← 色诺芬

居鲁士的教育

§1.2.7-1.2.11

波斯少年的德性教育与青年的狩猎训练

本节详细记述了波斯少年所受的教育(惩处忘恩负义、修习诸德、节制自持、习练武艺),以及青年期十年间守卫城邦、服从差遣并以狩猎作为战事演练的生活方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2.7

οὓς δʼ ἂν γνῶσι τούτων τι ἀδικοῦντας, τιμωροῦνται. κολάζουσι δὲ καὶ ὃν ἂν ἀδίκως ἐγκαλοῦντα εὑρίσκωσι. δικάζουσι δὲ καὶ ἐγκλήματος οὗ ἕνεκα ἄνθρωποι μισοῦσι μὲν ἀλλήλους μάλιστα, δικάζονται δὲ ἥκιστα, ἀχαριστίας,1 καὶ ὃν ἂν γνῶσι δυνάμενον μὲν χάριν ἀποδιδόναι, μὴ ἀποδιδόντα δέ, κολάζουσι καὶ τοῦτον ἰσχυρῶς. οἴονται γὰρ τοὺς ἀχαρίστους καὶ περὶ θεοὺς ἂν μάλιστα ἀμελῶς ἔχειν2 καὶ περὶ γονέας καὶ πατρίδα καὶ φίλους. ἕπεσθαι δὲ δοκεῖ μάλιστα τῇ ἀχαριστίᾳ ἡ ἀναισχυντία· καὶ γὰρ αὕτη μεγίστη δοκεῖ εἶναι ἐπὶ πάντα τὰ αἰσχρὰ ἡγεμών.

如果他们认定有人犯了其中任何一种罪过,就予以惩处。他们也惩处那些被发现作虚假控告的人。此外,他们还审理一种罪名,人们因它而彼此最为憎恨,却最少诉诸法庭——那就是忘恩负义;若是认定有人有能力回报恩情却不回报,他们也会严加惩处。因为他们认为,忘恩负义之徒对神明、父母、城邦以及朋友也会最为疏忽怠慢。而在他们看来,无耻之尤与忘恩负义往往形影相随;事实上,无耻本身似乎正是一切可耻行径的最大引路者。

§1.2.8

διδάσκουσι δὲ τοὺς παῖδας καὶ σωφροσύνην· μέγα δὲ συμβάλλεται εἰς τὸ μανθάνειν σωφρονεῖν αὐτοὺς ὅτι καὶ τοὺς πρεσβυτέρους ὁρῶσιν ἀνὰ πᾶσαν ἡμέραν σωφρόνως διάγοντας. διδάσκουσι δὲ αὐτοὺς καὶ πείθεσθαι τοῖς ἄρχουσι· μέγα δὲ καὶ εἰς τοῦτο συμβάλλεται ὅτι ὁρῶσι τοὺς πρεσβυτέρους πειθομένους τοῖς ἄρχουσιν ἰσχυρῶς. διδάσκουσι δὲ καὶ ἐγκράτειαν γαστρὸς καὶ ποτοῦ· μέγα δὲ καὶ εἰς τοῦτο συμβάλλεται ὅτι ὁρῶσι τοὺς πρεσβυτέρους οὐ πρόσθεν ἀπιόντας γαστρὸς ἕνεκα πρὶν ἂν ἀφῶσιν οἱ ἄρχοντες, καὶ ὅτι οὐ παρὰ μητρὶ σιτοῦνται οἱ παῖδες, ἀλλὰ παρὰ τῷ διδασκάλῳ, ὅταν οἱ ἄρχοντες σημήνωσι. φέρονται δὲ οἴκοθεν σῖτον μὲν ἄρτον, ὄψον δὲ κάρδαμον, πιεῖν δέ, ἤν τις διψῇ, κώθωνα, ὡς ἀπὸ τοῦ ποταμοῦ ἀρύσασθαι. πρὸς δὲ τούτοις μανθάνουσι καὶ τοξεύειν καὶ ἀκοντίζειν. μέχρι μὲν δὴ ἓξ ἢ ἑπτακαίδεκα ἐτῶν ἀπὸ γενεᾶς οἱ παῖδες ταῦτα πράττουσιν, ἐκ τούτου δὲ εἰς τοὺς ἐφήβους ἐξέρχονται.

