- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.7.30-7.7.43
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
色诺芬向塞乌特斯力陈,足额发放军饷是慑服色雷斯臣民、保全领地并避免另雇军队招致更大开支的明智之举,同时为自己的清廉与忠诚进行了辩白。
ποτέρως οὖν οἴει μᾶλλον ἂν φοβεῖσθαί τε αὐτοὺς καὶ σωφρονεῖν τὰ πρὸς σέ, εἰ ὁρῷέν σοι τοὺς στρατιώτας οὕτω διακειμένους ὡς νῦν τε μένοντας ἄν, εἰ σὺ κελεύοις, αὖθίς τʼ ἂν ταχὺ ἐλθόντας, εἰ δέοι, ἄλλους τε τούτων περὶ σοῦ ἀκούοντας πολλὰ ἀγαθὰ ταχὺ ἄν σοι ὁπότε βούλοιο παραγενέσθαι,1 ἢ εἰ καταδοξάσειαν μήτʼ ἂν ἄλλους σοι ἐλθεῖν διʼ ἀπιστίαν ἐκ τῶν νῦν γεγενημένων τούτους τε αὐτοῖς εὐνουστέρους εἶναι ἢ σοί;
那么,你认为在以下哪种情况下,他们会更敬畏你,并在对待你时更为顺从:是当他们看到士兵们对你怀有这样的心意,即只要你下令,他们如今便会留驻,若有需要,又会迅速再次赶来,而其他人在听到他们对你的诸多赞誉后,也会在你所期望的任何时候迅速前来投奔;还是当他们认定,由于眼下之事引起的失信,既不会有其他人前来投奔你,而且这些士兵对待他们也比对待你更加亲善?
ἀλλὰ μὴν οὐδὲ πλήθει γε ἡμῶν λειφθέντες ὑπεῖξάν σοι, ἀλλὰ προστατῶν ἀπορίᾳ. οὐκοῦν νῦν καὶ τοῦτο κίνδυνος μὴ λάβωσι προστάτας αὑτῶν τινας τούτων οἳ νομίζουσιν ὑπὸ σοῦ ἀδικεῖσθαι, ἢ καὶ τούτων κρείττονας τοὺς Λακεδαιμονίους, ἐὰν μὲν οἱ στρατιῶται ὑπισχνῶνται προθυμότερον αὐτοῖς συστρατεύσεσθαι, ἂν τὰ παρὰ σοῦ νῦν ἀναπράξωσιν, οἱ δὲ Λακεδαιμόνιοι διὰ τὸ δεῖσθαι τῆς στρατιᾶς συναινέσωσιν αὐτοῖς ταῦτα.
再者,他们对你顺从,绝非由于在人数上不及我们,而是由于缺乏领袖。那么现在,岂非同样存在这样的危险:他们会拥戴这些自认为受到你侵害的人中的某些人为领袖,或者拥戴比这些人更强大的斯巴达人,只要士兵们许诺,若是他们能从你那里追回如今应得之物,就更热切地与他们一同出征,而斯巴达人也因需要这支军队而同意他们的这一要求?
ὅτι γε μὴν οἱ νῦν ὑπὸ σοὶ Θρᾷκες γενόμενοι πολὺ ἂν προθυμότερον ἴοιεν ἐπί σε ἢ σύν σοι οὐκ ἄδηλον· σοῦ μὲν γὰρ κρατοῦντος δουλεία ὑπάρχει αὐτοῖς, κρατουμένου δέ σου ἐλευθερία.
此外,如今沦为你臣属的色雷斯人,攻击你定会远比协助你更为热切,这是显而易见的;因为在你统治时,摆在他们面前的是奴役,而一旦你被征服,摆在他们面前的则是自由。
εἰ δὲ καὶ τῆς χώρας προνοεῖσθαι ἤδη τι δεῖ ὡς σῆς οὔσης, ποτέρως ἂν οἴει ἀπαθῆ κακῶν μᾶλλον αὐτὴν εἶναι, εἰ οὗτοι οἱ στρατιῶται ἀπολαβόντες ἃ ἐγκαλοῦσιν εἰρήνην καταλιπόντες οἴχοιντο, ἢ εἰ οὗτοί τε μένοιεν ὡς ἐν πολεμίᾳ σύ τε ἄλλους πειρῷο πλέονας τούτων ἔχων ἀντιστρατοπεδεύεσθαι δεομένους τῶν ἐπιτηδείων;
再者,如果现在有必要把这片土地作为你自己的领地来予以关照,你认为在何种情况下它能更好地免遭祸害:是这些士兵领得他们所申索之物,留下和平而离去;还是他们如同身处敌境般留驻下来,而你则试图统领另一支比他们更庞大、同样需要给养的军队与他们扎营对峙?
