- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.7.16-7.7.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梅多萨德斯态度放软,请求斯巴达人和色诺芬直接与塞乌特斯交涉。色诺芬作为代表前往,对塞乌特斯陈词,阐明信誉对于统治者的至高价值,并警告扣发军饷将危及塞乌特斯刚刚确立的王权统治。
ὁ δὲ Μηδοσάδης μάλα δὴ ὑφειμένως· ἀλλʼ ἐγὼ μὲν λέγω, ἔφη, καὶ Σεύθης τὰ αὐτά, ὅτι ἀξιοῦμεν τοὺς φίλους ἡμῖν γεγενημένους μὴ κακῶς πάσχειν ὑφʼ ὑμῶν. ὅ τι γὰρ ἂν τούτους κακῶς ποιῆτε ἡμᾶς ἤδη ποιεῖτε· ἡμέτεροι γάρ εἰσιν.
梅多萨德斯却极为低声下气地说道:“但我自己和塞乌特斯所说的都是同一回事:我们要求,那些已经成为我们朋友的人不应受到你们的侵害。因为你们无论对他们施加何种侵害,就是已经施加在我们身上了;因为他们属于我们。”
ἡμεῖς τοίνυν, ἔφασαν οἱ Λάκωνες, ἀπίοιμεν ἂν ὁπότε τὸν μισθὸν ἔχοιεν οἱ ταῦτα ὑμῖν καταπράξαντες· εἰ δὲ μή, ἐρχόμεθα μὲν καὶ νῦν βοηθήσοντες τούτοις καὶ τιμωρησόμενοι ἄνδρας οἳ τούτους παρὰ τοὺς ὅρκους ἠδίκησαν. ἢν δὲ δὴ καὶ ὑμεῖς τοιοῦτοι ἦτε, ἐνθένδε ἀρξόμεθα τὰ δίκαια λαμβάνειν.
斯巴达人随后说道:“那么,一旦那些替你们建此功勋的人拿到了军饷,我们就会离去;否则,我们此刻就要来援助他们,并惩罚那些违背誓言侵害他们的人。要是你们自己也是这样的人,我们就要从这里开始讨回公道。”
ὁ δὲ Ξενοφῶν εἶπεν· ἐθέλοιτε ἂν τούτοις, ὦ Μηδόσαδες, ἐπιτρέψαι, ἐπειδὴ φίλους ἔφατε εἶναι ὑμῖν, ἐν ὧν τῇ χώρᾳ ἐσμέν, ὁπότερʼ ἂν ψηφίσωνται, εἴθʼ ὑμᾶς προσῆκεν ἐκ τῆς χώρας ἀπιέναι εἴθʼ ἡμᾶς;
色诺芬于是说道:“梅多萨德斯,既然你们说这些人是你们的朋友,而且我们正处在他们的土地上,你们是否愿意把事情交由他们裁决,看他们投票决定究竟是你们应当离开这片土地,还是我们应当离开?”
ὁ δὲ ταῦτα μὲν οὐκ ἔφη· ἐκέλευε δὲ μάλιστα μὲν αὐτὼ τὼ Λάκωνε ἐλθεῖν παρὰ Σεύθην περὶ τοῦ μισθοῦ, καὶ οἴεσθαι ἂν Σεύθην πεῖσαι· εἰ δὲ μή, Ξενοφῶντα σὺν αὐτῷ πέμπειν, καὶ συμπράξειν ὑπισχνεῖτο. ἐδεῖτο δὲ τὰς κώμας μὴ καίειν.
但他拒绝了这一提议;反而力劝那两名斯巴达人自己前往塞乌特斯处商谈军饷之事,并表示相信他们能说服塞乌特斯;若是不行,就打发色诺芬与他同行,他保证予以协助。他还恳求不要焚烧村庄。
ἐντεῦθεν πέμπουσι Ξενοφῶντα καὶ σὺν αὐτῷ οἳ ἐδόκουν ἐπιτηδειότατοι εἶναι. ὁ δὲ ἐλθὼν λέγει πρὸς Σεύθην· οὐδὲν ἀπαιτήσων, ὦ Σεύθη, πάρειμι, ἀλλὰ διδάξων, ἢν δύνωμαι, ὡς οὐ δικαίως μοι ἠχθέσθης ὅτι ὑπὲρ τῶν στρατιωτῶν ἀπῄτουν σε προθύμως ἃ ὑπέσχου αὐτοῖς· σοὶ γὰρ ἔγωγε οὐχ ἧττον ἐνόμιζον σύμφορον εἶναι ἀποδοῦναι ἢ ἐκείνοις ἀπολαβεῖν.
