← 色诺芬

长征记

§7.8.14-7.8.26

生擒阿西达特斯与军队移交蒂布隆

援军赶至阿西达特斯的塔楼,迫使希腊军浴血掩护撤退;然而次夜再度出击时成功生擒阿西达特斯全家并缴获其全部资财。色诺芬在佩尔加蒙分得丰厚犒赏后向神致谢,随后军队被移交给斯巴达将领蒂布隆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.8.14

ὁ δὲ τοῖχος ἦν ἐπʼ ὀκτὼ πλίνθων γηίνων τὸ εὖρος.1 ἅμα δὲ τῇ ἡμέρᾳ διωρώρυκτο· καὶ ὡς τὸ πρῶτον διεφάνη, ἐπάταξεν ἔνδοθεν βουπόρῳ τις ὀβελίσκῳ διαμπερὲς τὸν μηρὸν τοῦ ἐγγυτάτω· τὸ δὲ λοιπὸν ἐκτοξεύοντες ἐποίουν μηδὲ παριέναι ἔτι ἀσφαλὲς εἶναι.

该墙的厚度有八块土坯砖宽。黎明时分,墙壁已被凿通;当刚一透出光线,便有人从里面用一把烤牛的大铁叉彻底刺穿了离墙最近一人的大腿。此后,他们不停放箭,致使从旁经过也已不再安全。

§7.8.15

κεκραγότων δὲ αὐτῶν καὶ πυρσευόντων ἐκβοηθοῦσιν Ἰταμένης μὲν ἔχων τὴν ἑαυτοῦ δύναμιν, ἐκ Κομανίας δὲ ὁπλῖται Ἀσσύριοι καὶ Ὑρκάνιοι ἱππεῖς καὶ οὗτοι βασιλέως μισθοφόροι ὡς ὀγδοήκοντα, καὶ ἄλλοι πελτασταὶ εἰς ὀκτακοσίους, ἄλλοι δʼ ἐκ Παρθενίου, ἄλλοι δʼ ἐξ Ἀπολλωνίας καὶ ἐκ τῶν πλησίον χωρίων καὶ ἱππεῖς.

当他们高声呼喊并燃起烽火时,伊塔梅涅斯率领自己的部队前来驰援,从科马尼亚也赶来了亚述重装步兵和赫尔卡尼亚骑兵——这些人同样也是波斯王的雇佣兵,约有八十人——另有轻盾兵约八百人,还有来自帕尔特尼翁的人,以及来自阿波罗尼亚与附近据点的人和骑兵。

§7.8.16

ἐνταῦθα δὴ ὥρα ἦν σκοπεῖν πῶς ἔσται ἡ ἄφοδος· καὶ λαβόντες ὅσοι ἦσαν βόες καὶ πρόβατα ἤλαυνον καὶ ἀνδράποδα ἐντὸς πλαισίου ποιησάμενοι, οὐ τοῖς χρήμασιν ἔτι προσέχοντες τὸν νοῦν, ἀλλὰ μὴ φυγὴ εἴη ἡ ἄφοδος, εἰ καταλιπόντες τὰ χρήματα ἀπίοιεν,2 καὶ οἵ τε πολέμιοι θρασύτεροι εἶεν καὶ οἱ στρατιῶται ἀθυμότεροι· νῦν δὲ ἀπῇσαν ὡς περὶ τῶν χρημάτων μαχούμενοι.

此时,确实到了必须考虑该如何撤退的时候了。他们把所有的牛羊和俘虏都带上,赶入方阵内部,这已不是为了贪恋财物,而是唯恐抛下财物撤走会使撤退变成溃败,从而让敌人更加嚣张,让士兵更加气馁;而现在他们撤走时,俨然是在为保卫财物而战。

§7.8.17

ἐπεὶ δὲ ἑώρα Γογγύλος ὀλίγους μὲν τοὺς Ἕλληνας, πολλοὺς δὲ τοὺς ἐπικειμένους, ἐξέρχεται καὶ αὐτὸς βίᾳ τῆς μητρὸς ἔχων τὴν ἑαυτοῦ δύναμιν, βουλόμενος μετασχεῖν τοῦ ἔργου· συνεβοήθει δὲ καὶ Προκλῆς ἐξ Ἁλισάρνης καὶ Τευθρανίας ὁ ἀπὸ Δαμαράτου.

贡古罗斯看到希腊人兵力单薄,而进逼的敌人众多,便不顾母亲的阻拦,亲自率领自己的部队出营,想要参与战事;达马拉托斯的后裔普罗克勒斯也从哈利萨尔涅和特乌特拉尼亚赶来相助。

§7.8.18

οἱ δὲ περὶ Ξενοφῶντα ἐπεὶ πάνυ ἤδη ἐπιέζοντο ὑπὸ τῶν τοξευμάτων καὶ σφενδονῶν, πορευόμενοι κύκλῳ, ὅπως τὰ ὅπλα ἔχοιεν πρὸ τῶν τοξευμάτων, μόλις διαβαίνουσι τὸν Κάρκασον ποταμόν, τετρωμένοι ἐγγὺς οἱ ἡμίσεις.

