← 色诺芬

长征记

§7.6.1-7.6.11

斯巴达使者的招募与对色诺芬的指控

斯巴达使者前来招募这支希腊军队讨伐蒂萨弗涅斯,塞乌特斯和赫拉克利得斯趁机召集全军;大会上一名阿卡迪亚士兵对色诺芬提出激烈控告,色诺芬随即起身答辩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.6.1

ἐν τούτῳ τῷ χρόνῳ σχεδὸν ἤδη δύο μηνῶν ὄντων ἀφικνεῖται Χαρμῖνός τε ὁ Λάκων καὶ Πολύνικος παρὰ Θίβρωνος, καὶ λέγουσιν ὅτι Λακεδαιμονίοις δοκεῖ στρατεύεσθαι ἐπὶ Τισσαφέρνην, καὶ Θίβρων ἐκπέπλευκεν ὡς πολεμήσων, καὶ δεῖται ταύτης τῆς στρατιᾶς καὶ λέγει ὅτι δαρεικὸς ἑκάστῳ ἔσται μισθὸς τοῦ μηνός, καὶ τοῖς λοχαγοῖς διμοιρία, τοῖς δὲ στρατηγοῖς τετραμοιρία.

在这个时候,差不多已经过了两个月,拉栖代梦人夏尔米诺斯和波吕尼克斯从西布隆那里赶来,宣布拉栖代梦人已决意对蒂萨弗涅斯作战,西布隆已经扬帆出征,正需要这支军队,并说每人每月将发一达里克军饷,连队长加倍,将领得四倍。

§7.6.2

ἐπεὶ δʼ ἦλθον οἱ Λακεδαιμόνιοι, εὐθὺς ὁ Ἡρακλείδης πυθόμενος ὅτι ἐπὶ τὸ στράτευμα ἥκουσι λέγει τῷ Σεύθῃ ὅτι κάλλιστόν τι γεγένηται· οἱ μὲν γὰρ Λακεδαιμόνιοι δέονται τοῦ στρατεύματος, σὺ δὲ οὐκέτι δέῃ· ἀποδιδοὺς δὲ τὸ στράτευμα χαριῇ αὐτοῖς, σὲ δὲ οὐκέτι ἀπαιτήσουσι τὸν μισθόν, ἀλλʼ ἀπαλλάξονται ἐκ τῆς χώρας.

拉栖代梦人一到,赫拉克利得斯得知他们是为军队而来,便立刻对塞乌特斯说,发生了一件天大的好事:拉栖代梦人正需要这支军队,而您已不再需要;交出军队既能讨得他们的欢心,士兵们也不会再向您索讨军饷,反而会撤离这片土地。

§7.6.3

ἀκούσας ταῦτα ὁ Σεύθης κελεύει παράγειν· καὶ ἐπεὶ εἶπον ὅτι ἐπὶ τὸ στράτευμα ἥκουσιν, ἔλεγεν ὅτι τὸ στράτευμα ἀποδίδωσι, φίλος τε καὶ σύμμαχος εἶναι βούλεται, καλεῖ τε αὐτοὺς ἐπὶ ξένια· καὶ ἐξένιζε μεγαλοπρεπῶς. Ξενοφῶντα δὲ οὐκ ἐκάλει, οὐδὲ τῶν ἄλλων στρατηγῶν οὐδένα.

塞乌特斯听罢,命人将他们引见进来。当使者说明是为军队而来时,他表示愿意交出军队,并渴望成为拉栖代梦人的朋友与盟友,随即设宴招待他们,款待得极其奢华。但他既没有邀请色诺芬,也没有邀请其他任何一位将领。

§7.6.4

ἐρωτώντων δὲ τῶν Λακεδαιμονίων τίς ἀνὴρ εἴη Ξενοφῶν ἀπεκρίνατο ὅτι τὰ μὲν ἄλλα εἴη οὐ κακός, φιλοστρατιώτης δέ· καὶ διὰ τοῦτο χεῖρόν ἐστιν αὐτῷ. καὶ οἳ εἶπον· ἀλλʼ ἦ δημαγωγεῖ ὁ ἀνὴρ τοὺς ἄνδρας; καὶ ὁ Ἡρακλείδης, πάνυ μὲν οὖν, ἔφη.

