← 色诺芬

居鲁士的教育

§1.3.15-1.3.18

居鲁士决意留居米底与袍服的裁决

居鲁士为了学习骑术而希望留在米底;面对母亲曼达妮关于离开老师如何学习正义的疑虑,他以过去审理换袍案挨打的教训作答,并机智地化解了母亲关于专制统治与波斯平等的警诫。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3.15

ἐπεὶ ταῦτα εἶπεν ὁ Ἀστυάγης, ἡ μήτηρ διηρώτα τὸν Κῦρον πότερον βούλοιτο μένειν ἢ ἀπιέναι. ὁ δὲ οὐκ ἐμέλλησεν, ἀλλὰ ταχὺ εἶπεν ὅτι μένειν βούλοιτο. ἐπερωτηθεὶς δὲ πάλιν ὑπὸ τῆς μητρὸς διὰ τί εἰπεῖν λέγεται· ὅτι οἴκοι μὲν τῶν ἡλίκων καὶ εἰμὶ καὶ δοκῶ κράτιστος εἶναι, ὦ μῆτερ, καὶ ἀκοντίζων καὶ τοξεύων, ἐνταῦθα δὲ οἶδʼ ὅτι ἱππεύων ἥττων εἰμὶ τῶν ἡλίκων· καὶ τοῦτο εὖ ἴσθι, ὦ μῆτερ, ἔφη, ὅτι ἐμὲ πάνυ ἀνιᾷ. ἢν δέ με καταλίπῃς ἐνθάδε καὶ μάθω ἱππεύειν, ὅταν μὲν ἐν Πέρσαις ὦ, οἶμαί σοι ἐκείνους τοὺς ἀγαθοὺς τὰ πεζικὰ ῥᾳδίως νικήσειν,1 ὅταν δʼ εἰς Μήδους ἔλθω, ἐνθάδε πειράσομαι τῷ πάππῳ ἀγαθῶν ἱππέων κράτιστος ὢν ἱππεὺς συμμαχεῖν αὐτῷ. τὴν δὲ μητέρα εἰπεῖν·

当阿斯提阿格斯说完这些话后,母亲便询问居鲁士想留下还是想离开。他毫不迟疑,立刻回答说想留下来。当母亲再次问他原因时,据说他这样说道:“母亲,因为在家里,我在同龄人中无论投枪还是射箭,既是而且也被公认为最优秀的,可是在这里,我知道自己在骑术上逊色于同龄人;母亲,您要确切知晓,”他说,“这让我十分苦恼。但如果您把我留在这里,让我学会了骑术,那么当我身在波斯人之中时,我想我能轻易为您战胜那些精于步战的人;而每当我来到米底时,我将努力在这里成为优秀骑手之中最拔尖的骑手,作为外祖父的同盟者与他并肩作战。”母亲便说:

§1.3.16

τὴν δὲ δικαιοσύνην, ὦ παῖ, πῶς μαθήσῃ ἐνθάδε ἐκεῖ ὄντων σοι τῶν διδασκάλων; καὶ τὸν Κῦρον φάναι· ἀλλʼ, ὦ μῆτερ, ἀκριβῶς ταῦτά γε οἶδα. πῶς σὺ οἶσθα; τὴν Μανδάνην εἰπεῖν. ὅτι, φάναι, ὁ διδάσκαλός με ὡς ἤδη ἀκριβοῦντα τὴν δικαιοσύνην καὶ ἄλλοις καθίστη δικάζειν. καὶ τοίνυν, φάναι, ἐπὶ μιᾷ ποτε δίκῃ πληγὰς ἔλαβον ὡς οὐκ ὀρθῶς δικάσας.

“可是孩子,你的老师们都在那边,你在这里又如何学习正义呢?”居鲁士说:“哎,母亲,这方面的事我至少已经了然于心了。”曼达妮说:“你怎么会知道的?”居鲁士说:“因为老师认为我已经精通了正义,甚至指派我去给其他人判案。而且,”他说,“有一次我还因为断案不当而挨了打。

§1.3.17

ἦν δὲ ἡ δίκη τοιαύτη. παῖς μέγας μικρὸν ἔχων χιτῶνα παῖδα μικρὸν μέγαν ἔχοντα χιτῶνα ἐκδύσας αὐτὸν τὸν μὲν ἑαυτοῦ ἐκεῖνον ἠμφίεσε, τὸν δʼ ἐκείνου αὐτὸς ἐνέδυ. ἐγὼ οὖν τούτοις δικάζων ἔγνων βέλτιον εἶναι ἀμφοτέροις τὸν ἁρμόττοντα ἑκάτερον χιτῶνα ἔχειν. ἐν τούτῳ δή με ἔπαισεν ὁ διδάσκαλος, λέξας ὅτι ὁπότε μὲν τοῦ ἁρμόττοντος εἴην κριτής, οὕτω δέοι ποιεῖν, ὁπότε δὲ κρῖναι δέοι ποτέρου ὁ χιτὼν εἴη, τοῦτʼ ἔφη σκεπτέον εἶναι τίς κτῆσις δικαία ἐστί, πότερα τὸ βίᾳ ἀφελόμενον ἔχειν ἢ τὸ ποιησάμενον ἢ πριάμενον κεκτῆσθαι· ἐπεὶ δὲ τὸ μὲν νόμιμον δίκαιον εἶναι, τὸ δὲ ἄνομον βίαιον,2 σὺν τῷ νόμῳ ἐκέλευεν ἀεὶ τὸν δικαστὴν τὴν ψῆφον τίθεσθαι. οὕτως ἐγώ σοι, ὦ μῆτερ, τά γε δίκαια παντάπασιν ἤδη ἀκριβῶ· ἢν δέ τι ἄρα προσδέωμαι, ὁ πάππος με, ἔφη, οὗτος ἐπιδιδάξει.