他们还教导少年们克制与节度;而促使他们学会节制的一大助力,乃是他们每天都亲眼见到长者们恭谨节制地生活。他们还教导少年们服从长官;促成此点的极大助力,也是因为他们见到长者们坚定不移地服从长官。此外,他们还教导少年们节制饮食;促成此点的极大助力,是他们看到长者们在长官允许遣散之前绝不会为了口腹之欲而退席,而且少年们也不是在母亲身边用餐,而是在长官发出信号时在教师身边进餐。他们从家里带来面包作为主食,带水芹作为配菜;若有人口渴,便带一个水杯,以便从河中汲水饮用。除这些之外,他们还学习射箭与投掷标枪。少年们从出生起直到十六或十七岁都从事这些操练,此后他们便升入青年阶层。

§1.2.9

οὗτοι δʼ αὖ οἱ ἔφηβοι διάγουσιν ὧδε. δέκα ἔτη ἀφʼ οὗ ἂν ἐκ παίδων ἐξέλθωσι κοιμῶνται μὲν περὶ τὰ ἀρχεῖα, ὥσπερ προειρήκαμεν, καὶ φυλακῆς ἕνεκα τῆς πόλεως καὶ σωφροσύνης· δοκεῖ γὰρ αὕτη ἡ ἡλικία μάλιστα ἐπιμελείας δεῖσθαι· παρέχουσι δὲ καὶ τὴν ἡμέραν ἑαυτοὺς τοῖς ἄρχουσι χρῆσθαι ἤν τι δέωνται ὑπὲρ τοῦ κοινοῦ. καὶ ὅταν μὲν δέῃ, πάντες μένουσι περὶ τὰ ἀρχεῖα· ὅταν δὲ ἐξίῃ βασιλεὺς ἐπὶ θήραν, ἐξάγει τὴν ἡμίσειαν τῆς φυλακῆς· ποιεῖ δὲ τοῦτο πολλάκις τοῦ μηνός. ἔχειν δὲ δεῖ τοὺς ἐξιόντας τόξα καὶ παρὰ τὴν φαρέτραν ἐν κολεῷ κοπίδα ἢ σάγαριν, ἔτι δὲ γέρρον καὶ παλτὰ δύο, ὥστε τὸ μὲν ἀφεῖναι, τῷ δʼ, ἂν δέῃ, ἐκ χειρὸς χρῆσθαι.

这些青年又按如下方式度日。自脱离少年阶段起的十年间,正如我们前面所说,他们在官署周围露宿,这既是为了守护城邦,也是为了保持节制;因为这一年龄段似乎最需要严加督导。白天他们也将自己交由长官差遣,以备长官在公务上有任何需要。若有必要,所有人便都留守在官署周围;但每当国王外出狩猎时,他便率领半数卫队出动;他一个月内会如此行事多次。外出者必须备有弓箭,在箭袋旁佩戴入鞘的短弯刀或战斧,还要携带编藤盾牌与两支标枪,以便一支用于投掷,另一支在必要时用于近身交战。

§1.2.10

διὰ τοῦτο δὲ δημοσίᾳ τοῦ θηρᾶν ἐπιμέλονται, καὶ βασιλεὺς ὥσπερ καὶ ἐν πολέμῳ ἡγεμών ἐστιν αὐτοῖς καὶ αὐτός τε θηρᾷ καὶ τῶν ἄλλων ἐπιμελεῖται ὅπως ἂν θηρῶσιν, ὅτι ἀληθεστάτη αὐτοῖς δοκεῖ εἶναι αὕτη ἡ μελέτη τῶν πρὸς τὸν πόλεμον. καὶ γὰρ πρῲ ἀνίστασθαι ἐθίζει καὶ ψύχη καὶ θάλπη ἀνέχεσθαι, γυμνάζει δὲ καὶ ὁδοιπορίαις καὶ δρόμοις, ἀνάγκη δὲ καὶ τοξεῦσαι θηρίον καὶ ἀκοντίσαι ὅπου ἂν παραπίπτῃ. καὶ τὴν ψυχὴν δὲ πολλάκις ἀνάγκη θήγεσθαι ὅταν τι τῶν ἀλκίμων θηρίων ἀνθιστῆται· παίειν μὲν γὰρ δήπου δεῖ τὸ ὁμόσε γιγνόμενον, φυλάξασθαι δὲ τὸ ἐπιφερόμενον· ὥστε οὐ ῥᾴδιον εὑρεῖν τί ἐν τῇ θήρᾳ ἄπεστι τῶν ἐν πολέμῳ παρόντων.

