← 色诺芬

居鲁士的教育

§1.2.1-1.2.6

居鲁士的门第出身与波斯政制教育

记述了居鲁士的门第出身与卓越天资,并阐述了波斯城邦与众不同的政制:它并非如其他城邦那样事后惩处罪行,而是预先培育公民的品德;随后介绍了分为四个年龄组别的“自由广场”以及少年阶段学习正义的司法训练。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2.1

πατρὸς μὲν δὴ ὁ Κῦρος λέγεται γενέσθαι Καμβύσου1 Περσῶν βασιλέως· ὁ δὲ Καμβύσης οὗτος τοῦ Περσειδῶν γένους ἦν· οἱ δὲ Περσεῖδαι ἀπὸ Περσέως κλῄζονται· μητρὸς δὲ ὁμολογεῖται Μανδάνης γενέσθαι· ἡ δὲ Μανδάνη αὕτη Ἀστυάγους ἦν θυγάτηρ τοῦ Μήδων γενομένου βασιλέως. φῦναι δὲ ὁ Κῦρος λέγεται καὶ ᾄδεται ἔτι καὶ νῦν ὑπὸ τῶν βαρβάρων εἶδος μὲν κάλλιστος, ψυχὴν δὲ φιλανθρωπότατος καὶ φιλομαθέστατος καὶ φιλοτιμότατος, ὥστε πάντα μὲν πόνον ἀνατλῆναι, πάντα δὲ κίνδυνον ὑπομεῖναι τοῦ ἐπαινεῖσθαι ἕνεκα.

相传居鲁士的父亲是波斯王冈比西斯;这位冈比西斯属于珀耳修斯的后裔一族,而珀耳修斯家族是依珀耳修斯之名命名的。大家公认他的母亲是曼达妮;而这位曼达妮则是曾为米底国王的阿斯提阿格斯的女儿。据传,且至今在异族人中仍有歌谣传唱,居鲁士生来容貌最为俊美,性情最为仁爱、最为乐学、最重荣誉,以至于为了赢得赞扬,甘愿忍受任何劳苦,甘冒任何危险。

§1.2.2

φύσιν μὲν δὴ τῆς μορφῆς καὶ τῆς ψυχῆς τοιαύτην ἔχων διαμνημονεύεται· ἐπαιδεύθη γε μὴν ἐν Περσῶν νόμοις· οὗτοι δὲ δοκοῦσιν οἱ νόμοι ἄρχεσθαι τοῦ κοινοῦ ἀγαθοῦ ἐπιμελούμενοι οὐκ ἔνθενπερ ἐν ταῖς πλείσταις πόλεσιν ἄρχονται. αἱ μὲν γὰρ πλεῖσται πόλεις ἀφεῖσαι παιδεύειν ὅπως τις ἐθέλει τοὺς ἑαυτοῦ παῖδας, καὶ αὐτοὺς τοὺς πρεσβυτέρους ὅπως ἐθέλουσι διάγειν, ἔπειτα προστάττουσιν αὐτοῖς μὴ κλέπτειν μηδὲ ἁρπάζειν, μὴ βίᾳ εἰς οἰκίαν παριέναι, μὴ παίειν ὃν μὴ δίκαιον, μὴ μοιχεύειν, μὴ ἀπειθεῖν ἄρχοντι, καὶ τἆλλα τὰ τοιαῦτα ὡσαύτως· ἢν δέ τις τούτων τι παραβαίνῃ, ζημίαν αὐτοῖς ἐπέθεσαν.2

他被记载在形貌与心灵上具有这样的天性;然而,他是在波斯的法律熏陶下接受教育的。而这些法律对公共福祉的关切,似乎并非从大多数城邦所着手的地方开始的。因为大多数城邦任由每个人按照自己的意愿教育子女,也任由年长者自己随心所欲地度日,随后才命令他们不可偷盗,不可抢劫,不可强行闯入住宅,不可不当地殴打他人,不可通奸,不可违抗长官,其余诸事亦依此类推;若是有人触犯了其中任何一条,便对他们施以惩罚。

