← 色诺芬

长征记

§7.6.36-7.6.44

色诺芬辩白昭雪与随军离去的决意

色诺芬历数往昔功绩斥责士兵恩将仇报,斯巴达使节查尔米诺斯亦为其人品作证,士兵遂转而追究侵吞军饷的赫拉克莱德斯。赫拉克莱德斯与塞乌特斯惶恐离去,塞乌特斯虽密劝色诺芬留驻,色诺芬经占卜后仍决意随军离去。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.6.36

ἀλλʼ ἔχετε μέν με οὔτε φεύγοντα λαβόντες οὔτε ἀποδιδράσκοντα· ἢν δὲ ποιήσητε ἃ λέγετε, ἴστε ὅτι ἄνδρα κατακεκονότες ἔσεσθε1 πολλὰ μὲν δὴ πρὸ ὑμῶν ἀγρυπνήσαντα, πολλὰ δὲ σὺν ὑμῖν πονήσαντα καὶ κινδυνεύσαντα καὶ ἐν τῷ μέρει καὶ παρὰ τὸ μέρος,2 θεῶν δʼ ἵλεων ὄντων καὶ τρόπαια βαρβάρων πολλὰ δὴ σὺν ὑμῖν στησάμενον, ὅπως δέ γε μηδενὶ τῶν Ἑλλήνων πολέμιοι γένησθε, πᾶν ὅσον ἐγὼ ἐδυνάμην πρὸς ὑμᾶς διατεινάμενον.

然而,你们现在抓住我,既不是抓获逃跑的我,也不是捕获脱逃的我;如果你们当真执行你们所说的事,要知道,你们将要杀害的是一个曾为你们多次通宵达旦、曾与你们分担无数劳苦与危险——不论是在分内的职责还是在分外——并且在诸神保佑下曾与你们一同对蛮族立起诸多战功纪念碑、曾竭尽全力为你们斡旋以便使你们不与任何希腊人为敌的人。

§7.6.37

καὶ γὰρ οὖν νῦν ὑμῖν ἔξεστιν ἀνεπιλήπτως πορεύεσθαι ὅπῃ ἂν ἕλησθε καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. ὑμεῖς δέ, ὅτε πολλὴ ὑμῖν εὐπορία φαίνεται, καὶ πλεῖτε ἔνθα δὴ ἐπεθυμεῖτε πάλαι, δέονταί τε ὑμῶν οἱ μέγιστον δυνάμενοι, μισθὸς δὲ φαίνεται, ἡγεμόνες δὲ ἥκουσι Λακεδαιμόνιοι οἱ κράτιστοι νομιζόμενοι εἶναι, νῦν δὴ καιρὸς ὑμῖν δοκεῖ εἶναι ὡς τάχιστα ἐμὲ κατακαίνειν;

因为如今你们确实可以无可指责地前往你们所选择的任何地方,无论是走陆路还是走海路。可是,正当充足的出路展现在你们面前,你们得以扬帆前往长久以来所渴望的地方,最有权势的人有求于你们,军饷已有着落,被公认为最强的斯巴达人已作为统帅到来之时,你们反倒认为现在正是尽快将我杀害的时机吗?

§7.6.38

οὐ μὴν ὅτε γε ἐν τοῖς ἀπόροις ἦμεν, ὦ πάντων μνημονικώτατοι, ἀλλὰ καὶ πατέρα ἐμὲ ἐκαλεῖτε καὶ αἰεὶ ὡς εὐεργέτου μεμνήσεσθαι ὑπισχνεῖσθε. οὐ μέντοι ἀγνώμονες οὐδὲ οὗτοί εἰσιν οἱ νῦν ἥκοντες ἐφʼ ὑμᾶς· ὥστε, ὡς ἐγὼ οἶμαι, οὐδὲ τούτοις δοκεῖτε βελτίονες εἶναι τοιοῦτοι ὄντες περὶ ἐμέ. ταῦτʼ εἰπὼν ἐπαύσατο.