拉栖代梦人问起色诺芬是个怎样的人,他回答说,色诺芬在别处倒也不差,只是太爱护士兵;正因如此,他的处境反而更糟。使者们说:“难道此人是在士兵中搞平民政治拉拢人心吗?”赫拉克利得斯说:“正是如此。”

§7.6.5

ἆρʼ οὖν, ἔφασαν, μὴ καὶ ἡμῖν ἐναντιώσεται τῆς ἀπαγωγῆς;1 ἀλλʼ ἢν ὑμεῖς, ἔφη ὁ Ἡρακλείδης, συλλέξαντες αὐτοὺς ὑπόσχησθε τὸν μισθόν, ὀλίγον ἐκείνῳ προσχόντες ἀποδραμοῦνται σὺν ὑμῖν.

使者们说:“那他会不会反对我们带走军队呢?”赫拉克利得斯回答:“只要你们召集他们,许诺发给军饷,他们绝不会再理会他,而会跟随你们奔走。”

§7.6.6

πῶς οὖν ἄν, ἔφασαν, ἡμῖν συλλεγεῖεν; αὔριον ὑμᾶς, ἔφη ὁ Ἡρακλείδης, πρῲ ἄξομεν πρὸς αὐτούς· καὶ οἶδα, ἔφη, ὅτι ἐπειδὰν ὑμᾶς ἴδωσιν, ἄσμενοι συνδραμοῦνται. αὕτη μὲν ἡ ἡμέρα οὕτως ἔληξεν.

使者们说:“那怎样才能把他们召集起来见我们呢?”赫拉克利得斯说:“明天清晨我们就带你们去见他们;我深知,只要他们一见到你们,便会欣然奔集而来。”这一天就这样结束了。

§7.6.7

τῇ δʼ ὑστεραίᾳ ἄγουσιν ἐπὶ τὸ στράτευμα τοὺς Λάκωνας Σεύθης τε καὶ Ἡρακλείδης, καὶ συλλέγεται ἡ στρατιά. τὼ δὲ Λάκωνε ἐλεγέτην ὅτι Λακεδαιμονίοις δοκεῖ πολεμεῖν Τισσαφέρνει τῷ ὑμᾶς ἀδικήσαντι· ἢν οὖν ἴητε σὺν ἡμῖν, τόν τε ἐχθρὸν τιμωρήσεσθε καὶ δαρεικὸν ἕκαστος οἴσει τοῦ μηνὸς ὑμῶν, λοχαγὸς δὲ τὸ διπλοῦν, στρατηγὸς δὲ τὸ τετραπλοῦν.

次日,塞乌特斯和赫拉克利得斯领着两位拉栖代梦人前往军队驻地,全军集会。两位拉栖代梦人说,拉栖代梦人已决意向曾经侵害过你们的蒂萨弗涅斯开战:“因此,如果你们随我们同去,既能向仇敌复仇,你们每人每月还能获得一达里克军饷,连队长加倍,将领得四倍。”

§7.6.8

καὶ οἱ στρατιῶται ἄσμενοί τε ἤκουσαν καὶ εὐθὺς ἀνίσταταί τις τῶν Ἀρκάδων τοῦ Ξενοφῶντος κατηγορήσων. παρῆν δὲ καὶ Σεύθης βουλόμενος εἰδέναι τί πραχθήσεται, καὶ ἐν ἐπηκόῳ εἱστήκει ἔχων ἑρμηνέα· ξυνίει δὲ καὶ αὐτὸς Ἑλληνιστὶ τὰ πλεῖστα. ἔνθα δὴ λέγει ὁ Ἀρκάς· ἀλλʼ ἡμεῖς μέν, ὦ Λακεδαιμόνιοι, καὶ πάλαι ἂν ἦμεν παρʼ ὑμῖν, εἰ μὴ Ξενοφῶν ἡμᾶς δεῦρο πείσας ἀπήγαγεν, ἔνθα δὴ ἡμεῖς μὲν τὸν δεινὸν χειμῶνα στρατευόμενοι καὶ νύκτα καὶ ἡμέραν οὐδὲν πεπαύμεθα· ὁ δὲ τοὺς ἡμετέρους πόνους ἔχει· καὶ Σεύθης ἐκεῖνον μὲν ἰδίᾳ πεπλούτικεν, ἡμᾶς δὲ ἀποστερεῖ τὸν μισθόν· ὥστε ἐγὼ μὲν εἰ τοῦτον ἴδοιμι καταλευσθέντα καὶ δόντα δίκην ὧν ἡμᾶς περιεῖλκε,2 καὶ τὸν μισθὸν ἄν μοι δοκῶ ἔχειν3 καὶ οὐδὲν ἐπὶ τοῖς πεπονημένοις ἄχθεσθαι. μετὰ τοῦτον ἄλλος ἀνέστη ὁμοίως καὶ ἄλλος. ἐκ δὲ τούτου Ξενοφῶν ἔλεξεν ὧδε.

