← 色诺芬

长征记

§7.7.1-7.7.15

梅多萨德斯要求撤军与色诺芬的反驳

梅多萨德斯因村庄遭掠而要求希腊军立即撤离,色诺芬驳斥其忘恩负义,促使随行的奥德吕萨人羞愧离去,并建议斯巴达统帅以此为机追缴拖欠的军饷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.7.1

ἐντεῦθεν Σεύθης μὲν ἀπεστρατοπεδεύσατο προσωτέρω· οἱ δὲ Ἕλληνες ἐσκήνησαν εἰς κώμας ὅθεν ἔμελλον πλεῖστα ἐπισιτισάμενοι ἐπὶ θάλατταν ἥξειν. αἱ δὲ κῶμαι αὗται ἦσαν δεδομέναι ὑπὸ Σεύθου Μηδοσάδῃ.

从那里,塞乌特斯把营地移到了更远的地方;而希腊人则在各村庄驻扎下来,打算从这些地方筹集尽可能多的粮饷后前往海边。这些村庄是塞乌特斯赏赐给梅多萨德斯的。

§7.7.2

ὁρῶν οὖν ὁ Μηδοσάδης δαπανώμενα τὰ ἑαυτοῦ ἐν ταῖς κώμαις ὑπὸ τῶν Ἑλλήνων χαλεπῶς ἔφερε· καὶ λαβὼν ἄνδρα Ὀδρύσην δυνατώτατον τῶν ἄνωθεν καταβεβηκότων καὶ ἱππέας ὅσον τριάκοντα ἔρχεται καὶ προκαλεῖται Ξενοφῶντα ἐκ τοῦ Ἑλληνικοῦ στρατεύματος. καὶ ὃς λαβών τινας τῶν λοχαγῶν καὶ ἄλλους τῶν ἐπιτηδείων προσέρχεται.

梅多萨德斯见自己在各村庄里的财产被希腊人消耗,十分恼怒;他带上了从上方内陆下来的人中最有势力的一个奥德吕萨人,以及大约三十名骑兵前来,从希腊军队中唤出色诺芬。色诺芬便带了几个连队长和其他亲近的人走上前去。

§7.7.3

ἔνθα δὴ λέγει Μηδοσάδης· ἀδικεῖτε, ὦ Ξενοφῶν, τὰς ἡμετέρας κώμας πορθοῦντες. προλέγομεν οὖν ὑμῖν, ἐγώ τε ὑπὲρ Σεύθου καὶ ὅδε ἁνὴρ παρὰ Μηδόκου ἥκων τοῦ ἄνω βασιλέως, ἀπιέναι ἐκ τῆς χώρας· εἰ δὲ μή, οὐκ ἐπιτρέψομεν ὑμῖν, ἀλλʼ ἐὰν ποιῆτε κακῶς τὴν ἡμετέραν χώραν, ὡς πολεμίους ἀλεξόμεθα.

这时梅多萨德斯说道:“色诺芬,你们劫掠我们的村庄是不义的。因此我们向你们提出警告——我代表塞乌特斯,而这位先生则是从上方君王梅多科斯那里前来的——从这片土地上撤离;否则,我们绝不会容许你们,若是你们侵害我们的土地,我们就将作为敌人抵抗你们。”

§7.7.4

ὁ δὲ Ξενοφῶν ἀκούσας ταῦτα εἶπεν· ἀλλὰ σοὶ μὲν τοιαῦτα λέγοντι καὶ ἀποκρίνασθαι χαλεπόν· τούτου δʼ ἕνεκα τοῦ νεανίσκου λέξω, ἵνʼ εἰδῇ οἷοί τε ὑμεῖς ἐστε καὶ οἷοι ἡμεῖς.

色诺芬听闻此言说道:“对你这般说话之人,甚至连答复都是困难的;但我为了这位年轻人还是要讲几句,好让他明白你们是何等样人,而我们又是何等样人。

§7.7.5

ἡμεῖς μὲν γάρ, ἔφη, πρὶν ὑμῖν φίλοι γενέσθαι ἐπορευόμεθα διὰ ταύτης τῆς χώρας ὅποι ἐβουλόμεθα, ἣν μὲν ἐθέλοιμεν πορθοῦντες, ἣν δὲ θέλοιμεν καίοντες, καὶ σὺ ὁπότε πρὸς ἡμᾶς ἔλθοις πρεσβεύων, ηὐλίζου τότε παρʼ ἡμῖν οὐδένα φοβούμενος τῶν πολεμίων· ὑμεῖς δὲ οὐκ ᾖτε εἰς τήνδε τὴν χώραν, ἢ εἴ ποτε ἔλθοιτε, ὡς ἐν κρειττόνων χώρᾳ ηὐλίζεσθε ἐγκεχαλινωμένοις τοῖς ἵπποις.