当初我们在穷途末路之时可绝非如此,世上记忆力最为出色的诸位啊!那时你们甚至称我为父亲,并许诺将永远铭记我为恩人。不过,如今来到你们这里的这些人绝非缺乏见识之辈;因此依我之见,你们以这般态度对待我,在他们眼中也不会显得更高尚。”说完这些话,他便停了下来。

§7.6.39

Χαρμῖνος δὲ ὁ Λακεδαιμόνιος ἀναστὰς εἶπεν· οὐ τὼ σιώ, ἀλλʼ ἐμοὶ μέντοι οὐ δικαίως δοκεῖτε τῷ ἀνδρὶ τούτῳ χαλεπαίνειν· ἔχω γὰρ καὶ αὐτὸς αὐτῷ μαρτυρῆσαι. Σεύθης γὰρ ἐρωτῶντος ἐμοῦ καὶ Πολυνίκου περὶ Ξενοφῶντος τίς ἀνὴρ εἴη ἄλλο μὲν οὐδὲν εἶχε μέμψασθαι, ἄγαν δὲ φιλοστρατιώτην ἔφη αὐτὸν εἶναι· διὸ καὶ χεῖρον αὐτῷ εἶναι πρὸς ἡμῶν τε τῶν Λακεδαιμονίων καὶ πρὸς αὐτοῦ.

斯巴达人查尔米诺斯站起身来说道:“以双子神起誓,绝非如此!依我看,你们对这个人发怒实在是不公正的;因为我本人也能为他作证。我和波吕尼科斯向塞乌特斯询问色诺芬为人如何时,塞乌特斯毫无他话可指责,唯独说他太爱护士兵;因此无论在我们斯巴达人面前还是在他塞乌特斯面前,色诺芬的处境都因而变得更糟。”

§7.6.40

ἀναστὰς ἐπὶ τούτῳ Εὐρύλοχος Λουσιάτης Ἀρκὰς εἶπεν· καὶ δοκεῖ γέ μοι, ἄνδρες Λακεδαιμόνιοι, τοῦτο ὑμᾶς πρῶτον ἡμῶν στρατηγῆσαι,3 παρὰ Σεύθου ἡμῖν τὸν μισθὸν ἀναπρᾶξαι ἢ ἑκόντος ἢ ἄκοντος, καὶ μὴ πρότερον ἡμᾶς ἀπαγαγεῖν.

紧接着,阿卡迪亚的卢西人欧律罗科斯站起来说道:“斯巴达的诸位先生,依我看,你们为我们行使的第一项统帅职责,就应当是不论塞乌特斯情愿与否,都替我们从他那里追缴军饷,在此之前绝不要把我们带走。”

§7.6.41

Πολυκράτης δὲ Ἀθηναῖος εἶπεν ἐνετὸς ὑπὸ Ξενοφῶντος· ὁρῶ γε μήν, ἔφη, ὦ ἄνδρες, καὶ Ἡρακλείδην ἐνταῦθα παρόντα, ὃς παραλαβὼν τὰ χρήματα ἃ ἡμεῖς ἐπονήσαμεν, ταῦτα ἀποδόμενος οὔτε Σεύθῃ ἀπέδωκεν οὔτε ἡμῖν τὰ γιγνόμενα, ἀλλʼ αὐτὸς κλέψας πέπαται. ἢν οὖν σωφρονῶμεν, ἑξόμεθα αὐτοῦ· οὐ γὰρ δὴ οὗτός γε, ἔφη, Θρᾷξ ἐστιν, ἀλλʼ Ἕλλην ὢν Ἕλληνας ἀδικεῖ.

雅典人波吕克拉特斯在色诺芬的授意下说道:“各位同袍,我确实看见赫拉克莱德斯也在此处。他接管了我们用辛劳换来的财物,将其变卖之后,既没有上缴给塞乌特斯,也没有把我们应得的份额分发给我们,反而私自侵吞据为己有。如果我们明智的话,就应当抓住他;因为这家伙根本不是色雷斯人,而是身为希腊人却侵害希腊人!”

