- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:1.1.1-1.1.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者通过对比家政、各种政体以及畜群的顺从,探讨了统治人类的艰巨性;但当想起波斯王居鲁士能够使广袤的多民族自愿顺服的伟业后,决定探讨并记述居鲁士究竟凭借何种出身、天性与教育成就了这番功业。
ἔννοιά ποθʼ ἡμῖν ἐγένετο ὅσαι δημοκρατίαι κατελύθησαν ὑπὸ τῶν ἄλλως πως βουλομένων πολιτεύεσθαι μᾶλλον ἢ ἐν δημοκρατίᾳ, ὅσαι τʼ αὖ μοναρχίαι, ὅσαι τε ὀλιγαρχίαι ἀνῄρηνται ἤδη ὑπὸ δήμων, καὶ ὅσοι τυραννεῖν ἐπιχειρήσαντες οἱ μὲν αὐτῶν καὶ ταχὺ πάμπαν κατελύθησαν, οἱ δὲ κἂν ὁποσονοῦν χρόνον ἄρχοντες διαγένωνται, θαυμάζονται1 ὡς σοφοί τε καὶ εὐτυχεῖς ἄνδρες γεγενημένοι. πολλοὺς δʼ ἐδοκοῦμεν καταμεμαθηκέναι καὶ ἐν ἰδίοις οἴκοις τοὺς μὲν ἔχοντας καὶ πλείονας οἰκέτας, τοὺς δὲ καὶ πάνυ ὀλίγους, καὶ ὅμως οὐδὲ τοῖς ὀλίγοις τούτοις πάνυ τι δυναμένους χρῆσθαι πειθομένοις τοὺς δεσπότας.
我们心中曾产生过这样的想法:有多少民主政体已经被那些希望以其他方式治理国家而非实行民主制的人所推翻;又有多少君主政体、多少寡头政体已经被平民所摧毁;而在那些企图建立僭主统治的人中,有些人极其迅速地彻底垮台,而那些哪怕能维持任意一段时间统治的人,都被当作既聪明又有福气的人而受到赞赏。我们还发觉,在私人家宅中也是如此,有些人拥有较多的奴仆,有些人拥有的极少,但即便如此,主人们甚至根本无法使这区区几个奴仆顺服于自己。
ἔτι δὲ πρὸς τούτοις ἐνενοοῦμεν ὅτι ἄρχοντες μέν εἰσι καὶ οἱ βουκόλοι τῶν βοῶν καὶ οἱ ἱπποφορβοὶ τῶν ἵππων, καὶ πάντες δὲ οἱ καλούμενοι νομεῖς ὧν ἂν ἐπιστατῶσι ζῴων εἰκότως ἂν ἄρχοντες τούτων νομίζοιντο· πάσας τοίνυν ταύτας τὰς ἀγέλας ἐδοκοῦμεν ὁρᾶν μᾶλλον ἐθελούσας πείθεσθαι τοῖς νομεῦσιν ἢ τοὺς ἀνθρώπους τοῖς ἄρχουσι. πορεύονταί τε γὰρ αἱ ἀγέλαι ᾗ ἂν αὐτὰς εὐθύνωσιν οἱ νομεῖς, νέμονταί τε χωρία ἐφʼ ὁποῖα ἂν αὐτὰς ἐπάγωσιν, ἀπέχονταί τε ὧν ἂν αὐτὰς ἀπείργωσι· καὶ τοῖς καρποῖς τοίνυν τοῖς γιγνομένοις ἐξ αὐτῶν ἐῶσι τοὺς νομέας χρῆσθαι οὕτως ὅπως ἂν αὐτοὶ βούλωνται. ἔτι τοίνυν οὐδεμίαν πώποτε ἀγέλην ᾐσθήμεθα συστᾶσαν ἐπὶ τὸν νομέα οὔτε ὡς μὴ πείθεσθαι οὔτε ὡς μὴ ἐπιτρέπειν τῷ καρπῷ χρῆσθαι, ἀλλὰ καὶ χαλεπώτεραί εἰσιν αἱ ἀγέλαι πᾶσι τοῖς ἀλλοφύλοις ἢ τοῖς ἄρχουσί τε καὶ ὠφελουμένοις ἀπʼ αὐτῶν· ἄνθρωποι δὲ ἐπʼ οὐδένας μᾶλλον συνίστανται ἢ ἐπὶ τούτους οὓς ἂν αἴσθωνται ἄρχειν αὑτῶν ἐπιχειροῦντας.
