← 色诺芬

长征记

§7.8.1-7.8.13

献祭宙斯与夜袭阿西达特斯庄园

色诺芬渡海抵达拉姆普萨库斯,经占卜者欧克莱德斯指点向仁慈神宙斯献祭,并获友人赎回战马。随后大军行至佩尔加蒙,色诺芬在贵妇赫拉斯引介下,率兵夜袭富裕的波斯贵族阿西达特斯的坚固塔楼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.8.1

ἐντεῦθεν διέπλευσαν εἰς Λάμψακον, καὶ ἀπαντᾷ τῷ Ξενοφῶντι Εὐκλείδης μάντις Φλειάσιος ὁ Κλεαγόρου υἱὸς τοῦ τὰ ἐντοίχια ἐν Λυκείῳ γεγραφότος. οὗτος συνήδετο τῷ Ξενοφῶντι ὅτι ἐσέσωστο, καὶ ἠρώτα αὐτὸν πόσον χρυσίον ἔχοι.

他们从那里渡海到达拉姆普萨库斯,菲利乌斯的占卜者欧克莱德斯迎面遇到了色诺芬;此人是曾为吕克昂绘制壁画的克莱阿戈拉斯之子。他为色诺芬安然生还而一同庆幸,并询问他有多少黄金。

§7.8.2

ὁ δʼ αὐτῷ ἐπομόσας εἶπεν ἦ μὴν ἔσεσθαι μηδὲ ἐφόδιον ἱκανὸν οἴκαδε ἀπιόντι, εἰ μὴ ἀπόδοιτο τὸν ἵππον1 καὶ ἃ ἀμφʼ αὑτὸν εἶχεν.

色诺芬向他发誓称,若不出售战马以及身边的财物,他返乡时甚至连充足的盘缠都不会有。

§7.8.3

ὁ δʼ αὐτῷ οὐκ ἐπίστευεν. ἐπεὶ δʼ ἔπεμψαν Λαμψακηνοὶ ξένια τῷ Ξενοφῶντι καὶ ἔθυε τῷ Ἀπόλλωνι, παρεστήσατο τὸν Εὐκλείδην· ἰδὼν δὲ τὰ ἱερὰ ὁ Εὐκλείδης εἶπεν ὅτι πείθοιτο αὐτῷ μὴ εἶναι χρήματα. ἀλλʼ οἶδα, ἔφη, ὅτι κἂν μέλλῃ ποτὲ ἔσεσθαι, φαίνεταί τι ἐμπόδιον, ἂν μηδὲν ἄλλο, σὺ σαυτῷ. συνωμολόγει ταῦτα ὁ Ξενοφῶν.

欧克莱德斯并不相信。然而,当拉姆普萨库斯人给色诺芬送来款待之礼,而色诺芬正向阿波罗献祭时,他让欧克莱德斯侍立在侧;欧克莱德斯察看了祭牲的内脏后,说自己相信了他确实没有资财。「不过我知道,」他说,「即便日后注定会有资财到来,也定会出现某种阻碍,就算没有别的东西,你自己也会成为自己的阻碍。」色诺芬对此表示赞同。

§7.8.4

ὁ δὲ εἶπεν· ἐμπόδιος γάρ σοι ὁ Ζεὺς ὁ μειλίχιός ἐστι, καὶ ἐπήρετο εἰ ἤδη θύσειεν, ὥσπερ οἴκοι, ἔφη, εἰώθειν ἐγὼ ὑμῖν θύεσθαι καὶ ὁλοκαυτεῖν. ὁ δʼ οὐκ ἔφη ἐξ ὅτου ἀπεδήμησε τεθυκέναι τούτῳ τῷ θεῷ. συνεβούλευσεν οὖν αὐτῷ θύεσθαι καθὰ εἰώθει, καὶ ἔφη συνοίσειν ἐπὶ τὸ βέλτιον.