色诺芬一行人由于遭受箭矢和投石的猛烈压迫,便环形结阵行进,以便让盾牌始终正对着箭矢,他们历经艰险渡过了卡尔卡索斯河,近半数的人都受了伤。

§7.8.19

ἐνταῦθα δὲ Ἀγασίας ὁ Στυμφάλιος λοχαγὸς τιτρώσκεται, τὸν πάντα χρόνον μαχόμενος πρὸς τοὺς πολεμίους. καὶ διασῴζονται ἀνδράποδα ὡς διακόσια ἔχοντες καὶ πρόβατα ὅσον θύματα.

在这里,斯廷法洛斯人连队长阿加西亚斯受了伤,他自始至终都在与敌人奋战。他们保全了自身,带着大约二百名奴隶和仅供献祭之用的羊群安全撤离。

§7.8.20

τῇ δὲ ὑστεραίᾳ θυσάμενος ὁ Ξενοφῶν ἐξάγει νύκτωρ πᾶν τὸ στράτευμα, ὅπως ὅτι μακροτάτην ἔλθοι τῆς Λυδίας, εἰς τὸ μὴ διὰ τὸ ἐγγὺς εἶναι φοβεῖσθαι, ἀλλʼ ἀφυλακτεῖν.3

次日,色诺芬举行献祭后,于夜间率领全军出动,以便尽可能深入吕底亚境内,其目的是使敌人不致因相距过近而惊恐防备,反而放松警惕。

§7.8.21

ὁ δὲ Ἀσιδάτης ἀκούσας ὅτι πάλιν ἐπʼ αὐτὸν τεθυμένος εἴη ὁ Ξενοφῶν καὶ παντὶ τῷ στρατεύματι ἥξοι, ἐξαυλίζεται εἰς κώμας ὑπὸ τὸ Παρθένιον πόλισμα ἐχούσας.

阿西达特斯听说色诺芬再次针对他举行了祭祀并将率全军压境,便拔营转移到帕尔特尼翁小城脚下的村庄中宿营。

§7.8.22

ἐνταῦθα οἱ περὶ Ξενοφῶντα συντυγχάνουσιν αὐτῷ καὶ λαμβάνουσιν αὐτὸν καὶ γυναῖκα καὶ παῖδας καὶ τοὺς ἵππους καὶ πάντα τὰ ὄντα· καὶ οὕτω τὰ πρότερα ἱερὰ ἀπέβη.

在那里,色诺芬一行人撞见了他,俘获了他本人、妻子、儿女、战马以及所有的财产;先前的祭兆就这样应验了。

§7.8.23

ἔπειτα πάλιν ἀφικνοῦνται εἰς Πέργαμον. ἐνταῦθα τὸν θεὸν ἠσπάσατο Ξενοφῶν· συνέπραττον γὰρ καὶ οἱ Λάκωνες καὶ οἱ λοχαγοὶ καὶ οἱ ἄλλοι στρατηγοὶ καὶ οἱ στρατιῶται ὥστʼ ἐξαίρετα λαβεῖν4 καὶ ἵππους καὶ ζεύγη καὶ τἆλλα· ὥστε ἱκανὸν εἶναι καὶ ἄλλον ἤδη εὖ ποιεῖν.

随后他们再次返回佩尔加蒙。在那里色诺芬向神表达了感恩;因为斯巴达人、连队长们、其他将领以及士兵们一致协助,让他获得了选拔的马匹、役畜和各类财物作为特赏,以至于他如今已有充裕的资财去造福他人。

§7.8.24

ἐν τούτῳ Θίβρων παραγενόμενος παρέλαβε τὸ στράτευμα καὶ συμμείξας τῷ ἄλλῳ Ἑλληνικῷ ἐπολέμει πρὸς Τισσαφέρνην καὶ Φαρνάβαζον.

在此期间,蒂布隆赶到并接管了这支军队,将其与其余希腊军队合并,对蒂萨弗涅斯和法尔纳巴佐斯展开了作战。

语法注4 条
  1. 7.8.14ἐπʼ ὀκτὼ πλίνθων γηίνων τὸ εὖρος

    介词 ἐπί 支配属格(ὀκτὼ πλίνθων γηίνων),用于表示尺寸或厚度的延伸(“有八块土坯砖厚”),宾格 τὸ εὖρος 则充当关系宾格(限制性宾格)。

  2. 7.8.16ἀλλὰ μὴ φυγὴ εἴη ἡ ἄφοδος, εἰ καταλιπόντες τὰ χρήματα ἀπίοιεν

    承接前面的 οὐ τοῖς χρήμασιν ἔτι προσέχοντες τὸν νοῦν(不再留意财物),由 μή 加希求法 εἴη(历史时态序列)构成表示担忧或防范的从句,意为“唯恐若是舍弃财物离去,撤退便会演变为溃败”。

  3. 7.8.20εἰς τὸ μὴ διὰ τὸ ἐγγὺς εἶναι φοβεῖσθαι, ἀλλʼ ἀφυλακτεῖν

    介词 εἰς 搭配带冠词不定式(τὸ ... φοβεῖσθαι, ἀλλʼ ἀφυλακτεῖν)表示目的(“为了使他们不致因……而恐惧,反而放松戒备”)。其内部嵌套了由 διὰ τὸ ἐγγὺς εἶναι 构成的表示原因的带冠词不定式短语(“因相距过近”)。

  4. 7.8.23συνέπραττον γὰρ ... ὥστʼ ἐξαίρετα λαβεῖν

    动词 συνέπραττον(协同协助)后接由 ὥστε 加不定式 λαβεῖν 构成的结果从句,表示共同协作所促成的预期结果(“通力合作使得他得以选取特赏”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.8.14-7.8.26