此外,我们还想到,牧牛人是牛的主宰,牧马人是马的主宰,一切被称为牧民的人,理所当然会被看作是他们所管理的动物的统领者;于是我们似乎看到,所有这些畜群都比人类服从统治者更愿意服从牧人。因为畜群总是往牧人引导它们的方向走,在牧人引它们前往的草场上吃草,远离牧人禁止它们接近的地方;并且它们允许牧人们随心所欲地享用从它们身上出产的一切产物。此外,我们从未察觉过有任何畜群联合起来反抗牧人,不论是不服从他,还是不让他享用其产物;相反,畜群对待所有外来者,比对待统治它们并从中获益的人要凶暴得多;但人类所反抗的最甚者,莫过于那些被他们察觉企图统治自己的人。
ὅτε μὲν δὴ ταῦτα ἐνεθυμούμεθα, οὕτως ἐγιγνώσκομεν περὶ αὐτῶν, ὡς ἀνθρώπῳ πεφυκότι πάντων τῶν ἄλλων ῥᾷον εἴη ζῴων ἢ ἀνθρώπων ἄρχειν. ἐπειδὴ δὲ ἐνενοήσαμεν ὅτι Κῦρος ἐγένετο Πέρσης, ὃς παμπόλλους μὲν ἀνθρώπους ἐκτήσατο πειθομένους αὑτῷ, παμπόλλας δὲ πόλεις, πάμπολλα δὲ ἔθνη, ἐκ τούτου δὴ ἠναγκαζόμεθα μετανοεῖν μὴ οὔτε τῶν ἀδυνάτων οὔτε τῶν χαλεπῶν ἔργων ᾖ τὸ ἀνθρώπων ἄρχειν,2 ἤν τις ἐπισταμένως τοῦτο πράττῃ. Κύρῳ γοῦν ἴσμεν ἐθελήσαντας πείθεσθαι τοὺς μὲν ἀπέχοντας παμπόλλων ἡμερῶν ὁδόν, τοὺς δὲ καὶ μηνῶν, τοὺς δὲ οὐδʼ ἑωρακότας πώποτʼ αὐτόν, τοὺς δὲ καὶ εὖ εἰδότας ὅτι οὐδʼ ἂν ἴδοιεν, καὶ ὅμως ἤθελον αὐτῷ ὑπακούειν.
