- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.2.12-1.2.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节阐述了留守青年的操练与任务、壮年阶层(历时二十五年)的武装与职责、长老阶层主持的司法与监察,概述了由四阶段构成的波斯政制及其节制肉体之惯习,最后引向关于居鲁士生平功业的叙述。
αἱ δʼ αὖ μένουσαι φυλαὶ διατρίβουσι μελετῶσαι τά τε ἄλλα ἃ παῖδες ὄντες ἔμαθον καὶ τοξεύειν καὶ ἀκοντίζειν, καὶ διαγωνιζόμενοι ταῦτα πρὸς ἀλλήλους διατελοῦσιν. εἰσὶ δὲ καὶ δημόσιοι τούτων ἀγῶνες καὶ ἆθλα προτίθεται· ἐν ᾗ δʼ ἂν τῶν φυλῶν πλεῖστοι ὦσι1 δαημονέστατοι καὶ ἀνδρικώτατοι καὶ εὐπιστότατοι, ἐπαινοῦσιν οἱ πολῖται καὶ τιμῶσιν οὐ μόνον τὸν νῦν ἄρχοντα αὐτῶν, ἀλλὰ καὶ ὅστις αὐτοὺς παῖδας ὄντας ἐπαίδευσε. χρῶνται δὲ τοῖς μένουσι τῶν ἐφήβων αἱ ἀρχαί, ἤν τι ἢ φρουρῆσαι δεήσῃ ἢ κακούργους ἐρευνῆσαι ἢ λῃστὰς ὑποδραμεῖν ἢ καὶ ἄλλο τι ὅσα ἰσχύος ἢ τάχους ἔργα ἐστί. ταῦτα μὲν δὴ οἱ ἔφηβοι πράττουσιν. ἐπειδὰν δὲ τὰ δέκα ἔτη διατελέσωσιν, ἐξέρχονται εἰς τοὺς τελείους ἄνδρας.
另一方面,留守的部族则花时间操练他们幼年时所学到的其他技能,以及射箭和掷标枪,并在这些项目上不断相互竞争。这些项目还设有公开的竞技会,并提供奖品;无论哪个部族中精通技能、英勇刚毅且忠信可靠的人数最多,公民们不仅赞美和尊崇他们现在的长官,而且也赞美和尊崇在他们孩童时期教育过他们的人。官长们也差遣留守的青年,如果需要执行守卫、搜捕恶徒、追剿盗匪,或是从事其他任何需要力量或速度的差役。青年们所从事的正是这些事情。而当他们满十年之后,便升入完全成熟的壮年男子之列。
ἀφʼ οὗ δʼ ἂν ἐξέλθωσι χρόνου οὗτοι αὖ πέντε καὶ εἴκοσιν ἔτη διάγουσιν ὧδε. πρῶτον μὲν ὥσπερ οἱ ἔφηβοι παρέχουσιν ἑαυτοὺς ταῖς ἀρχαῖς χρῆσθαι, ἤν τι δέῃ ὑπὲρ τοῦ κοινοῦ, ὅσα φρονούντων τε ἤδη ἔργα ἐστὶ καὶ ἔτι δυναμένων. ἢν δέ ποι δέῃ στρατεύεσθαι, τόξα μὲν οἱ οὕτω πεπαιδευμένοι οὐκέτι ἔχοντες οὐδὲ παλτὰ στρατεύονται, τὰ δὲ ἀγχέμαχα ὅπλα καλούμενα, θώρακά τε περὶ τοῖς στέρνοις καὶ γέρρον ἐν τῇ ἀριστερᾷ, οἷόνπερ γράφονται οἱ Πέρσαι ἔχοντες, ἐν δὲ τῇ δεξιᾷ μάχαιραν ἢ κοπίδα. καὶ αἱ ἀρχαὶ δὲ πᾶσαι ἐκ τούτων καθίστανται πλὴν οἱ τῶν παίδων διδάσκαλοι. ἐπειδὰν δὲ τὰ πέντε καὶ εἴκοσιν ἔτη διατελέσωσιν, εἴησαν μὲν ἂν οὗτοι πλέον τι γεγονότες ἢ τὰ πεντήκοντα ἔτη2 ἀπὸ γενεᾶς· ἐξέρχονται δὲ τηνικαῦτα εἰς τοὺς γεραιτέρους ὄντας τε καὶ καλουμένους.
