- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.6.12-7.6.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
色诺芬在全军面前为自己辩护,指出投奔塞乌特斯是全体士兵共同决议的结果,坚决否认自己收受私利,并阐明行骗远比受骗更为可耻。
ἐπεὶ δὲ ἦλθον, Σεύθου τουτουὶ1 πολλοὺς ἀγγέλους πρὸς ἐμὲ πέμποντος καὶ πολλὰ ὑπισχνουμένου μοι, εἰ πείσαιμι ὑμᾶς πρὸς αὐτὸν ἐλθεῖν, τοῦτο μὲν οὐκ ἐπεχείρησα ποιεῖν, ὡς αὐτοὶ ὑμεῖς ἐπίστασθε. ἦγον δὲ ὅθεν ᾠόμην τάχιστʼ ἂν ὑμᾶς εἰς τὴν Ἀσίαν διαβῆναι.2 ταῦτα γὰρ καὶ βέλτιστα ἐνόμιζον ὑμῖν εἶναι καὶ ὑμᾶς ᾔδειν βουλομένους.
然而,当我到来之时,尽管眼前的塞乌特斯派了许多使者到我这里,并许诺我诸多好处,只要我劝说你们投奔于他,但我并未企图这样做,这一点你们自己心里清楚。相反,我带领你们前往我认为能让你们最快渡海前往亚洲的地方;因为我认为这对你们最好,也知道这是你们的心愿。
ἐπεὶ δʼ Ἀρίσταρχος ἐλθὼν σὺν τριήρεσιν ἐκώλυε διαπλεῖν ἡμᾶς, ἐκ τούτου, ὅπερ εἰκὸς δήπου ἦν, συνέλεξα ὑμᾶς, ὅπως βουλευσαίμεθα ὅ τι χρὴ ποιεῖν.
然而当阿里斯塔尔科斯率领三列桨座战船赶来阻止我们航渡时,出于理所当然的考虑,我召集了你们,以便我们共同商议当行之事。
οὐκοῦν ὑμεῖς ἀκούοντες μὲν Ἀριστάρχου ἐπιτάττοντος ὑμῖν εἰς Χερρόνησον πορεύεσθαι, ἀκούοντες δὲ Σεύθου πείθοντος ἑαυτῷ συστρατεύεσθαι, πάντες μὲν ἐλέγετε σὺν Σεύθῃ ἰέναι, πάντες δʼ ἐψηφίσασθε ταῦτα. τί οὖν ἐγὼ ἐνταῦθα ἠδίκησα ἀγαγὼν ὑμᾶς ἔνθα πᾶσιν ὑμῖν ἐδόκει;
因此,当你们听到了阿里斯塔尔科斯命令你们前往切尔索尼斯,又听到了塞乌特斯劝说你们随他一同出征时,难道不是你们所有人都主张跟随塞乌特斯同去,并且所有人都就此投票表决的吗?既然如此,我把你们带到你们所有人都赞同前往的地方,究竟何罪之有呢?
ἐπεί γε μὴν ψεύδεσθαι ἤρξατο Σεύθης περὶ τοῦ μισθοῦ, εἰ μὲν ἐπαινῶ αὐτόν, δικαίως ἄν με καὶ αἰτιῷσθε καὶ μισοῖτε· εἰ δὲ πρόσθεν αὐτῷ πάντων μάλιστα φίλος ὢν νῦν πάντων διαφορώτατός εἰμι, πῶς ἂν ἔτι δικαίως ὑμᾶς αἱρούμενος ἀντὶ Σεύθου ὑφʼ ὑμῶν αἰτίαν ἔχοιμι περὶ ὧν πρὸς τοῦτον διαφέρομαι;
然而,当塞乌特斯开始在军饷上食言时,如果我还在称赞他,你们理应谴责我、仇恨我;但如果我昔日与他最为亲近,而今却与他矛盾最深,那么当我舍弃塞乌特斯而选择你们之时,对于我和他发生分歧的同一件事,我怎会再理应受到你们的责难呢?
