← 色诺芬

长征记

§7.7.44-7.7.57

塞乌特斯偿还军饷与色诺芬推迟返乡

色诺芬再次敦促塞乌特斯偿付薪资,塞乌特斯遂交出一塔兰特及牲畜、奴隶以折抵军饷。斯巴达使者着手变卖战利品分发军队,色诺芬虽公开准备返乡,却在军中友人的恳求下答应暂留,直至将部队移交底布隆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.7.44

κατηγόρουν γάρ μου πρὸς Λακεδαιμονίους ὡς σὲ περὶ πλείονος ποιοίμην ἢ Λακεδαιμονίους, αὐτοὶ δʼ ἐνεκάλουν ἐμοὶ ὡς μᾶλλον μέλει μοι ὅπως τὰ σὰ καλῶς ἔχοι ἢ ὅπως τὰ ἑαυτῶν· ἔφασαν δέ με καὶ δῶρα ἔχειν παρὰ σοῦ.

因为他们向斯巴达人控告我,称我把你看得比斯巴达人更重,而他们自己也责难我,说我更关心你的事态良好而非他们自己的处境;他们甚至声称我从你那里收受了礼物。

§7.7.45

καίτοι τὰ δῶρα ταῦτα πότερον οἴει αὐτοὺς κακόνοιάν τινα ἐνιδόντας μοι πρὸς σὲ αἰτιᾶσθαί με ἔχειν παρὰ σοῦ ἢ προθυμίαν πολλὴν περὶ σὲ κατανοήσαντας;

可是关于这些礼物,你认为他们指责我从你那里收受礼物,是因为看出了我对你怀有某种恶意,还是因为察觉到了我对你的极大热情?

§7.7.46

ἐγὼ μὲν οἶμαι πάντας ἀνθρώπους νομίζειν εὔνοιαν δεῖν ἀποδείκνυσθαι τούτῳ παρʼ οὗ ἂν δῶρά τις λαμβάνῃ. σὺ δὲ πρὶν μὲν ὑπηρετῆσαί τί σοι ἐμὲ ἐδέξω ἡδέως καὶ ὄμμασι καὶ φωνῇ καὶ ξενίοις καὶ ὅσα ἔσοιτο ὑπισχνούμενος οὐκ ἐνεπίμπλασο· ἐπεὶ δὲ κατέπραξας ἃ ἐβούλου καὶ γεγένησαι ὅσον ἐγὼ ἐδυνάμην μέγιστος, νῦν οὕτω με ἄτιμον ὄντα ἐν τοῖς στρατιώταις τολμᾷς περιορᾶν;

就我而言,我想所有人都认为,应当对馈赠自己礼物的人表现出善意。而你呢,在我为你效劳之前,以眼神、言辞和款待由衷地欢迎我,并贪得无厌地许诺将会有何等丰厚的回报;然而,如今当你实现了所期望的一切,并且在我力所能及的范围内变得无比显赫之后,你竟敢坐视我在士兵中处于这般毫无尊严的境地吗?

§7.7.47

ἀλλὰ μὴν ὅτι σοι δόξει ἀποδοῦναι πιστεύω καὶ τὸν χρόνον διδάξειν σε καὶ αὐτόν γέ σε οὐχὶ ἀνέξεσθαι τοὺς σοὶ προεμένους εὐεργεσίαν ὁρῶντά σοι ἐγκαλοῦντας. δέομαι οὖν σου, ὅταν ἀποδιδῷς, προθυμεῖσθαι ἐμὲ παρὰ τοῖς στρατιώταις τοιοῦτον ποιῆσαι οἷόνπερ καὶ παρέλαβες.

尽管如此,我相信无论是时间会让你明白,还是你自己也无法容忍看到那些曾向你慷慨施恩的人责难你,从而使你最终决定偿付。因此我恳求你,当你偿付之时,务必尽心让我在士兵们面前恢复到你当初接纳我时的那种声望。

§7.7.48

ἀκούσας ταῦτα ὁ Σεύθης κατηράσατο τῷ αἰτίῳ τοῦ μὴ πάλαι ἀποδεδόσθαι τὸν μισθόν·1 καὶ πάντες Ἡρακλείδην τοῦτον ὑπώπτευσαν εἶναι· ἐγὼ γάρ, ἔφη, οὔτε διενοήθην πώποτε ἀποστερῆσαι ἀποδώσω τε.