§1.2.3

οἱ δὲ Περσικοὶ νόμοι προλαβόντες ἐπιμέλονται ὅπως τὴν ἀρχὴν3 μὴ τοιοῦτοι ἔσονται οἱ πολῖται οἷοι πονηροῦ τινος ἢ αἰσχροῦ ἔργου ἐφίεσθαι. ἐπιμέλονται δὲ ὧδε. ἔστιν αὐτοῖς ἐλευθέρα ἀγορὰ καλουμένη, ἔνθα τά τε βασίλεια καὶ τἆλλα ἀρχεῖα πεποίηται. ἐντεῦθεν τὰ μὲν ὤνια καὶ οἱ ἀγοραῖοι καὶ αἱ τούτων φωναὶ καὶ ἀπειροκαλίαι ἀπελήλανται εἰς ἄλλον τόπον, ὡς μὴ μιγνύηται ἡ τούτων τύρβη τῇ τῶν πεπαιδευμένων εὐκοσμίᾳ.

而波斯的法律则防患于未然,从一开始便致力于使公民不至于成为渴求任何邪恶或可耻行径之人。它们是这样进行关照的:他们有一处被称为“自由广场”的地方,王宫与其他官署都设在此处。从那里,售卖的货物、商贩以及他们的喧闹声和粗俗之举都被驱赶到另一处地方,以免他们的骚乱混杂进受过教育之人的整肃秩序之中。

§1.2.4

διῄρηται δὲ αὕτη ἡ ἀγορὰ τέτταρα μέρη· τούτων δʼ ἔστιν ἓν μὲν παισίν, ἓν δὲ ἐφήβοις, ἄλλο τελείοις ἀνδράσιν, ἄλλο τοῖς ὑπὲρ τὰ στρατεύσιμα ἔτη γεγονόσι. νόμῳ δʼ εἰς τὰς ἑαυτῶν χώρας ἕκαστοι τούτων πάρεισιν, οἱ μὲν παῖδες ἅμα τῇ ἡμέρᾳ καὶ οἱ τέλειοι ἄνδρες, οἱ δὲ γεραίτεροι ἡνίκʼ ἂν ἑκάστῳ προχωρῇ, πλὴν ἐν ταῖς τεταγμέναις ἡμέραις, ἐν αἷς αὐτοὺς δεῖ παρεῖναι. οἱ δὲ ἔφηβοι καὶ κοιμῶνται περὶ τὰ ἀρχεῖα σὺν τοῖς γυμνητικοῖς ὅπλοις πλὴν τῶν γεγαμηκότων· οὗτοι δὲ οὔτε ἐπιζητοῦνται, ἢν μὴ προρρηθῇ παρεῖναι, οὔτε πολλάκις ἀπεῖναι καλόν.

这个广场被划分为四个部分:其中一部分属于少年,一部分属于青年,另一部分属于成年男子,还有一部分属于超过服兵役年龄的人。依照法律,他们各自按时来到属于自己的区域:少年和成年男子黎明即到;长老们则在对各自合适的时候到来,但在要求他们必须到场的特定日子除外。青年们除已婚者外,甚至还要携带轻兵器在官署周围就寝;至于这些已婚者,若无预先要求他们到场的命令,既不会被追究,但频繁缺席也并非体面之事。

§1.2.5

ἄρχοντες δʼ ἐφʼ ἑκάστῳ τούτων τῶν μερῶν εἰσι δώδεκα· δώδεκα γὰρ καὶ Περσῶν φυλαὶ διῄρηνται. καὶ ἐπὶ μὲν τοῖς παισὶν ἐκ τῶν γεραιτέρων ᾑρημένοι εἰσὶν οἳ ἂν δοκῶσι τοὺς παῖδας βελτίστους ἀποδεικνύναι· ἐπὶ δὲ τοῖς ἐφήβοις ἐκ τῶν τελείων ἀνδρῶν οἳ ἂν αὖ τοὺς ἐφήβους βελτίστους δοκῶσι παρέχειν· ἐπὶ δὲ τοῖς τελείοις ἀνδράσιν οἳ ἂν δοκῶσι παρέχειν αὐτοὺς μάλιστα τὰ τεταγμένα ποιοῦντας καὶ τὰ παραγγελλόμενα ὑπὸ τῆς μεγίστης ἀρχῆς· εἰσὶ δὲ καὶ τῶν γεραιτέρων προστάται ᾑρημένοι, οἳ προστατεύουσιν ὅπως καὶ οὗτοι τὰ καθήκοντα ἀποτελῶσιν. ἃ δὲ ἑκάστῃ ἡλικίᾳ προστέτακται ποιεῖν διηγησόμεθα, ὡς μᾶλλον δῆλον γένηται ᾗ ἐπιμέλονται ὡς ἂν βέλτιστοι εἶεν οἱ πολῖται.