那桩案子是这样的:一个身材高大的男孩穿着一件狭小的长袍,他剥下了一个身材矮小的男孩身上宽大的长袍,把自己身上的那件穿在对方身上,自己则穿上了对方的那件。于是我给他们断案时,裁定双方各自穿上合身的长袍对彼此都更好。就在这时老师打了我,他说,每当我作为合身与否的评判者时,应当这样做;但每当需要裁决这长袍属于谁时,他说就必须考量何种占有才是正当的,究竟是凭借暴力夺取后据为己有正当,还是拥有自己制作或购买之物才算正当;既然合乎法律就是正义,违背法律就是强暴,老师便命令法官必须始终依照法律来投下选票。所以,母亲,对于正义之事我现在已经彻底精通了;如果果真还有什么不足之处,外祖父,”他说,“这位老人家也会进一步教导我的。”

§1.3.18

ἀλλʼ οὐ ταὐτά, ἔφη, ὦ παῖ, παρὰ τῷ πάππῳ καὶ ἐν Πέρσαις δίκαια ὁμολογεῖται. οὗτος μὲν γὰρ τῶν ἐν Μήδοις πάντων ἑαυτὸν δεσπότην πεποίηκεν, ἐν Πέρσαις δὲ τὸ ἴσον ἔχειν δίκαιον νομίζεται. καὶ ὁ σὸς πρῶτος πατὴρ τὰ τεταγμένα μὲν ποιεῖ τῇ πόλει, τὰ τεταγμένα δὲ λαμβάνει, μέτρον δὲ αὐτῷ οὐχ ἡ ψυχὴ ἀλλʼ ὁ νόμος ἐστίν. ὅπως οὖν μὴ ἀπολῇ μαστιγούμενος,3 ἐπειδὰν οἴκοι ᾖς, ἂν παρὰ τούτου μαθὼν ἥκῃς ἀντὶ τοῦ βασιλικοῦ τὸ τυραννικόν, ἐν ᾧ ἐστι τὸ πλέον οἴεσθαι χρῆναι πάντων ἔχειν. ἀλλʼ ὅ γε σὸς πατήρ, εἶπεν ὁ Κῦρος, δεινότερός ἐστιν, ὦ μῆτερ, διδάσκειν μεῖον ἢ πλέον ἔχειν· ἢ οὐχ ὁρᾷς, ἔφη, ὅτι καὶ Μήδους ἅπαντας δεδίδαχεν αὑτοῦ μεῖον ἔχειν; ὥστε θάρρει, ὡς ὅ γε σὸς πατὴρ οὔτʼ ἄλλον οὐδένα οὔτʼ ἐμὲ πλεονεκτεῖν μαθόντα ἀποπέμψει.

母亲说:“可是孩子,在外祖父这里与在波斯人当中,公认的正义并非同一回事。因为他把自己树立为米底所有人的主人,而在波斯人中,享有平等的份额才被视为正义。你的父亲首先做的是城邦所规定的事,领取的也是所规定的份额,他的尺度不是个人意志,而是法律。因此,你要当心,当你回到家时,若是从他这里学来了专制之术而非王者之道——专制之术的精髓就在于自以为应当比所有人都占有更多——千万不要被鞭打致死。”居鲁士说:“可是母亲,您的父亲在教人少得而非多得方面更为在行呢。难道您没看见,”他说,“他已经把所有米底人都教导得所得少于他自己了吗?所以请放心,您的父亲绝不会把学会贪得无厌的我或任何别的人打发回去的。”

语法注3 条
  1. 1.3.15οἶμαί σοι ἐκείνους τοὺς ἀγαθοὺς τὰ πεζικὰ ῥᾳδίως νικήσειν

    与格 σοι 在此作关涉与格或情态与格(ethical dative),表“为您/在您眼中”。中性复数宾格 τὰ πεζικὰ 作限定宾格(accusative of respect),修饰 ἀγαθούς,表示在“步兵作战/徒步战斗”方面。

  2. 1.3.17ἐπεὶ δὲ τὸ μὲν νόμιμον δίκαιον εἶναι, τὸ δὲ ἄνομον βίαιον

    尽管位于引导原因从句的连词 ἐπεί 之后,但由于承接上文 λέξας / ἔφη 所引导的间接引语,因而从句动词采用了不定式 εἶναι(间接引语从属句中的不定式结构)。

  3. 1.3.18ὅπως οὖν μὴ ἀπολῇ μαστιγούμενος

    这是 ὅπως μή 搭配将来时直陈语气 ἀπολῇ 的警诫/顾虑结构。主句中通常伴随的表示当心的命令动词(如 ὅρα 或 σκόπει)被省略,作为独立的警示句使用(“务必留心免得……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.3.15-1.3.18