感激你。其次,你可以使用我的马匹以及任何你想用的马,当你离开时,你可以带走任何你自己想要的马。再者,在宴席上,你可以朝着你认为适度之处,走任何你想走的路。还有,我现在把园林里的野兽都送给你,还会再收集各种各样的野兽,你一旦学会骑马就可以去追逐它们,像成年人一样射箭投枪将它们击倒。我还会给你提供同龄少年做玩伴;凡是其他你所想要的,只要向我开口,就决不会落空。”

语法注3 条
  1. 1.3.10μὴ ὅπως ὀρχεῖσθαι ἐν ῥυθμῷ, ἀλλʼ οὐδʼ ὀρθοῦσθαι ἐδύνασθε

    习语结构“μὴ ὅπως... ἀλλʼ οὐδέ...”(别说……,甚至连……也不……)。在否定语境中,μὴ ὅπως(源自省略性的“且不说……”)表示“非但不/别说”,与后文的 ἀλλʼ οὐδέ(甚至连……都不)相呼应,强调程度的递进与对比。

  2. 1.3.10τοῦτʼ ἄρʼ ἦν

    未完成过去时(ἦν)与表示推断、顿悟的助词 ἄρα 的结合。这是一种文学与哲学常见惯用表达,表示说话者事后恍然大悟或确信:“原来这才是所谓的……”、“原来……竟是这么回事”。

  3. 1.3.12χαλεπὸν ἦν ἄλλον φθάσαι τοῦτο ποιήσαντα

    动词 φθάνω(抢先、走在前面)支配表示先行动作的补充分词(ποιήσαντα)的构型。嵌入非人称结构 χαλεπὸν ἦν(……是困难的)与不定式 φθάσαι 中,字面意为“别人很难赶在他前面把这事做好”,即表明居鲁士总是抢在所有人之前做完。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.3.10-1.3.14