在上述每个部分上各有十二位主管者,因为波斯人的部族也是划分为十二个。在少年之上的,是从长老中选拔出来的、被认为最能把少年培养得最优秀的人;在青年之上的,是从成年男子中选拔出来的、被认为最能使青年变得最优秀的人;在成年男子之上的,是被认为最能促使他们认真履行所指派的职责以及最高权力机构所下达命令的人;在长老之上也选有首长,负责督导他们也完成各自的职责。为了让人们更清楚地明了他们是如何致力于使公民成为最优秀之人的,我们将记述指派给每个年龄阶段去履行的具体职责。

§1.2.6

οἱ μὲν δὴ παῖδες εἰς τὰ διδασκαλεῖα φοιτῶντες διάγουσι μανθάνοντες δικαιοσύνην· καὶ λέγουσιν ὅτι ἐπὶ τοῦτο ἔρχονται ὥσπερ παρʼ ἡμῖν ὅτι γράμματα μαθησόμενοι.4 οἱ δʼ ἄρχοντες αὐτῶν διατελοῦσι τὸ πλεῖστον τῆς ἡμέρας δικάζοντες αὐτοῖς. γίγνεται γὰρ δὴ καὶ παισὶ πρὸς ἀλλήλους ὥσπερ ἀνδράσιν ἐγκλήματα καὶ κλοπῆς καὶ ἁρπαγῆς καὶ βίας καὶ ἀπάτης καὶ κακολογίας καὶ ἄλλων οἵων δὴ εἰκός.

少年们前往学堂,在那里以学习正义度日;他们说自己去学堂就是为了这一目的,正如在我们那里人们说是去学习识字一样。他们的主管者一天的大部分时间都在为他们审判案件;因为在少年彼此之间,正如在成年人之间一样,确实也会产生关于盗窃、抢夺、施暴、欺诈、诽谤以及诸如此类其他理所当然会发生之事的诉讼。

语法注4 条
  1. 1.2.1πατρὸς μὲν δὴ ὁ Κῦρος λέγεται γενέσθαι Καμβύσου

    依附于 γενέσθαι 的表出身或血统的属格(genitive of origin)。此处未加前置词(如 ἐκ 或 ἀπό),直接以名词属格表示“生自父亲冈比西斯”。

  2. 1.2.2ἐπέθεσαν

    警句性不定过去时(gnomic aorist)。在前面的普遍陈述中使用现在时(προστάττουσιν),而在该一般条件句(ἢν... παραβαίνῃ)的主句中采用不定过去时,用以表示违律即受惩罚这一普遍而必然的常规做法。

  3. 1.2.3τὴν ἀρχήν

    与否定词(μή)连用的副词性宾格,意为“从一开始”、“根本(不)”。在此强调法律防患于未然,旨在根本不让公民产生邪恶欲望,而非待其发生后再予制止。

  4. 1.2.6ὥσπερ παρʼ ἡμῖν ὅτι γράμματα μαθησόμενοι

    比较从句中的省略以及 ὅτι 的重叠/吸引结构。承接前句的 λέγουσιν ὅτι ἐπὶ τοῦτο ἔρχονται,结构相当于 ὥσπερ παρʼ ἡμῖν (λέγουσιν ὅτι ἔρχονται) γράμματα μαθησόμενοι。连词 ὅτι 系承袭自前一间接引语从句,与表目的的将来时分词 μαθησόμενοι 松散衔接。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.2.1-1.2.6