ἀλλʼ εἴποιτʼ ἂν ὅτι ἔξεστι καὶ τὰ ὑμέτερα ἔχοντα παρὰ Σεύθου τεχνάζειν. οὐκοῦν δῆλον τοῦτό γέ ἐστιν, εἴπερ ἐμοὶ ἐτέλει τι Σεύθης, οὐχ οὕτως ἐτέλει δήπου ὡς ὧν τε ἐμοὶ δοίη στέροιτο καὶ ἄλλα ὑμῖν ἀποτείσειεν, ἀλλʼ οἶμαι, εἰ ἐδίδου, ἐπὶ τούτῳ ἂν ἐδίδου ὅπως ἐμοὶ δοὺς μεῖον μὴ ἀποδοίη ὑμῖν τὸ πλέον.
但你们或许会说,也有可能是一边从塞乌特斯那里拿着你们的钱,一边耍弄诡计。那么这一点难道还不明显吗:即便塞乌特斯真付了我什么钱,他也绝不会既损失了给我的钱,又把别的钱照样赔付给你们;我想,如果他真给过钱,必然是以此为条件的——即通过给我较少的钱,便可不再支付给你们那笔更大的数额。
εἰ τοίνυν οὕτως ἔχειν οἴεσθε, ἔξεστιν ὑμῖν αὐτίκα μάλα ματαίαν ταύτην τὴν πρᾶξιν ἀμφοτέροις ἡμῖν ποιῆσαι, ἐὰν πράττητε αὐτὸν τὰ χρήματα. δῆλον γὰρ ὅτι Σεύθης, εἰ ἔχω τι παρʼ αὐτοῦ, ἀπαιτήσει με, καὶ ἀπαιτήσει μέντοι δικαίως, ἐὰν μὴ βεβαιῶ τὴν πρᾶξιν αὐτῷ ἐφʼ ᾗ ἐδωροδόκουν.
因此,如果你们以为事情确是如此,只要你们向他索讨这笔款项,便能立即让我们两人的这场交易化为泡影。因为显而易见的是,如果我从塞乌特斯那里得了什么好处,他必定会向我索回,而且只要我未能为他确保他行贿所图的事情得以兑现,他向我追讨也是理直气壮的。
ἀλλὰ πολλοῦ μοι δοκῶ δεῖν3 τὰ ὑμέτερα ἔχειν· ὀμνύω γὰρ ὑμῖν θεοὺς ἅπαντας καὶ πάσας μηδʼ ἃ ἐμοὶ ἰδίᾳ ὑπέσχετο Σεύθης ἔχειν· πάρεστι δὲ καὶ αὐτὸς καὶ ἀκούων σύνοιδέ μοι εἰ ἐπιορκῶ· ἵνα δὲ μᾶλλον θαυμάσητε, συνεπόμνυμι μηδὲ ἃ οἱ ἄλλοι στρατηγοὶ ἔλαβον εἰληφέναι, μὴ τοίνυν μηδὲ ὅσα τῶν λοχαγῶν ἔνιοι.
但我认为自己绝无可能占有本属于你们的财物;我当着全体男女诸神向你们起誓,连塞乌特斯私下许诺给我个人的东西,我也分文未取;他本人就在现场,听着这话,若我发伪誓他心知肚明;为了让你们更加惊奇,我还要一同起誓:其他将领所得到的,我未曾拿过;甚至连某些连队长所得到的数目,我也未曾拿过。
καὶ τί δὴ ταῦτʼ ἐποίουν; ᾤμην, ἄνδρες, ὅσῳ μᾶλλον συμφέροιμι τούτῳ τὴν τότε πενίαν, τοσούτῳ μᾶλλον αὐτὸν φίλον ποιήσεσθαι, ὁπότε δυνασθείη. ἐγὼ δὲ ἅμα τε αὐτὸν ὁρῶ εὖ πράττοντα καὶ γιγνώσκω δὴ αὐτοῦ τὴν γνώμην.