欧克莱德斯便说:「阻碍你的正是仁慈神宙斯。」并询问他是否已经献过祭,「就像在家乡时,」他说,「我惯于为你们举行祭祀并献上全燔祭一样。」色诺芬说,自从离家出征以来,自己从未向这位神明献过祭。欧克莱德斯便建议他按往常的习惯献祭,并声称这必将带来转机。

§7.8.5

τῇ δὲ ὑστεραίᾳ Ξενοφῶν προσελθὼν εἰς Ὀφρύνιον ἐθύετο καὶ ὡλοκαύτει χοίρους τῷ πατρίῳ νόμῳ, καὶ ἐκαλλιέρει.

次日,色诺芬前往奥普律尼昂,依祖法献祭并向神焚献了乳猪的全燔祭,果然获得了吉兆。

§7.8.6

καὶ ταύτῃ τῇ ἡμέρᾳ ἀφικνεῖται Βίων καὶ Ναυσικλείδης χρήματα δώσοντες τῷ στρατεύματι, καὶ ξενοῦνται τῷ Ξενοφῶντι καὶ ἵππον ὃν ἐν Λαμψάκῳ ἀπέδοτο πεντήκοντα δαρεικῶν, ὑποπτεύοντες αὐτὸν διʼ ἔνδειαν πεπρακέναι, ὅτι ἤκουον αὐτὸν ἥδεσθαι τῷ ἵππῳ, λυσάμενοι ἀπέδοσαν καὶ τὴν τιμὴν οὐκ ἤθελον ἀπολαβεῖν.

就在这一天,比翁与瑙西克莱德斯前来为军队发放军饷,并客居在色诺芬处;他们得知色诺芬在拉姆普萨库斯以五十达里克售出了战马,推测他是因拮据而变卖,又听说他非常喜爱这匹马,便将其赎回并归还给色诺芬,且坚决不收回赎金。

§7.8.7

ἐντεῦθεν ἐπορεύοντο διὰ τῆς Τρῳάδος, καὶ ὑπερβάντες τὴν Ἴδην εἰς Ἄντανδρον ἀφικνοῦνται πρῶτον, εἶτα παρὰ θάλατταν πορευόμενοι εἰς Θήβης πεδίον.

他们从那里穿过特洛阿斯地区,翻越伊达山,先是抵达安坦德罗斯,接着沿海行军进入底比平原。

§7.8.8

ἐντεῦθεν διʼ Ἀδραμυττίου καὶ Κερτωνοῦ ὁδεύσαντες εἰς Καΐκου πεδίον ἐλθόντες Πέργαμον καταλαμβάνουσι τῆς Μυσίας. ἐνταῦθα δὴ ξενοῦται Ξενοφῶν Ἑλλάδι τῇ Γογγύλου τοῦ Ἐρετριέως γυναικὶ καὶ Γοργίωνος καὶ Γογγύλου μητρί.

从那里他们经由阿德拉密提翁与凯尔托诺斯行进,进入凯库斯平原,进驻密细亚的佩尔加蒙。在这里,色诺芬受到了埃雷特里亚人贡古罗斯之妻、戈尔吉翁与贡古罗斯之母赫拉斯的款待。

§7.8.9

αὕτη δʼ αὐτῷ φράζει ὅτι Ἀσιδάτης ἐστὶν ἐν τῷ πεδίῳ ἀνὴρ Πέρσης· τοῦτον ἔφη αὐτόν, εἰ ἔλθοι τῆς νυκτὸς σὺν τριακοσίοις ἀνδράσι, λαβεῖν ἂν2 καὶ αὐτὸν καὶ γυναῖκα καὶ παῖδας καὶ τὰ χρήματα· εἶναι δὲ πολλά. ταῦτα δὲ καθηγησομένους ἔπεμψε τόν τε αὑτῆς ἀνεψιὸν καὶ Δαφναγόραν, ὃν περὶ πλείστου ἐποιεῖτο.

