← 色诺芬

长征记

§7.6.24-7.6.35

色诺芬回顾自身功绩并斥责士兵忘恩负义

色诺芬回顾了在全军陷入绝境之际,自己如何通过结盟塞乌特斯为众人换来粮饷与人身安全,并斥责士兵们忘恩负义——军队安然富足且满载荣誉离去,而他自己却为了军队同时得罪了斯巴达与塞乌特斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.6.24

ἀναμνήσθητε γὰρ ἐν ποίοις τισὶ πράγμασιν ὄντες ἐτυγχάνετε, ἐξ ὧν ὑμᾶς ἐγὼ ἀνήγαγον πρὸς Σεύθην. οὐκ εἰς μὲν Πέρινθον προσῇτε, Ἀρίσταρχος δʼ ὑμᾶς ὁ Λακεδαιμόνιος οὐκ εἴα εἰσιέναι ἀποκλείσας τὰς πύλας; ὑπαίθριοι δʼ ἔξω ἐστρατοπεδεύετε, μέσος δὲ χειμὼν ἦν, ἀγορᾷ δὲ ἐχρῆσθε σπάνια μὲν ὁρῶντες τὰ ὤνια, σπάνια δʼ ἔχοντες ὅτων ὠνήσεσθε, ἀνάγκη δὲ ἦν μένειν ἐπὶ Θρᾴκης· τριήρεις γὰρ ἐφορμοῦσαι ἐκώλυον διαπλεῖν· εἰ δὲ μένοι τις, ἐν πολεμίᾳ εἶναι,1 ἔνθα πολλοὶ μὲν ἱππεῖς ἦσαν ἐναντίοι, πολλοὶ δὲ πελτασταί, ἡμῖν δὲ ὁπλιτικὸν μὲν ἦν ᾧ ἁθρόοι μὲν ἰόντες ἐπὶ τὰς κώμας ἴσως ἂν ἐδυνάμεθα σῖτον λαμβάνειν οὐδέν τι ἄφθονον, ὅτῳ δὲ διώκοντες ἂν ἢ ἀνδράποδα ἢ πρόβατα κατελαμβάνομεν οὐκ ἦν ἡμῖν· οὔτε γὰρ ἱππικὸν οὔτε πελταστικὸν ἔτι ἐγὼ συνεστηκὸς κατέλαβον παρʼ ὑμῖν.

请你们回想一下,在我把你们引向塞乌特斯之前,你们究竟处于何等艰难的境地。难道不是你们当时开拔前往佩林托斯,而斯巴达人阿里斯塔尔科斯却紧闭城门不许你们入城吗?你们不得不露天露宿在外,时值严冬,你们所依赖的市场可买之物匮乏,而你们用以购买的钱财同样匮乏,同时又被迫滞留在色雷斯;因为战船巡弋封锁,阻碍了渡海;而若是留下来,便是置身敌境,在那里有众多的敌方骑兵,以及众多的轻盾兵;反观我们这边只有重装步兵部队,依靠这支部队,若是全军聚拢开赴村庄,或许还能筹得并不算丰足的粮食,但若要追击以捕获战俘或牲畜,我们却全无手段;因为我发现,在你们当中已然不再存有建制完整的骑兵和轻盾兵。

§7.6.27

εἰ οὖν ἐν τοιαύτῃ ἀνάγκῃ ὄντων ὑμῶν μηδʼ ὁντιναοῦν μισθὸν προσαιτήσας Σεύθην σύμμαχον ὑμῖν προσέλαβον, ἔχοντα καὶ ἱππέας καὶ πελταστὰς ὧν ὑμεῖς προσεδεῖσθε, ἦ κακῶς ἂν ἐδόκουν ὑμῖν βεβουλεῦσθαι πρὸ ὑμῶν;2

因此,当你们陷入如此困厄之时,即便我未向塞乌特斯额外索要任何军饷,便为你们争取到了他作为盟友——他拥有你们所亟需的骑兵与轻盾兵——难道在你们看来,我为你们所作的谋划竟是糟糕拙劣的吗?

§7.6.28

τούτων γὰρ δήπου κοινωνήσαντες καὶ σῖτον ἀφθονώτερον ἐν ταῖς κώμαις ηὑρίσκετε διὰ τὸ ἀναγκάζεσθαι τοὺς Θρᾷκας κατὰ σπουδὴν μᾶλλον φεύγειν, καὶ προβάτων καὶ ἀνδραπόδων μᾶλλον μετέσχετε.