因为在我们同你们成为盟友之前,”他说道,“我们在这片土地上行军,随心所欲前往任何地方,劫掠我们想要劫掠的地方,烧毁我们想要烧毁的地方;每当你作为使者来到我们这里时,便在我们那里歇宿,丝毫不必惧怕敌人;而你们却根本不能进入这片土地,即便偶尔前来,也必须将马匹套着嚼子露宿,犹如置身于比自己强大之人的领地上一般。

§7.7.7

ἐπεὶ δὲ ἡμῖν φίλοι ἐγένεσθε καὶ διʼ ἡμᾶς σὺν θεοῖς ἔχετε τήνδε τὴν χώραν, νῦν δὴ ἐξελαύνετε ἡμᾶς ἐκ τῆσδε τῆς χώρας ἣν παρʼ ἡμῶν, ἐχόντων κατὰ κράτος, παρελάβετε· ὡς γὰρ αὐτὸς οἶσθα, οἱ πολέμιοι οὐχ ἱκανοὶ ἦσαν ἡμᾶς ἐξελαύνειν.

可是,当你们同我们成为盟友,并依靠我们在诸神庇佑下拥有了这片土地之后,如今你们反倒要将我们驱逐出这片你们从我们手中接管的土地——而当时是我们以武力据有它的;因为正如你亲自所知,敌人根本没有能力驱逐我们。

§7.7.8

καὶ οὐχ ὅπως δῶρα δοὺς καὶ εὖ ποιήσας ἀνθʼ ὧν εὖ ἔπαθες ἀξιοῖς ἡμᾶς ἀποπέμψασθαι, ἀλλʼ1 ἀποπορευομένους ἡμᾶς οὐδʼ ἐναυλισθῆναι ὅσον δύνασαι ἐπιτρέπεις.

你不仅没有为了报答所受的恩惠而赠予礼物并善待我们以送行,反而甚至在力所能及的范围内,不容许正在离去的我们在此歇宿。

§7.7.9

καὶ ταῦτα λέγων οὔτε θεοὺς αἰσχύνῃ οὔτε τόνδε τὸν ἄνδρα, ὃς νῦν μέν σε ὁρᾷ πλουτοῦντα, πρὶν δὲ ἡμῖν φίλον γενέσθαι ἀπὸ λῃστείας τὸν βίον ἔχοντα, ὡς αὐτὸς ἔφησθα.

你口出此言,既不敬畏诸神,也不愧对这位先生;他如今虽然看到你家财丰厚,但在同我们成为盟友之前,正如你自己曾说的,你不过是靠抢劫度日的盗匪。

§7.7.10

ἀτὰρ τί καὶ πρὸς ἐμὲ λέγεις ταῦτα; ἔφη· οὐ γὰρ ἔγωγʼ ἔτι ἄρχω, ἀλλὰ Λακεδαιμόνιοι, οἷς ὑμεῖς παρεδώκατε τὸ στράτευμα ἀπαγαγεῖν οὐδὲν ἐμὲ παρακαλέσαντες, ὦ θαυμαστότατοι, ὅπως ὥσπερ ἀπηχθανόμην αὐτοῖς ὅτε πρὸς ὑμᾶς ἦγον, οὕτω καὶ χαρισαίμην νῦν ἀποδιδούς.

不过,你究竟为何要对我说这些话呢?”他说道,“因为如今行使指挥权的不再是我,而是斯巴达人。你们这些不可思议的家伙,根本没有同我商议,就把军队交由他们带走;而我当初把军队带到你们这里时招致了他们的怨恨,本也可以在如今把军队归还他们时博取他们的好感。

§7.7.11

ἐπεὶ ταῦτα ἤκουσεν ὁ Ὀδρύσης, εἶπεν· ἐγὼ μέν, ὦ Μηδόσαδες, κατὰ τῆς γῆς καταδύομαι ὑπὸ τῆς αἰσχύνης ἀκούων ταῦτα. καὶ εἰ μὲν πρόσθεν ἠπιστάμην, οὐδʼ ἂν συνηκολούθησά σοι· καὶ νῦν ἄπειμι. οὐδὲ γὰρ ἂν Μήδοκός με ὁ βασιλεὺς ἐπαινοίη, εἰ ἐξελαύνοιμι τοὺς εὐεργέτας.

那名奥德吕萨人听闻此话便说道:“梅多萨德斯啊,我听了这些,羞愧得无地自容。如果我早先知情,甚至根本不会随你同来;我现在就要离去。因为倘若我驱逐我们的恩人,梅多科斯国王也绝不会赞赏我。”

§7.7.12

ταῦτʼ εἰπὼν ἀναβὰς ἐπὶ τὸν ἵππον ἀπήλαυνε καὶ σὺν αὐτῷ οἱ ἄλλοι ἱππεῖς πλὴν τεττάρων ἢ πέντε. ὁ δὲ Μηδοσάδης (ἐλύπει γὰρ αὐτὸν ἡ χώρα πορθουμένη), ἐκέλευε τὸν Ξενοφῶντα καλέσαι τὼ Λακεδαιμονίω.