当时当我们思考这些事情时,我们得出了这样的判定:对于人生来而言,统治其他一切动物都比统治人类容易。但是,当我们想到波斯人居鲁士时——他获得了无数顺从于他的人、无数的城邦和无数的民族——由此我们不得不改变想法,怀疑统治人类这件事,只要人懂得其道而行之,或许既非不可能,亦非难事。至少我们知道,在居鲁士那里,有些人离他有许多天的路程,有些人有许多个月的路程,有些人从未见过他,有些人深知自己绝不可能见到他,却都甘愿服从他,而且尽管如此仍愿意听从他的命令。
καὶ γάρ τοι τοσοῦτον διήνεγκε τῶν ἄλλων βασιλέων, καὶ τῶν πατρίους ἀρχὰς παρειληφότων καὶ τῶν διʼ ἑαυτῶν κτησαμένων, ὥσθʼ ὁ μὲν Σκύθης καίπερ παμπόλλων ὄντων Σκυθῶν ἄλλου μὲν οὐδενὸς δύναιτʼ ἂν ἔθνους ἐπάρξαι, ἀγαπῴη δʼ ἂν εἰ τοῦ ἑαυτοῦ ἔθνους ἄρχων διαγένοιτο, καὶ ὁ Θρᾷξ Θρᾳκῶν καὶ ὁ Ἰλλυριὸς Ἰλλυριῶν, καὶ τἆλλα δὲ ὡσαύτως ἔθνη ἀκούομεν τὰ γοῦν ἐν τῇ Εὐρώπῃ ἔτι καὶ νῦν αὐτόνομα εἶναι καὶ λελύσθαι ἀπʼ ἀλλήλων· Κῦρος δὲ παραλαβὼν ὡσαύτως οὕτω καὶ τὰ ἐν τῇ Ἀσίᾳ ἔθνη αὐτόνομα ὄντα ὁρμηθεὶς σὺν ὀλίγῃ Περσῶν στρατιᾷ ἑκόντων μὲν ἡγήσατο Μήδων, ἑκόντων δὲ Ὑρκανίων, κατεστρέψατο δὲ Σύρους, Ἀσσυρίους, Ἀραβίους, Καππαδόκας, Φρύγας ἀμφοτέρους, Λυδούς, Κᾶρας, Φοίνικας, Βαβυλωνίους, ἦρξε δὲ Βακτρίων καὶ Ἰνδῶν καὶ Κιλίκων, ὡσαύτως δὲ Σακῶν καὶ Παφλαγόνων καὶ Μαγαδιδῶν, καὶ ἄλλων δὲ παμπόλλων ἐθνῶν, ὧν οὐδʼ ἂν τὰ ὀνόματα ἔχοι τις εἰπεῖν, ἐπῆρξε δὲ καὶ Ἑλλήνων τῶν ἐν τῇ Ἀσίᾳ, καταβὰς δʼ ἐπὶ θάλατταν καὶ Κυπρίων καὶ Αἰγυπτίων.
确实,他与其他的君王——无论是那些继承了祖传权位的人,还是那些凭自身力量获取权位的人——相差如此悬殊,以至于斯基泰王虽然斯基泰人极多,却无法统领任何其他民族,只要能长久统治自己的民族便心满意足了;色雷斯王仅能统治色雷斯人,伊利里亚王仅能统治伊利里亚人;我们听说其他民族,至少在欧洲的那些,至今仍然各自自治、彼此孤立;然而居鲁士接管了亚洲同样处于自治状态的诸民族,率领一支人数不多的波斯军队出征,出于米底人和希尔卡尼亚人的自愿而统领了他们,征服了叙利亚人、亚述人、阿拉伯人、卡帕多西亚人、大小弗里吉亚人、吕底亚人、卡里亚人、腓尼基人和巴比伦人;统治了巴克特里亚人、印度人和基利家的人,同样统领了塞族人、帕夫拉戈尼亚人和玛加迪达人,以及许许多多其他人甚至叫不出名字的民族;他还统领了亚洲的希腊人,并在下抵海滨后,统治了塞浦路斯人和埃及人。
καὶ τοίνυν τούτων τῶν ἐθνῶν ἦρξεν οὔτε αὐτῷ ὁμογλώττων ὄντων οὔτε ἀλλήλοις, καὶ ὅμως ἐδυνάσθη ἐφικέσθαι μὲν ἐπὶ τοσαύτην γῆν τῷ ἀφʼ ἑαυτοῦ φόβῳ, ὥστε καταπλῆξαι πάντας καὶ μηδένα ἐπιχειρεῖν αὐτῷ, ἐδυνάσθη δὲ ἐπιθυμίαν ἐμβαλεῖν τοσαύτην τοῦ αὐτῷ χαρίζεσθαι ὥστε ἀεὶ τῇ αὐτοῦ γνώμῃ ἀξιοῦν κυβερνᾶσθαι, ἀνηρτήσατο δὲ τοσαῦτα φῦλα ὅσα καὶ διελθεῖν ἔργον ἐστίν,3 ὅποι ἂν ἄρξηταί τις πορεύεσθαι ἀπὸ τῶν βασιλείων, ἤν τε πρὸς ἕω ἤν τε πρὸς ἑσπέραν ἤν τε πρὸς ἄρκτον ἤν τε πρὸς μεσημβρίαν.