§7.6.42

ταῦτα ἀκούσας ὁ Ἡρακλείδης μάλα ἐξεπλάγη· καὶ προσελθὼν τῷ Σεύθῃ λέγει· ἡμεῖς ἢν σωφρονῶμεν, ἄπιμεν ἐντεῦθεν ἐκ τῆς τούτων ἐπικρατείας. καὶ ἀναβάντες ἐπὶ τοὺς ἵππους ᾤχοντο ἀπελαύνοντες εἰς τὸ ἑαυτῶν στρατόπεδον.

赫拉克莱德斯听闻此言大为惊骇,走到塞乌特斯身旁说道:“如果我们明智的话,就当从这里离开他们的控制范围。”于是他们跨上战马,策马驰回了自己的营地。

§7.6.43

καὶ ἐντεῦθεν Σεύθης πέμπει Ἀβροζέλμην τὸν ἑαυτοῦ ἑρμηνέα πρὸς Ξενοφῶντα καὶ κελεύει αὐτὸν καταμεῖναι παρʼ ἑαυτῷ ἔχοντα χιλίους ὁπλίτας, καὶ ὑπισχνεῖται αὐτῷ ἀποδώσειν τά τε χωρία τὰ ἐπὶ θαλάττῃ καὶ τὰ ἄλλα ἃ ὑπέσχετο. καὶ ἐν ἀπορρήτῳ ποιησάμενος λέγει ὅτι ἀκήκοε Πολυνίκου ὡς εἰ ὑποχείριος ἔσται Λακεδαιμονίοις, σαφῶς ἀποθανοῖτο ὑπὸ Θίβρωνος.

随后,塞乌特斯派自己的译员阿布罗泽尔墨斯前去见色诺芬,催促他率领一千名重装步兵留在自己身边,并许诺将沿海的要塞及此前承诺的其他一切都交付给他。他还机密地透露,自己从波吕尼科斯那里听说,色诺芬一旦落入斯巴达人手中,必定会被提布隆处死。

§7.6.44

ἐπέστελλον δὲ ταῦτα καὶ ἄλλοι πολλοὶ τῷ Ξενοφῶντι ὡς διαβεβλημένος εἴη καὶ φυλάττεσθαι δέοι. ὁ δὲ ἀκούων ταῦτα δύο ἱερεῖα λαβὼν ἐθύετο τῷ Διὶ τῷ βασιλεῖ πότερά οἱ λῷον καὶ ἄμεινον εἴη μένειν παρὰ Σεύθῃ ἐφʼ οἷς Σεύθης λέγει ἢ ἀπιέναι σὺν τῷ στρατεύματι. ἀναιρεῖ αὐτῷ ἀπιέναι.

还有许多其他人也传信给色诺芬,告知他已被谗毁,应当多加防范。色诺芬听闻这些,便牵来两头祭牲献祭给宙斯王,占卜遵照塞乌特斯所提条件留在他身边,还是随大军一同离去,究竟哪一种对他而言更好、更有利。神谕指示他应当离去。

语法注3 条
  1. 7.6.36κατακεκονότες ἔσεσθε

    由完成时主动分词 κατακεκονότες 与将来时直陈式 ἔσεσθε 构成的将来完成时迂回结构,强调在将来某一时刻行动一旦完成便无可挽回的状态与确定性(“你们将落得杀害了……的下场”)。

  2. 7.6.36καὶ ἐν τῷ μέρει καὶ παρὰ τὸ μέρος

    由介词短语构成的习惯对偶表达:ἐν τῷ μέρει 意为“轮流按照班次/在分内职责中”,而 παρὰ τὸ μέρος 意为“超出轮次/在规定职责之外”,在此指不论常规任期还是额外的艰险都一同担当。

  3. 7.6.40τοῦτο ὑμᾶς πρῶτον ἡμῶν στρατηγῆσαι

    动词 στρατηγέω(支配属格表示“统率……”)同时支配同族宾格/内宾格 τοῦτο(“在这一事项上/作为这项指挥”),并带有属格补足语 ἡμῶν(“我们”),πρῶτον 为副词(“首先”),整体意为“在统领我们的事务中首先履行这一职责”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.6.36-7.6.44