说完这话,他跨上战马策马而去,随他而去的还有除四五人之外的所有其余骑兵。但梅多萨德斯(因为土地遭劫掠使他痛苦万分)便催促色诺芬把那两个斯巴达人请来。

§7.7.13

καὶ ὃς λαβὼν τοὺς ἐπιτηδειοτάτους προσῆλθε τῷ Χαρμίνῳ καὶ Πολυνίκῳ καὶ ἔλεγεν ὅτι καλεῖ αὐτοὺς Μηδοσάδης προερῶν ἅπερ αὐτῷ, ἀπιέναι ἐκ τῆς χώρας.

色诺芬便挑选了最合适的人,前去见查尔米诺斯和波吕尼科斯,告知他们梅多萨德斯正召请他们,打算向他们发出与对自己所发相同的警告,即从这片土地上撤离。

§7.7.14

οἴομαι ἂν οὖν, ἔφη, ὑμᾶς ἀπολαβεῖν τῇ στρατιᾷ τὸν ὀφειλόμενον μισθόν, εἰ εἴποιτε2 ὅτι δεδέηται ὑμῶν ἡ στρατιὰ συναναπρᾶξαι τὸν μισθὸν ἢ παρʼ ἑκόντος ἢ παρʼ ἄκοντος Σεύθου, καὶ ὅτι τούτων τυχόντες προθύμως ἂν συνέπεσθαι ὑμῖν φασι· καὶ ὅτι δίκαια ὑμῖν δοκοῦσι λέγειν· καὶ ὅτι ὑπέσχεσθε αὐτοῖς τότε ἀπιέναι ὅταν τὰ δίκαια ἔχωσιν οἱ στρατιῶται.

“因此依我之见,”他说道,“倘若你们声称,军队已恳请你们一同从塞乌特斯那里追缴军饷——不论他情愿与否——而且他们表示一旦得到军饷就愿竭力追随你们;并且你们也认为他们所言公道;并且你们曾向他们许诺,只有当士兵们获得其应得的权益时方才离去;那么我想,你们定能替大军收回拖欠的军饷。”

§7.7.15

ἀκούσαντες οἱ Λάκωνες ταῦτα ἔφασαν ἐρεῖν καὶ ἄλλα ὁποῖα ἂν δύνωνται κράτιστα· καὶ εὐθὺς ἐπορεύοντο ἔχοντες πάντας τοὺς ἐπικαιρίους. ἐλθὼν δὲ ἔλεξε Χαρμῖνος· εἰ μὲν σύ τι ἔχεις, ὦ Μηδόσαδες, πρὸς ἡμᾶς λέγειν, εἰ δὲ μή,3 ἡμεῖς πρὸς σὲ ἔχομεν.

斯巴达人听闻这些,表示定会说这些话以及他们所能想出的其他一切最有力的话;他们随即带上所有主要将官出发了。赶到后,查尔米诺斯说道:“梅多萨德斯,如果你有什么话要对我们说,就请说;若是没有,我们可有话要对你说。”

语法注3 条
  1. 7.7.8οὐχ ὅπως δῶρα δοὺς καὶ εὖ ποιήσας ἀνθʼ ὧν εὖ ἔπαθες ἀξιοῖς ἡμᾶς ἀποπέμψασθαι, ἀλλʼ

    οὐχ ὅπως ... ἀλλʼ(或 ἀλλὰ καί / ἀλλʼ οὐδέ)为固定习惯句式,意为“非但没有……反而……”。前分句表否定的 οὐχ ὅπως 与后文的 ἀλλά 形成鲜明对照与递进。

  2. 7.7.14οἴομαι ἂν οὖν, ἔφη, ὑμᾶς ἀπολαβεῖν τῇ στρατιᾷ τὸν ὀφειλόμενον μισθόν, εἰ εἴποιτε

    小词 ἄν 修饰不定式 ἀπολαβεῖν,与条件从句 εἰ εἴποιτε(祈愿语气)相呼应,在间接引语中构成表示可能/潜能的主句(若转换为直接引语则为 ἀπολάβοιτε ἄν,“你们当可收回”)。

  3. 7.7.15εἰ μὲν σύ τι ἔχεις, ὦ Μηδόσαδες, πρὸς ἡμᾶς λέγειν, εἰ δὲ μή

    在相对应的条件句结构中,省略了主句动词(如 λέγε,“你就说吧”)。前半句为 εἰ μὲν σύ τι ἔχεις,后半句的 εἰ δὲ μή 则是固定省略用法,意为“如果没有(可说的)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.7.1-7.7.15