从他们升入这一阶层之时起,这些人又按如下方式度过二十五年。首先,他们像青年一样,把自己交由官长差遣,凡是需要为公家效力、属于既有成熟心智又尚有体力之人所当履行的事务,皆听凭差遣。如果需要出征某地,这些受过如此教育的人便不再携带弓箭或标枪出征,而是装备所谓近战武器:胸前佩戴护胸甲,左手持波斯人画像中所绘的那种编藤盾牌,右手持短剑或弯刀。此外,除少年教师之外的所有官职皆从这些人中选任。当他们满二十五年之后,自出生起便已年过五十;届时他们便升入长老阶层——他们既名副其实是长者,也被如此称呼。
οἱ δʼ αὖ γεραίτεροι οὗτοι στρατεύονται μὲν οὐκέτι ἔξω τῆς ἑαυτῶν, οἴκοι δὲ μένοντες δικάζουσι τά τε κοινὰ καὶ τὰ ἴδια πάντα. καὶ θανάτου δὲ οὗτοι κρίνουσι, καὶ τὰς ἀρχὰς οὗτοι πάσας αἱροῦνται· καὶ ἤν τις ἢ ἐν ἐφήβοις ἢ ἐν τελείοις ἀνδράσιν ἐλλίπῃ τι τῶν νομίμων, φαίνουσι μὲν οἱ φύλαρχοι ἕκαστοι καὶ τῶν ἄλλων ὁ βουλόμενος, οἱ δὲ γεραίτεροι ἀκούσαντες ἐκκρίνουσιν· ὁ δὲ ἐκκριθεὶς ἄτιμος διατελεῖ τὸν λοιπὸν βίον.
这些长老不再出征国境之外,而是留在家邦裁决一切公私事务。他们掌握死刑审判权,并选任所有长官;如果青年或成年男子中有人在法定职责上有何亏欠,各部落首领以及其他任何自愿之人皆可揭发,长老们听取审理后便予以除名;而被除名者在余生中便始终处于褫夺公权的状态。
ἵνα δὲ σαφέστερον δηλωθῇ πᾶσα ἡ Περσῶν πολιτεία, μικρὸν ἐπάνειμι· νῦν γὰρ ἐν βραχυτάτῳ ἂν δηλωθείη διὰ τὰ προειρημένα. λέγονται μὲν γὰρ Πέρσαι ἀμφὶ τὰς δώδεκα μυριάδας εἶναι· τούτων δʼ οὐδεὶς ἀπελήλαται νόμῳ τιμῶν καὶ ἀρχῶν, ἀλλʼ ἔξεστι πᾶσι Πέρσαις πέμπειν τοὺς ἑαυτῶν παῖδας εἰς τὰ κοινὰ τῆς δικαιοσύνης διδασκαλεῖα. ἀλλʼ οἱ μὲν δυνάμενοι τρέφειν τοὺς παῖδας ἀργοῦντας πέμπουσιν, οἱ δὲ μὴ δυνάμενοι οὐ πέμπουσιν. οἳ δʼ ἂν παιδευθῶσι παρὰ τοῖς δημοσίοις διδασκάλοις, ἔξεστιν αὐτοῖς ἐν τοῖς ἐφήβοις νεανισκεύεσθαι, τοῖς δὲ μὴ διαπαιδευθεῖσιν οὕτως οὐκ ἔξεστιν. οἳ δʼ ἂν αὖ ἐν τοῖς ἐφήβοις διατελέσωσι τὰ νόμιμα ποιοῦντες, ἔξεστι τούτοις εἰς τοὺς τελείους ἄνδρας συναλίζεσθαι καὶ ἀρχῶν καὶ τιμῶν μετέχειν, οἳ δʼ ἂν μὴ διαγένωνται ἐν τοῖς ἐφήβοις, οὐκ εἰσέρχονται εἰς τοὺς τελείους. οἳ δʼ ἂν αὖ ἐν τοῖς τελείοις διαγένωνται ἀνεπίληπτοι, οὗτοι τῶν γεραιτέρων γίγνονται. οὕτω μὲν δὴ οἱ γεραίτεροι διὰ πάντων τῶν καλῶν ἐληλυθότες καθίστανται· καὶ ἡ πολιτεία αὕτη, ᾗ οἴονται χρώμενοι βέλτιστοι ἂν εἶναι.3