听了这番话,塞乌特斯诅咒了那个导致薪资未能早早付清的祸首;所有人都猜想此人正是赫拉克莱德斯。「因为我,」塞乌特斯说,「从未打算过赖账,我一定会偿付的。」

§7.7.49

ἐντεῦθεν πάλιν εἶπεν ὁ Ξενοφῶν· ἐπεὶ τοίνυν διανοῇ ἀποδιδόναι, νῦν ἐγώ σου δέομαι διʼ ἐμοῦ ἀποδοῦναι, καὶ μὴ περιιδεῖν με διὰ σὲ ἀνομοίως ἔχοντα ἐν τῇ στρατιᾷ νῦν τε καὶ ὅτε πρὸς σὲ ἀφικόμεθα.

于是色诺芬再次说道:「既然你打算偿付,我现在恳求你通过我来进行偿付,切莫坐视我因你的缘故,在军中落得如今与当初我们投奔你时截然不同的待遇。」

§7.7.50

ὁ δʼ εἶπεν· ἀλλʼ οὔτʼ ἐν τοῖς στρατιώταις ἔσει διʼ ἐμὲ ἀτιμότερος ἄν τε μένῃς παρʼ ἐμοὶ χιλίους μόνους ὁπλίτας ἔχων, ἐγώ σοι τά τε χωρία ἀποδώσω καὶ τἆλλα ἃ ὑπεσχόμην.

塞乌特斯说:「不,你在士兵中决不会因我而变得更不受敬重;只要你率领仅仅一千名重装步兵留在我身边,我就会把那些要塞以及我所许诺的其他一切都交给你。」

§7.7.51

ὁ δὲ πάλιν εἶπε· ταῦτα μὲν ἔχειν οὕτως οὐχ οἷόν τε· ἀπόπεμπε δὲ ἡμᾶς. καὶ μήν, ἔφη ὁ Σεύθης, καὶ ἀσφαλέστερόν γέ σοι οἶδα ὂν παρʼ ἐμοὶ μένειν ἢ ἀπιέναι.

色诺芬又说:「这些事情是不可能这样办到的;请放我们离去吧。」塞乌特斯说:「然而,我知道留在我身边比起离去,对你而言还要安全得多。」

§7.7.52

ὁ δὲ πάλιν εἶπεν· ἀλλὰ τὴν μὲν σὴν πρόνοιαν ἐπαινῶ· ἐμοὶ δὲ μένειν οὐχ οἷόν τε· ὅπου δʼ ἂν ἐγὼ ἐντιμότερος ὦ, νόμιζε καὶ σοὶ τοῦτο ἀγαθὸν ἔσεσθαι.

色诺芬又说:「我对你的这番关照表示赞许;但我留下来是不可能的。而无论我在何处享有更高的尊荣,请相信这对你也将是一件好事。」

§7.7.53

ἐντεῦθεν λέγει Σεύθης· ἀργύριον μὲν οὐκ ἔχω ἀλλʼ ἢ2 μικρόν τι, καὶ τοῦτό σοι δίδωμι, τάλαντον· βοῦς δὲ ἑξακοσίους καὶ πρόβατα εἰς τετρακισχίλια καὶ ἀνδράποδα εἰς εἴκοσι καὶ ἑκατόν. ταῦτα λαβὼν καὶ τοὺς τῶν ἀδικησάντων σε ὁμήρους προσλαβὼν ἄπιθι.

于是塞乌特斯说:「银钱除了少许之外我并没有,而这笔钱我给你,共一塔兰特;此外还有六百头牛、大约四千只羊和大约一百二十名奴隶。带上这些,再加上那些侵害过你的人的人质,离去吧。」

§7.7.54

γελάσας ὁ Ξενοφῶν εἶπεν· ἢν οὖν μὴ ἐξικνῆται ταῦτʼ εἰς τὸν μισθόν, τίνος τάλαντον φήσω ἔχειν; ἆρʼ οὐκ, ἐπειδὴ καὶ ἐπικίνδυνόν μοί ἐστιν, ἀπιόντα γε ἄμεινον φυλάττεσθαι πέτρους; ἤκουες δὲ τὰς ἀπειλάς. τότε μὲν δὴ αὐτοῦ ἔμεινε.