那么我当时究竟为何要这样做呢?士兵们啊,我认为在当时他处于穷困之际,我越是与他分忧,日后当他得势之时,就越能使他成为我的朋友。然而,我如今亲眼见他飞黄腾达,同时也彻底认清了他的心肠。
εἴποι δή τις ἄν, οὔκουν αἰσχύνῃ οὕτω μώρως ἐξαπατώμενος; ναὶ μὰ Δία ᾐσχυνόμην μέντἄν, εἰ ὑπὸ πολεμίου γε ὄντος ἐξηπατήθην· φίλῳ δὲ ὄντι ἐξαπατᾶν αἴσχιόν μοι δοκεῖ εἶναι ἢ ἐξαπατᾶσθαι.4
有人可能会说:“你被如此愚蠢地欺骗,难道不知羞耻吗?”以宙斯之名起誓,若我是被一个敌人所骗,我确实会感到羞耻;但对于身为朋友的人而言,我认为行骗比受骗更为可耻。
ἐπεὶ εἴ γε πρὸς φίλους ἐστὶ φυλακή, πᾶσαν οἶδα ἡμᾶς φυλαξαμένους ὡς μὴ παρασχεῖν τούτῳ πρόφασιν δικαίαν μὴ ἀποδιδόναι ἡμῖν ἃ ὑπέσχετο· οὔτε γὰρ ἠδικήσαμεν τοῦτον οὐδὲν οὔτε κατεβλακεύσαμεν τὰ τούτου οὐδὲ μὴν κατεδειλιάσαμεν οὐδὲν ἐφʼ ὅ τι ἡμᾶς οὗτος παρεκάλεσεν.
因为如果对朋友亦须防备,我知道我们早已做足了一切防备,以免给他提供任何正当的借口不向我们支付他所许诺的报酬;因为我们既没有在任何事上侵害过他,也没有敷衍怠慢他的事务,在凡是他召集我们所行之事上,我们也未曾显露丝毫怯懦。
ἀλλά, φαίητε ἄν, ἔδει τὰ ἐνέχυρα τότε λαβεῖν, ὡς μηδʼ εἰ ἐβούλετο ἐδύνατο ἐξαπατᾶν. πρὸς ταῦτα δὴ ἀκούσατε ἃ ἐγὼ οὐκ ἄν ποτε εἶπον τούτου ἐναντίον, εἰ μή μοι παντάπασιν ἀγνώμονες ἐδοκεῖτε εἶναι ἢ λίαν εἰς ἐμὲ ἀχάριστοι.
“但是,”你们或许会说,“当时本该扣下抵押物,使他纵有此心也无法行骗。”关于这一点,如果不是你们在我看来已完全不通情理或对我极度忘恩负义,我绝不会当着此人的面说出下面这番话,现在请你们听一听吧。
- 7.6.12Σεύθου τουτουὶ
指示代词附加直示后缀(-ί),指代此刻正亲身出席集会并站在一旁的塞乌特斯(“眼前的塞乌特斯”)。
- 7.6.12ὅθεν ᾠόμην τάχιστʼ ἂν ὑμᾶς εἰς τὴν Ἀσίαν διαβῆναι
关系副词 ὅθεν 引导的从句中,不定位过去时不定词 διαβῆναι 与 ἄν 连用,作 ᾠόμην 的间接引语补足成分,相当于潜在语气(带 ἄν 的直陈式过去时或希求式),意为“前往我认为你们能够最快渡往亚洲的地方”。
- 7.6.18πολλοῦ μοι δοκῶ δεῖν
通常作非人称用法的成语 πολλοῦ δεῖ(“远非”)在此受主动词 δοκῶ 吸引而成为人称构词(“我自以为远未……”),接不定词短语 τὰ ὑμέτερα ἔχειν 作为 δεῖν 的补足成分。
- 7.6.21φίλῳ δὲ ὄντι ἐξαπατᾶν αἴσχιόν μοι δοκεῖ εἶναι ἢ ἐξαπατᾶσθαι
与格分词短语 φίλῳ ὄντι 作不定词 ἐξαπατᾶν 的逻辑主语(施事),在格上受到句中与格(μοι)的吸引,意为“身为朋友之人去行骗”。虽然在句法上亦可理解为 ἐξαπατᾶν 的宾语(“欺骗身为朋友的人”),但与下文被动态 ἐξαπατᾶσθαι(受骗)的对称关系表明,将其视作行为主体更为合理。