ἀργύριον δὲ ποτέρως ἂν πλέον ἀναλωθείη, εἰ τούτοις τὸ ὀφειλόμενον ἀποδοθείη, ἢ εἰ ταῦτά τε ὀφείλοιντο ἄλλους τε κρείττονας δέοι σε μισθοῦσθαι;
又是在何种情况下消耗的金钱会更多:是将拖欠这些人的款项如数付清,还是将这笔款项悬置不还,而你必须雇佣另一批更强大的军队?
ἀλλὰ γὰρ Ἡρακλείδῃ, ὡς πρὸς ἐμὲ ἐδήλου, πάμπολυ δοκεῖ τοῦτο τὸ ἀργύριον εἶναι. ἦ μὴν πολύ γέ ἐστιν ἔλαττον νῦν σοι καὶ λαβεῖν τοῦτο καὶ ἀποδοῦναι ἢ πρὶν ἡμᾶς ἐλθεῖν πρὸς σὲ δέκατον τούτου μέρος.
然而正如赫拉克莱德斯向我表示的那样,在他看来这笔金钱是极其庞大的。可是,如今由你获得并支付这笔钱,确实远比在我们投奔你之前筹集这笔钱的十分之一还要微不足道。
οὐ γὰρ ἀριθμός ἐστιν ὁ ὁρίζων τὸ πολὺ καὶ τὸ ὀλίγον, ἀλλʼ ἡ δύναμις τοῦ τε ἀποδιδόντος καὶ λαμβάνοντος. σοὶ δὲ νῦν ἡ κατʼ ἐνιαυτὸν πρόσοδος πλείων ἔσται ἢ ἔμπροσθεν τὰ παρόντα πάντα ἃ ἐκέκτησο.
因为决定多与少的并非数量本身,而是支付者与收取者的财力。而如今你一年的岁入,就将超过你以往所拥有的全部财产。
ἐγὼ μέν, ὦ Σεύθη, ταῦτα ὡς φίλου ὄντος σου προυνοούμην, ὅπως σύ τε ἄξιος δοκοίης εἶναι ὧν οἱ θεοί σοι ἔδωκαν ἀγαθῶν ἐγώ τε μὴ διαφθαρείην ἐν τῇ στρατιᾷ.
塞乌特斯,我此前正是把你当作朋友而为你考虑这些事情,为了让你显得配得上诸神所赐予你的福祉,也为了让我自己不至于在军中身败名裂。
εὖ γὰρ ἴσθι ὅτι νῦν ἐγὼ οὔτʼ ἂν ἐχθρὸν βουλόμενος κακῶς ποιῆσαι δυνηθείην σὺν ταύτῃ τῇ στρατιᾷ οὔτʼ ἂν εἴ σοι πάλιν βουλοίμην βοηθῆσαι, ἱκανὸς ἂν γενοίμην. οὕτω γὰρ πρός με ἡ στρατιὰ διάκειται.
因为你当深知,如今若依靠这支军队,我纵使想要加害敌人也无能为力,纵使想要再次协助你,也不再有这个能力;因为这支军队对我怀有的正是这样的态度。
καίτοι αὐτόν σε μάρτυρα σὺν θεοῖς εἰδόσι ποιοῦμαι ὅτι οὔτε ἔχω παρὰ σοῦ ἐπὶ τοῖς στρατιώταις2 οὐδὲν οὔτε ᾔτησα πώποτε εἰς τὸ ἴδιον τὰ ἐκείνων οὔτε ἃ ὑπέσχου μοι ἀπῄτησα· ὄμνυμι δέ σοι μηδὲ ἀποδιδόντος δέξασθαι ἄν, εἰ μὴ καὶ οἱ στρατιῶται ἔμελλον τὰ ἑαυτῶν συναπολαμβάνειν. αἰσχρὸν γὰρ ἦν τὰ μὲν ἐμὰ διαπεπρᾶχθαι, τὰ δʼ ἐκείνων περιιδεῖν κακῶς ἔχοντα ἄλλως τε καὶ τιμώμενον ὑπʼ ἐκείνων.