须知,正是与他们联合之后,由于色雷斯人被迫仓皇逃窜,你们才能在各村庄中寻得更加充裕的粮食,并分得了更多的牲畜与战俘。

§7.6.29

καὶ πολέμιον οὐκέτι οὐδένα ἑωρῶμεν ἐπειδὴ τὸ ἱππικὸν ἡμῖν προσεγένετο· τέως δὲ θαρραλέως ἡμῖν ἐφείποντο οἱ πολέμιοι καὶ ἱππικῷ καὶ πελταστικῷ κωλύοντες μηδαμῇ κατʼ ὀλίγους ἀποσκεδαννυμένους τὰ ἐπιτήδεια ἀφθονώτερα ἡμᾶς πορίζεσθαι.

而且自从骑兵加入我们之后,我们便再未见到过任何敌人;而在那之前,敌人依仗骑兵与轻盾兵步步紧逼,肆无忌惮,全然阻止我们分散成小股队伍去四处筹集更丰盛的补给。

§7.6.30

εἰ δὲ δὴ ὁ συμπαρέχων ὑμῖν ταύτην τὴν ἀσφάλειαν μὴ πάνυ πολὺν μισθὸν προσετέλει τῆς ἀσφαλείας, τοῦτο δὴ τὸ σχέτλιον πάθημα καὶ διὰ τοῦτο οὐδαμῇ οἴεσθε χρῆναι ζῶντα ἐμὲ ἀνεῖναι;3

如果说为你们共同提供了这一安全保障的人,并未为了这层安全再额外支付极为丰厚的报酬,难道这真是什么十恶不赦的惨祸,以致你们认为绝不该让我活着离去吗?

§7.6.31

νῦν δὲ δὴ πῶς ἀπέρχεσθε; οὐ διαχειμάσαντες μὲν ἐν ἀφθόνοις τοῖς ἐπιτηδείοις, περιττὸν δʼ ἔχοντες τοῦτο εἴ τι ἐλάβετε παρὰ Σεύθου; τὰ γὰρ τῶν πολεμίων ἐδαπανᾶτε. καὶ ταῦτα πράττοντες οὔτε ἄνδρας ἐπείδετε ὑμῶν αὐτῶν ἀποθανόντας οὔτε ζῶντας ἀπεβάλετε.

而如今你们离开时又是怎样的光景呢?难道不是在充足的补给中度过了整个冬季,凡是从塞乌特斯那里领得的钱物,全都是额外的盈余吗?因为你们消耗的全都是敌人的资财。在整个过程中,你们既未眼见自己人有谁阵亡,也未曾损失过任何生者。

§7.6.32

εἰ δέ τι καλὸν πρὸς τοὺς ἐν τῇ Ἀσίᾳ βαρβάρους ἐπέπρακτο ὑμῖν, οὐ καὶ ἐκεῖνο σῶν ἔχετε καὶ πρὸς ἐκείνοις νῦν ἄλλην εὔκλειαν προσειλήφατε καὶ τοὺς ἐν τῇ Εὐρώπῃ Θρᾷκας ἐφʼ οὓς ἐστρατεύσασθε κρατήσαντες; ἐγὼ μὲν ὑμᾶς φημι δικαίως ἂν ὧν ἐμοὶ χαλεπαίνετε τούτων τοῖς θεοῖς χάριν εἰδέναι ὡς ἀγαθῶν.4

再者,如果说你们此前对抗亚洲的蛮族曾立下赫赫战功,难道你们如今不是完好地保有那些功绩,并且在此之上,如今又因征服了欧洲那些与你们交战的色雷斯人而增添了新的荣耀吗?依我之见,凡是你们如今向我发难的那些事,你们理当将其视作恩赐而向诸神谢恩才对。

§7.6.33

καὶ τὰ μὲν δὴ ὑμέτερα τοιαῦτα. ἄγετε δὴ πρὸς θεῶν καὶ τὰ ἐμὰ σκέψασθε ὡς ἔχει. ἐγὼ γὰρ ὅτε μὲν πρότερον ἀπῇα οἴκαδε, ἔχων μὲν ἔπαινον πολὺν πρὸς ὑμῶν ἀπεπορευόμην, ἔχων δὲ διʼ ὑμᾶς καὶ ὑπὸ τῶν ἄλλων Ἑλλήνων εὔκλειαν. ἐπιστευόμην δὲ ὑπὸ Λακεδαιμονίων· οὐ γὰρ ἄν με ἔπεμπον πάλιν πρὸς ὑμᾶς.