于是他们派出了色诺芬以及随同他最为合适的人。色诺芬到达后对塞乌特斯说道:“塞乌特斯,我到这里来并非要索取任何东西,而是要向你阐明(若我能做到的话), 我当初替士兵们竭力向你索要你曾许诺他们的东西,你因此而对我怀恨在心是不公道的;因为我个人认为,将其付清对你的益处,绝不下于他们将其领受。
πρῶτον μὲν γὰρ οἶδα μετὰ τοὺς θεοὺς εἰς τὸ φανερόν σε τούτους καταστήσαντας,1 ἐπεί γε βασιλέα σε ἐποίησαν πολλῆς χώρας καὶ πολλῶν ἀνθρώπων· ὥστε οὐχ οἷόν τέ σοι λανθάνειν οὔτε ἤν τι καλὸν οὔτε ἤν τι αἰσχρὸν ποιήσῃς.
因为首先我知道,在诸神之后,正是这些人将你推上了显赫的地位,因为他们使你成为了幅员辽阔的土地和众多民众的君王;因此,无论你做了光彩之事还是可耻之事,你都绝不可能掩人耳目。
τοιούτῳ δὲ ὄντι ἀνδρὶ μέγα μέν μοι ἐδόκει εἶναι μὴ δοκεῖν ἀχαρίστως ἀποπέμψασθαι ἄνδρας εὐεργέτας, μέγα δὲ εὖ ἀκούειν ὑπὸ ἑξακισχιλίων ἀνθρώπων, τὸ δὲ μέγιστον μηδαμῶς ἄπιστον σαυτὸν καταστῆσαι ὅ τι λέγοις.
对于身居如此地位之人,在我看来,不显得忘恩负义地打发走恩人是一件大事,受到六千人的赞颂是一件大事,但最重大的事情则是无论你说什么,都绝不使自己成为不可信赖之人。
ὁρῶ γὰρ τῶν μὲν ἀπίστων ματαίους καὶ ἀδυνάτους καὶ ἀτίμους τοὺς λόγους πλανωμένους· οἳ δʼ ἂν φανεροὶ ὦσιν ἀλήθειαν ἀσκοῦντες, τούτων οἱ λόγοι, ἤν τι δέωνται, οὐδὲν μεῖον δύνανται ἁνύσασθαι ἢ ἄλλων ἡ βία· ἤν τέ τινας σωφρονίζειν βούλωνται, γιγνώσκω τὰς τούτων ἀπειλὰς οὐχ ἧττον σωφρονιζούσας ἢ ἄλλων τὸ ἤδη κολάζειν· ἤν τέ τῴ τι ὑπισχνῶνται οἱ τοιοῦτοι ἄνδρες, οὐδὲν μεῖον διαπράττονται ἢ ἄλλοι παραχρῆμα διδόντες·
因为我看到,不可信赖者的言辞漂泊无依、徒劳无功且不受尊重;而那些公然奉行真诚之人的言辞,倘若有所需求,其所能办成的事情绝不下于他人的强力;若是他们想要训诫某些人,我知道他们的威吓在使人收敛方面的作用,绝不下于他人立时的惩罚;若是这样的人向某人许下诺言,他们所能达到的效果绝不下于他人当场赐予。
ἀναμνήσθητι δὲ καὶ σὺ τί προτελέσας ἡμῖν συμμάχους ἡμᾶς ἔλαβες. οἶσθʼ ὅτι οὐδέν· ἀλλὰ πιστευθεὶς ἀληθεύσειν ἃ ἔλεγες ἐπῆρας τοσούτους ἀνθρώπους συστρατεύεσθαί τε καὶ κατεργάσασθαί σοι ἀρχὴν οὐ τριάκοντα μόνον ἀξίαν ταλάντων, ὅσα οἴονται δεῖν οὗτοι νῦν ἀπολαβεῖν, ἀλλὰ πολλαπλασίων.