色诺芬笑着说:「那么,若是这些抵不上应付的薪资,我该说自己手里拿的是谁的一塔兰特呢?既然这对我来说甚至是有危险的,难道我在离去时防范飞石不是更妥当吗?那些威胁的话你也是听到了的。」于是当时他就留在了那里。

§7.7.55

τῇ δʼ ὑστεραίᾳ ἀπέδωκέ τε αὐτοῖς ἃ ὑπέσχετο καὶ τοὺς ἐλῶντας συνέπεμψεν. οἱ δὲ στρατιῶται τέως μὲν ἔλεγον ὡς ὁ Ξενοφῶν οἴχοιτο ὡς Σεύθην οἰκήσων καὶ ἃ ὑπέσχετο αὐτῷ ληψόμενος· ἐπεὶ δὲ εἶδον, ἥσθησαν καὶ προσέθεον.

次日,塞乌特斯将许诺之物交给了他们,并派人一同驱赶牲畜。士兵们此前一直说色诺芬离去是为了定居在塞乌特斯处并领取许诺给他的酬劳;但当他们亲眼见到时,无不欣喜若狂,纷纷跑上前来。

§7.7.56

Ξενοφῶν δʼ ἐπεὶ εἶδε Χαρμῖνόν τε καὶ Πολύνικον· ταῦτα, ἔφη, σέσωσται διʼ ὑμᾶς τῇ στρατιᾷ καὶ παραδίδωμι αὐτὰ ἐγὼ ὑμῖν· ὑμεῖς δὲ διαθέμενοι διάδοτε τῇ στρατιᾷ. οἱ μὲν οὖν παραλαβόντες καὶ λαφυροπώλας καταστήσαντες ἐπώλουν, καὶ πολλὴν εἶχον αἰτίαν.

色诺芬一见到卡尔米诺斯和波吕尼科斯,便说:「这些东西是托你们的福为军队保全下来的,我把它们移交给你们;请你们予以变卖并分发给全军。」于是他们接管过来,指定了战利品拍卖官进行售卖,却招致了极大的指责。

§7.7.57

Ξενοφῶν δὲ οὐ προσῄει, ἀλλὰ φανερὸς ἦν οἴκαδε παρασκευαζόμενος·3 οὐ γάρ πω ψῆφος αὐτῷ ἐπῆκτο Ἀθήνησι περὶ φυγῆς. προσελθόντες δὲ αὐτῷ οἱ ἐπιτήδειοι ἐν τῷ στρατοπέδῳ ἐδέοντο μὴ ἀπελθεῖν πρὶν ἀπαγάγοι τὸ στράτευμα καὶ Θίβρωνι παραδοίη.

色诺芬并未走近,而是公开展现出准备返乡的态势;因为在雅典尚未对他提起关于放逐的表决。但军营中与他亲善的人前来找他,恳求他在率军离开并移交给底布隆之前切莫离去。

语法注3 条
  1. 7.7.48τοῦ μὴ πάλαι ἀποδεδόσθαι τὸν μισθόν

    带冠词的属格不定式短语(τοῦ ... ἀποδεδόσθαι)作附属于名词 αἰτίῳ 的宾格性属格,表示责任或过咎的对象:“薪资未能早早发放这一后果的祸首”。否定词 μή 是不定式所遵循的规则否定形式。

  2. 7.7.53ἀλλʼ ἢ

    紧接在否定词(οὐκ ἔχω)之后的 ἀλλʼ ἤ 是表示“除……之外”的惯用表达。它由连词 ἀλλά(“而是”)与 ἤ(“比 / 之外”)融合而成,在此处意为“除了一点点之外(我没有银钱)”。

  3. 7.7.57φανερὸς ἦν οἴκαδε παρασκευαζόμενος

    这是形容词 φανερός(“明显的”)后接与主语(色诺芬)一致的分词(παρασκευαζόμενος)的人称结构,用于替代带“宾格+不定式”的无人称结构(φανερὸν ἦν αὐτὸν παρασκευάζεσθαι)。字面意为“他准备返乡是显而易见的”,即“显而易见他正公开准备返乡”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.7.44-7.7.57