你们那边的情形确是如此。以诸神的名义,请来看看我自身落得的下场吧!想当初我要动身回国时,带着你们极大的赞誉启程,借着你们的威名在其余希腊人中亦享誉甚高;我也深受斯巴达人信任,否则他们绝不会再次派我回到你们身边。

§7.6.34

νῦν δὲ ἀπέρχομαι πρὸς μὲν Λακεδαιμονίους ὑφʼ ὑμῶν διαβεβλημένος, Σεύθῃ δὲ ἀπηχθημένος ὑπὲρ ὑμῶν, ὃν ἤλπιζον εὖ ποιήσας μεθʼ ὑμῶν ἀποστροφὴν καὶ ἐμοὶ καλὴν καὶ παισίν, εἰ γένοιντο, καταθήσεσθαι.

可如今我离去时,却在斯巴达人面前蒙受了你们的谗谤诬陷,又为了你们的利益而遭到塞乌特斯的痛恨——我本指望与你们一同为他效力,日后不仅为我自己,也为我未来的子嗣谋得一处安身立命的避风港。

§7.6.35

ὑμεῖς δʼ, ὑπὲρ ὧν ἐγὼ ἀπήχθημαί τε πλεῖστα καὶ ταῦτα πολὺ κρείττοσιν ἐμαυτοῦ, πραγματευόμενός τε οὐδὲ νῦν πω πέπαυμαι ὅ τι δύναμαι ἀγαθὸν ὑμῖν, τοιαύτην ἔχετε γνώμην περὶ ἐμοῦ.

然而就是你们,为了你们我招致了极深的仇怨,且对方还是远比我强横之辈,为了你们我直至此刻仍未停歇为你们谋求一切可能的好处,而你们对我抱有的竟是这般成见!

语法注4 条
  1. 7.6.25εἰ δὲ μένοι τις, ἐν πολεμίᾳ εἶναι

    不定词 εἶναι 承接前文 ἀνάγκη δὲ ἦν 的支配。与从属假设从句 εἰ μένοι τις(一般过去条件句中的祈愿语气)相结合,表达必然的结果:如果有人留下来,便必定置身于敌境(ἐν πολεμίᾳ 省略了 γῇ)。

  2. 7.6.27ἦ κακῶς ἂν ἐδόκουν ὑμῖν βεβουλεῦσθαι πρὸ ὑμῶν;

    语气小辞 ἦ 引导强烈的反问句,表示“难道……吗(绝非如此)”。动词 δοκέω 采用了人称结构(ἐδόκουν ἄν)而非无人称形式(ἔδοξεν ἄν),字面意为“我难道在你们看来像是为你们作出了拙劣的筹划吗?”介词短语 πρὸ ὑμῶν 相当于 ὑπὲρ ὑμῶν,意为“为了你们的利益 / 代表你们”。

  3. 7.6.30τοῦτο δὴ τὸ σχέτλιον πάθημα καὶ διὰ τοῦτο οὐδαμῇ οἴεσθε χρῆναι ζῶντα ἐμὲ ἀνεῖναι;

    此处省略了系动词 ἐστί,由名词谓语构成反问与感叹句:“这难道就是所谓的奇耻大祸吗?并且因此你们认为……?”动词 ἀνεῖναι 是 ἀνίημι(放过、饶命、释放)的不定过去式不定词,支配宾格代词 ἐμέ 以及状语分词 ζῶντα。

  4. 7.6.32δικαίως ἂν ὧν ἐμοὶ χαλεπαίνετε τούτων τοῖς θεοῖς χάριν εἰδέναι ὡς ἀγαθῶν

    关系代词 ὧν 受其先行词 τούτων 的属格同化(原应为 χαλεπαίνετε 所支配的宾格 ἅ 或介词短语)。先行词 τούτων 采用属格,由短语 χάριν εἰδέναι(因某事而感恩)所要求;句末的 ὡς ἀγαθῶν 则作为补足语,意为“视作好事 / 恩赐”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.6.24-7.6.35