你也要回想一下,你预先付给了我们什么,才换得我们成为你的盟友。你知道什么都没给;只是因为人们相信你所说的是真话,你才促成了这么多人与你一同出征,并为你赢得了不仅值三十塔兰同(即这些人如今认为应当领受之数)、而是值成倍于此的统治权。
οὐκοῦν τοῦτο μὲν πρῶτον τὸ πιστεύεσθαι, τὸ καὶ τὴν βασιλείαν σοι κατεργασάμενον, τούτων τῶν χρημάτων πιπράσκεται.2
因此,首先正是这曾为你赢得王位的‘信誉’,正在为了这一笔金钱而被出卖。
ἴθι δὴ ἀναμνήσθητι πῶς μέγα ἡγοῦ τότε καταπρᾶξαι ἃ νῦν καταστρεψάμενος ἔχεις. ἐγὼ μὲν εὖ οἶδʼ ὅτι ηὔξω ἂν τὰ νῦν πεπραγμένα μᾶλλόν σοι καταπραχθῆναι ἢ πολλαπλάσια τούτων τῶν χρημάτων γενέσθαι.
来吧,回忆一下,你当初认为实现你如今征服并拥有的这一切是一件多么重大的事情。我很清楚,你当时宁愿祈求为你达成如今已完成的功业,也不愿得到成倍于这笔金钱的财富。
ἐμοὶ τοίνυν μεῖζον βλάβος καὶ αἴσχιον δοκεῖ εἶναι τὸ ταῦτα νῦν μὴ κατασχεῖν ἢ τότε μὴ λαβεῖν, ὅσῳπερ χαλεπώτερον ἐκ πλουσίου πένητα γενέσθαι ἢ ἀρχὴν μὴ πλουτῆσαι,3 καὶ ὅσῳ λυπηρότερον ἐκ βασιλέως ἰδιώτην φανῆναι ἢ ἀρχὴν μὴ βασιλεῦσαι.
因此在我看来,如今未能守住这些成果,比当时未能取得它们是更大的损害,也是更可耻的事;这正如由富变穷比一开始就不富裕要艰难得多,由一国之君跌为布衣平民比一开始就未曾称王要痛苦得多一样。
οὐκοῦν ἐπίστασαι μὲν ὅτι οἱ νῦν σοι ὑπήκοοι γενόμενοι οὐ φιλίᾳ τῇ σῇ ἐπείσθησαν ὑπὸ σοῦ ἄρχεσθαι ἀλλʼ ἀνάγκῃ, καὶ ὅτι ἐπιχειροῖεν ἂν πάλιν ἐλεύθεροι γίγνεσθαι, εἰ μή τις αὐτοὺς φόβος κατέχοι.
因此,你也深知,如今成为你臣属的人,绝非出于对你的情谊,而是迫于无奈才接受你的统治的;倘若没有某种恐惧威慑着他们,他们定会试图重获自由。
- 7.7.22εἰς τὸ φανερόν σε τούτους καταστήσαντας
依附于动词 οἶδα 的分词结构。此处使用了宾格分词 καταστήσαντας(而非主格),其逻辑主语为 τούτους(指士兵们),直接宾语为 σε(塞乌特斯)。介词短语 εἰς τὸ φανερόν 意为“推向显耀之处”或“显赫的公众地位”。
- 7.7.26τούτων τῶν χρημάτων πιπράσκεται
属格 τούτων τῶν χρημάτων 在表示买卖的被动语态动词 πιπράσκεται 支配下充当价格属格(genitive of price)。它表明作为主语的冠词化不定式短语 τὸ πιστεύεσθαι(受人信任)正与这笔金钱做交易而被出卖。
- 7.7.28ἀρχὴν μὴ πλουτῆσαι
宾格 ἀρχήν 与否定词 μή 连用,充当副词性宾格(adverbial accusative),意为“根本不……”或“一开始就未曾……”。其后紧邻的 ἀρχὴν μὴ βασιλεῦσαι 亦采用同一惯用句式。