士兵们听罢欣然赞同,立刻有一个阿卡迪亚人站起身来控告色诺芬。塞乌特斯也想知道将发生何事而在场,带着译员站在听得见声音的地方;其实他自己也懂得大部分希腊语。这时那阿卡迪亚人说:“拉栖代梦人啊,若非色诺芬说服我们并把我们带到这里,我们早就到你们那里去了;在这里,我们冒着严冬无论昼夜征战,片刻未得歇息;而他却独吞了我们的辛劳成果,塞乌特斯私下使他富足,却剥夺了我们的军饷; 因此对我而言,若能看到此人被乱石砸死,为他欺瞒拖累我们付出代价,我便觉得自己既得到了军饷,也不会再为所受的辛劳感到任何怨恨了。”在他之后,另一个人以同样的方式站了起来,接着又有一个。在此之后,色诺芬这样说道:

§7.6.11

ἀλλὰ πάντα μὲν ἄρα ἄνθρωπον ὄντα προσδοκᾶν δεῖ, ὁπότε γε καὶ ἐγὼ νῦν ὑφʼ ὑμῶν αἰτίας ἔχω ἐν ᾧ πλείστην προθυμίαν ἐμαυτῷ γε δοκῶ συνειδέναι περὶ ὑμᾶς παρεσχημένος.4 ἀπετραπόμην μέν γε ἤδη οἴκαδε ὡρμημένος, οὐ μὰ τὸν Δία οὔτοι πυνθανόμενος ὑμᾶς εὖ πράττειν, ἀλλὰ μᾶλλον ἀκούων ἐν ἀπόροις εἶναι ὡς ὠφελήσων εἴ τι δυναίμην.

“看来身为人类就必须预料到一切可能发生的事,既然此刻我也受到了你们的指责,而正是在这件事情上,我深知自己对你们付出了最大的热忱。我原本已经动身启程回家,却折返回来——对宙斯起誓,绝非听说你们处境优裕,而恰恰是听闻你们陷入困境,想着若能略尽微薄之力便来援助你们。

语法注4 条
  1. 7.6.5μὴ καὶ ἡμῖν ἐναντιώσεται τῆς ἀπαγωγῆς;

    ἆρʼ οὖν ... μή 引导含有担忧或疑虑的疑问句(“难道他不会……吗?”)。属格 τῆς ἀπαγωγῆς 由表阻碍或反对的动词 ἐναντιώσεται 支配,作关涉属格或离格属格,表示所反对的行为(“关于带走军队一事予以反对”)。

  2. 7.6.10ὧν ἡμᾶς περιεῖλκε

    关系代词 ὧν 是由于先行词 τούτων 的省略而被吸引为属格(关系词变格吸引);在从句中它原本应为 περιεῖλκε 支配的宾格(内宾格或表欺瞒牵制的宾格)。περιέλκω 意为“拖累”、“四处盘剥拖延”。

  3. 7.6.10καὶ τὸν μισθὸν ἄν μοι δοκῶ ἔχειν

    小词 ἄν 位于动词 δοκῶ 之前,但在句法上修饰其后的不定式 ἔχειν 和 ἄχθεσθαι,与前文的祈愿语气条件从句(εἰ τοῦτον ἴδοιμι...)构成潜势或虚拟的归结从句(“我便觉得自己会拿到了军饷……”)。

  4. 7.6.11ἐν ᾧ πλείστην προθυμίαν ἐμαυτῷ γε δοκῶ συνειδέναι περὶ ὑμᾶς παρεσχημένος

    此处采用 σύνοιδα ἐμαυτῷ 接补充性分词的句式(“自省/自知做过……”),分词 παρεσχημένος 与主句主语(δοκῶ 隐含的 ἐγώ)保持一致而作主格,未与反身与格 ἐμαυτῷ 一致作与格。ἐν ᾧ 意为“正在……之时”或“在……的事情上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.6.1-7.6.11