为了能更清楚地展现波斯人的整体政制,我且略微回顾一下;因为借助前面所说的话,现在可以用极简短的话予以说明。据说波斯人约有十二万人;在他们当中,法律并不排斥任何人享有荣誉与官职,而是允许所有波斯人送自己的子弟进入公立的正义学堂。然而,凡有能力抚养孩子而不必让其劳作者,便送去入学;无力者则不送。那些在公立教师那里受过教育的人,获准在青年阶层中度过青年期;而没有如此完成教育的人,则无权进入。而在青年阶层中始终遵行法令的人,获准升入完全成熟的男子阶层并参与官职与荣誉;那些未能在青年阶层中坚持到底的人,则不能进入成年阶层。凡在成年阶层中无可挑剔地坚持到底的人,便成为长老成员。长老们就是这样经历了一切优良的阶梯而得以确立的;这便是他们认为自己若加以遵行便能达到至善境界的政制。
καὶ νῦν δὲ ἔτι ἐμμένει μαρτύρια καὶ τῆς μετρίας διαίτης αὐτῶν καὶ τοῦ ἐκπονεῖσθαι τὴν δίαιταν.4 αἰσχρὸν μὲν γὰρ ἔτι καὶ νῦν ἐστι Πέρσαις καὶ τὸ πτύειν καὶ τὸ ἀπομύττεσθαι καὶ τὸ φύσης μεστοὺς φαίνεσθαι, αἰσχρὸν δέ ἐστι καὶ τὸ ἰόντα ποι φανερὸν γενέσθαι ἢ τοῦ οὐρῆσαι ἕνεκα ἢ καὶ ἄλλου τινὸς τοιούτου. ταῦτα δὲ οὐκ ἂν ἐδύναντο ποιεῖν, εἰ μὴ καὶ διαίτῃ μετρίᾳ ἐχρῶντο καὶ τὸ ὑγρὸν ἐκπονοῦντες ἀνήλισκον, ὥστε ἄλλῃ πῃ ἀποχωρεῖν. ταῦτα μὲν δὴ κατὰ πάντων Περσῶν ἔχομεν λέγειν· οὗ δʼ ἕνεκα ὁ λόγος ὡρμήθη, νῦν λέξομεν τὰς Κύρου πράξεις ἀρξάμενοι ἀπὸ παιδός.
甚至直到如今,仍留有证明他们饮食有度以及通过劳作消耗饮食的证据。因为即使在今天,波斯人吐痰、擤鼻涕和显得腹胀多气,都被视为可耻之事;若被人看见走到某处去小便或做其他类似之事,也被视为可耻。他们若非既实行节制的饮食,又通过劳作消耗体内水分使其从其他途径排出,便不可能做到这些。关于全波斯人,我们所能谈论的就是这些;现在我们将从童年谈起,记述居鲁士的功业——这正是本著述缘起之目的所在。
- 1.2.12ἐν ᾗ δʼ ἂν τῶν φυλῶν πλεῖστοι ὦσι
关系形容词 ᾗ 将其所指的名词 φυλῶν 纳入关系从句中形成修饰关系(“在……人数最多的那个部族中”)。主句省略了对应的指示代词短语(如 ἐν ταύτῃ),直接由主语 οἱ πολῖται 引出主动词 ἐπαινοῦσιν。
- 1.2.13εἴησαν μὲν ἂν οὗτοι πλέον τι γεγονότες ἢ τὰ πεντήκοντα ἔτη
由 ἄν 与愿望式(εἴησαν ἄν)连同完成时分词 γεγονότες 构成的迂回表达,以潜在愿望式表达对年龄的推算与概测(“应当已年过五十岁”)。
- 1.2.15ᾗ οἴονται χρώμενοι βέλτιστοι ἂν εἶναι
紧随省略系词的名词句(καὶ ἡ πολιτεία αὕτη [ἐστίν])之后的关系从句。关系代词 ᾗ 作分词 χρώμενοι 的与格宾语。分词 χρώμενοι 带有条件含义(“若加以使用/遵循”),ἄν 与间接引语中的不定式 εἶναι 结合,表示潜在判断(“会达到至善”)。主格补足语 βέλτιστοι 与 οἴονται 的主语一致。
- 1.2.16καὶ τοῦ ἐκπονεῖσθαι τὴν δίαιταν
带冠词的不定式,支配宾格名词 τὴν δίαιταν;ἐκπονεῖσθαι 在此作及物性的中动式(“通过劳作将饮食消耗排解掉”),而非被动式。它与前面的 τῆς μετρίας διαίτης 并列,展示了节制饮食与以劳作消耗饮食的双重方面。