她告诉他,平原上有一个名叫阿西达特斯的波斯人;她说,若是色诺芬夜间率领三百人前往,就能将其本人连同其妻儿及大量资财一并擒获。为了引路,她派出了自己的侄子以及备受她器重的达普纳戈拉斯。

§7.8.10

ἔχων οὖν ὁ Ξενοφῶν τούτους παρʼ ἑαυτῷ ἐθύετο. καὶ Βασίας ὁ Ἠλεῖος μάντις παρὼν εἶπεν ὅτι κάλλιστα εἴη τὰ ἱερὰ αὐτῷ καὶ ὁ ἀνὴρ ἁλώσιμος εἴη.

于是色诺芬将这些人留在身边并举行祭祀。在场的埃利斯占卜者巴西亚斯表示,祭兆对他极为吉利,那人定可被擒获。

§7.8.11

δειπνήσας οὖν ἐπορεύετο τούς τε λοχαγοὺς τοὺς μάλιστα φίλους λαβὼν καὶ πιστοὺς γεγενημένους διὰ παντός, ὅπως εὖ ποιήσαι αὐτούς. συνεξέρχονται δὲ αὐτῷ καὶ ἄλλοι βιασάμενοι εἰς ἑξακοσίους· οἱ δὲ λοχαγοὶ ἀπήλαυνον, ἵνα μὴ μεταδοῖεν τὸ μέρος, ὡς ἑτοίμων δὴ χρημάτων.3

用过晚餐后,色诺芬便率部出发,带上了与自己交情最深、始终忠诚的连队长们,以便让他们得到实惠。然而另有大约六百人强行随同出发;连队长们试图驱赶他们,以免分给他们份额,仿佛那些财富早已垂手可得一般。

§7.8.12

ἐπεὶ δὲ ἀφίκοντο περὶ μέσας νύκτας, τὰ μὲν πέριξ ὄντα ἀνδράποδα τῆς τύρσιος καὶ χρήματα τὰ πλεῖστα ἀπέδρα αὐτοὺς παραμελοῦντας, ὡς τὸν Ἀσιδάτην αὐτὸν λάβοιεν καὶ τὰ ἐκείνου.

当他们于午夜时分抵达时,塔楼四周的奴隶以及绝大多数动产都趁他们未加理会而逃之夭夭,因为他们只顾着生擒阿西达特斯本人并夺取其资财。

§7.8.13

πυργομαχοῦντες δὲ ἐπεὶ οὐκ ἐδύναντο λαβεῖν τὴν τύρσιν (ὑψηλὴ γὰρ ἦν καὶ μεγάλη καὶ προμαχεῶνας καὶ ἄνδρας πολλοὺς καὶ μαχίμους ἔχουσα), διορύττειν ἐπεχείρησαν τὸν πύργον.

由于攻打塔楼无法将其攻下(因为塔楼高大,且筑有胸墙并有众多善战之士守卫),他们便着手在塔壁上凿孔突破。

语法注3 条
  1. 7.8.2εἰ μὴ ἀπόδοιτο τὸν ἵππον

    间接引语中受过去时主动词(εἶπεν)支配的条件从句,其直接引语形式(或为 ἐὰν μὴ ἀπόδωμαι 加虚拟语气,或为 εἰ μὴ ἀποδώσομαι 加将来直陈语气)在间接语境下转化为过去曲折希求语气(ἀπόδοιτο)。

  2. 7.8.9τοῦτον ἔφη αὐτόν, εἰ ἔλθοι τῆς νυκτὸς σὺν τριακοσίοις ἀνδράσι, λαβεῖν ἄν

    包含词序倒置(hyperbaton)与强调的前置结构。不定式 λαβεῖν ἄν 的宾格宾语 τοῦτον(指阿西达特斯)被提前至句首,隔着插入动词 ἔφη,后接该不定式的逻辑主语宾格 αὐτόν(指色诺芬)。还原为直接引语时相当于潜势希求语气 τοῦτον λάβοις ἄν(「你能生擒此人」)。

  3. 7.8.11ὡς ἑτοίμων δὴ χρημάτων

    带有连词 ὡς 的属格独立结构,表示行为者主观上的意图或认定(「认定财产已然十拿九稳」)。语气词 δή 强化了这种自以为是的确定性或讽刺意味。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.8.1-7.8.13