他们之所以通过公家之力操办狩猎,且国王如同在战争中一样担任他们的统帅,不仅亲自打猎,还监督其他人如何狩猎,乃是因为在他们看来,这项训练是对战事最真实不过的演练。事实上,狩猎使人习惯于黎明即起,耐受严寒酷暑,通过行军与奔跑得到锻炼,并且一旦野兽在何处出现,就不得不施射弓箭或投掷标枪。当某种凶猛的野兽与之对峙时,往往也不得不磨砺胆气;因为人们显然必须迎击逼近的野兽,防备猛扑过来的野兽;因此,在战争中所经历之事,很难找出哪一样是在狩猎中所没有的。

§1.2.11

ἐξέρχονται δὲ ἐπὶ τὴν θήραν ἄριστον ἔχοντες πλέον μέν, ὡς τὸ εἰκός, τῶν παίδων, τἆλλα δὲ ὅμοιον. καὶ θηρῶντες μὲν οὐκ ἂν ἀριστήσαιεν, ἢν δέ τι δεήσῃ ἢ θηρίου ἕνεκα ἐπικαταμεῖναι ἢ ἄλλως ἐθελήσωσι διατρῖψαι περὶ τὴν θήραν, τὸ οὖν ἄριστον τοῦτο δειπνήσαντες τὴν ὑστεραίαν αὖ θηρῶσι μέχρι δείπνου, καὶ μίαν ἄμφω τούτω τὼ ἡμέρα λογίζονται,3 ὅτι μιᾶς ἡμέρας σῖτον δαπανῶσι. τοῦτο δὲ ποιοῦσι τοῦ ἐθίζεσθαι ἕνεκα, ἵνʼ ἐάν τι καὶ ἐν πολέμῳ δεήσῃ, δύνωνται ταὐτὸ ποιεῖν. καὶ ὄψον δὲ τοῦτο ἔχουσιν οἱ τηλικοῦτοι ὅ τι ἂν θηράσωσιν· εἰ δὲ μή, τὸ κάρδαμον. εἰ δέ τις αὐτοὺς οἴεται ἢ ἐσθίειν ἀηδῶς, ὅταν κάρδαμον μόνον ἔχωσιν ἐπὶ τῷ σίτῳ, ἢ πίνειν ἀηδῶς, ὅταν ὕδωρ πίνωσιν, ἀναμνησθήτω πῶς μὲν ἡδὺ μᾶζα καὶ ἄρτος πεινῶντι φαγεῖν, πῶς δὲ ἡδὺ ὕδωρ πιεῖν διψῶντι.

他们外出狩猎时所携带的午餐自然比少年们的要多,但在其他方面则是相同的。在打猎过程中他们并不吃午餐;但若是因野兽之故需要留宿,抑或他们出于其他原因想要延长狩猎时间,他们便将这份午餐作为晚餐吃下,次日再次狩猎直至晚餐,并将这两天算作一天,因为他们只消耗了一天的口粮。他们这样做是为了养成习惯,以便在战争中一旦有所需要,也能做到同样的事情。这般年纪的年轻人,捕获到什么便以什么为配菜;若是没有捕获到,就以水芹为配菜。若是有人以为,当他们吃主食时仅有水芹佐餐便吃得索然无味,或者喝水时便饮得毫无乐趣,那么就请他回想一下:对于饥饿之人而言,吃大麦饼和面包是何等甜美,对于干渴之人而言,饮水又是何等惬意。

语法注3 条
  1. 1.2.7δικάζουσι δὲ καὶ ἐγκλήματος οὗ ἕνεκα ἄνθρωποι μισοῦσι μὲν ἀλλήλους μάλιστα, δικάζονται δὲ ἥκιστα, ἀχαριστίας

    动词 δικάζω 支配表示罪名的属格(ἐγκλήματος),其后插入关系代词从句(οὗ ἕνεκα...),并在句末由同格名词 ἀχαριστίας(忘恩)具体说明罪名。注意句首的主动态 δικάζουσι(审判)与从句中的中间态 δικάζονται(起诉、打官司)在语态上的对比。

  2. 1.2.7ἂν μάλιστα ἀμελῶς ἔχειν

    由表示看法的动词 οἴονται 引出的间接引语中 ἄν 与不定式(ἔχειν)的连用结构。它对应直接引语中的潜能希求法(ἂν ἀμελῶς ἔχοιεν,“很可能会最为怠慢”),表达推测性的可能性,而非与事实相反的假设。

  3. 1.2.11μίαν ἄμφω τούτω τὼ ἡμέρα λογίζονται

    双重宾格(谓语宾格)句式。双数宾格短语 ἄμφω τούτω τὼ ἡμέρα(“这两天”)作直接宾语,阴性单数宾格 μίαν(“作为一天”)充当谓语宾格,意为“他们把这两天算作一天”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.2.7-1.2.11