而且,他所统治的这些民族,既不与他同语,彼此之间也言语不通;尽管如此,他却能以出自他自身的威慑力触及如此辽阔的土地,以至于震慑了所有人,使无一人敢于向他发起进攻;他还能在人们心中激发起如此强烈的取悦于他的愿望,以至于他们始终认为遵从他的决断受其引导是理所应当的;他还将如此众多的部族依附于自己,以至于从他的王宫出发,无论向东、向西、向北还是向南,单是走遍这些地方都是一项极其艰巨的工程。
ἡμεῖς μὲν δὴ ὡς ἄξιον ὄντα θαυμάζεσθαι τοῦτον τὸν ἄνδρα ἐσκεψάμεθα τίς ποτʼ ὢν γενεὰν καὶ ποίαν τινὰ φύσιν ἔχων καὶ ποίᾳ τινὶ παιδευθεὶς παιδείᾳ τοσοῦτον διήνεγκεν εἰς τὸ ἄρχειν ἀνθρώπων. ὅσα οὖν καὶ ἐπυθόμεθα καὶ ᾐσθῆσθαι δοκοῦμεν περὶ αὐτοῦ, ταῦτα πειρασόμεθα διηγήσασθαι.
因此,我们认为这个人是值得赞赏的,便考察了他究竟出身于怎样的门第,具有怎样的天赋秉性,受过怎样的教育熏陶,以至于在统治人类方面竟能如此卓越超群。凡是我们所打听到的,以及我们认为自己关于他所理解到的一切,我们都将努力记述出来。
- 1.1.1καὶ ὅσοι τυραννεῖν ἐπιχειρήσαντες οἱ μὲν αὐτῶν καὶ ταχὺ πάμπαν κατελύθησαν, οἱ δὲ κἂν ὁποσονοῦν χρόνον ἄρχοντες διαγένωνται, θαυμάζονται
短语 ὅσοι τυραννεῖν ἐπιχειρήσαντες(关系代词+分词)在此构成了悬空主格(nominativus pendens),用作引出主题;随后通过部分同位结构(整体与部分同位)展开为 οἱ μὲν αὐτῶν ... οἱ δέ。实际谓语动词 κατελύθησαν 与 θαυμάζονται 的语法主语由拆分后的两组成分分别承担。
- 1.1.3ἐκ τούτου δὴ ἠναγκαζόμεθα μετανοεῖν μὴ οὔτε τῶν ἀδυνάτων οὔτε τῶν χαλεπῶν ἔργων ᾖ τὸ ἀνθρώπων ἄρχειν
动词 μετανοεῖν(改变想法、重新考虑)在此类同于表示担忧或顾虑的动词,统辖带有虚拟式 ᾖ 的 μὴ 从句。μὴ 与双重否定 οὔτε ... οὔτε 结合,表达一种试探性的领悟或怀疑(“恐怕并非不可能,亦非难事”),整句即“不得不转变想法,疑心统治人类并非不可能或困难之事”。
- 1.1.5ἀνηρτήσατο δὲ τοσαῦτα φῦλα ὅσα καὶ διελθεῖν ἔργον ἐστίν
习语 ἔργον ἐστίν 后接不定式 διελθεῖν,意为“做某事是一件苦差事/极其困难的事”。关系代词 ὅσα 与指示词 τοσαῦτα 构成呼应(“如此之多的……以至于……”),副词 καί 则用于加强不定式 διελθεῖν 的语气,意为“单是走遍都极为艰难”。