然而,我指着深知内情的诸神,请你本人作证:我绝没有以牺牲士兵为代价从你那里获取任何东西,也从未为了私利要求过属于他们的财物,甚至连你许诺给我的东西也未曾催讨;我向你起誓,即使你主动支付,我也绝不会接受,除非士兵们也能同时领回属于他们自己的那一份。因为将我自己的事情办妥,却坐视他们的事情陷于困顿,这是可耻的,尤其是当我曾受到他们的敬重时。
καίτοι Ἡρακλείδῃ γε λῆρος πάντα δοκεῖ εἶναι πρὸς τὸ ἀργύριον ἔχειν ἐκ παντὸς τρόπου·3 ἐγὼ δέ, ὦ Σεύθη, οὐδὲν νομίζω ἀνδρὶ ἄλλως τε καὶ ἄρχοντι κάλλιον εἶναι κτῆμα οὐδὲ λαμπρότερον ἀρετῆς καὶ δικαιοσύνης καὶ γενναιότητος.
然而对赫拉克莱德斯来说,与千方百计攫取金钱相比,一切都成了无稽之谈;但我,塞乌特斯,深信对于一个人、特别是一位统治者而言,绝没有比美德、正义和高贵品格更美好、更辉煌的财富了。
ὁ γὰρ ταῦτα ἔχων πλουτεῖ μὲν ὄντων φίλων πολλῶν, πλουτεῖ δὲ ἄλλων βουλομένων γενέσθαι, καὶ εὖ μὲν πράττων ἔχει τοὺς συνησθησομένους, ἐὰν δέ τι σφαλῇ, οὐ σπανίζει τῶν βοηθησόντων.
因为拥有这些的人,不仅因朋友众多而富有,也因其他人渴望成为其朋友而富有;在顺遂时他有人同享欢乐,若是遭遇挫折,他也绝不缺少前来援助之人。
ἀλλὰ γὰρ εἰ μήτε ἐκ τῶν ἔργων κατέμαθες ὅτι σοι ἐκ τῆς ψυχῆς φίλος ἦν, μήτε ἐκ τῶν ἐμῶν λόγων δύνασαι τοῦτο γνῶναι, ἀλλὰ τοὺς τῶν στρατιωτῶν λόγους πάντας κατανόησον· παρῆσθα γὰρ καὶ ἤκουες ἃ ἔλεγον οἱ ψέγειν ἐμὲ βουλόμενοι.
不过,即便你既未能从我的行动中领悟到我是发自肺腑地成为你的朋友,也无法从我的言辞中察知这一点,那么也请你考量士兵们的所有言论;因为当那些想要斥责我的人说话时,你就在当场,并且亲耳听到了。
- 7.7.30ὡς νῦν τε μένοντας ἄν, εἰ σὺ κελεύοις, αὖθίς τʼ ἂν ταχὺ ἐλθόντας, εἰ δέοι, ἄλλους τε τούτων περὶ σοῦ ἀκούοντας πολλὰ ἀγαθὰ ταχὺ ἄν σοι ὁπότε βούλοιο παραγενέσθαι
分词 μένοντας ἄν 与 ἐλθόντας ἄν 在 ὡς 和分词 διακειμένους 之后,替代了直接引语中带有 ἄν 的愿望语气(μένοιεν ἄν, ἔλθοιεν ἄν),表示与条件从句(εἰ σὺ κελεύοις, εἰ δέοι)相呼应的潜在/虚拟主句。随后结构转换为带有不定式的宾格结构 ἄλλους... παραγενέσθαι ἄν,在逻辑上与前面的分词并列,均作为带有 ἄν 的潜在归结分句。
- 7.7.39ἐπὶ τοῖς στρατιώταις
介词 ἐπί 支配与格 τοῖς στρατιώταις,表示处境的不利或以此为代价,即“以牺牲士兵为代价”或“以损害士兵为条件”,而非单纯的地点或涉及对象(“关于士兵”)。色诺芬意在表明自己绝未出卖士兵的利益以谋取私利。
- 7.7.41πρὸς τὸ ἀργύριον ἔχειν ἐκ παντὸς τρόπου
介词 πρός 支配带冠词的不定式宾格(τὸ ἀργύριον ἔχειν),在此表示比较(“与……相比”)。意为对赫拉克莱德斯而言,与通过一切手段聚敛金钱相比,其他一切德行与名誉在他眼里都不过是无聊的废话(λῆρος)。
