← 色诺芬

长征记

§7.5.1-7.5.16

进军三角地与赫拉克利得斯的离间

军队进军至“三角地”与萨尔穆得索斯,然而赫拉克利得斯克扣军饷并肆意挑拨,致使色诺芬与塞乌特斯及希腊将士之间产生严重嫌隙。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.5.1

ὑπερβάλλουσι δὲ πρὸς τοὺς ὑπὲρ Βυζαντίου Θρᾷκας εἰς τὸ Δέλτα καλούμενον· αὕτη δʼ ἦν οὐκέτι ἀρχὴ Μαισάδου, ἀλλὰ Τήρους τοῦ Ὀδρύσου.

他们越过山脉,前往拜占庭上方的色雷斯人处,进入所谓的“三角地”;这里已不再是迈萨得斯的辖境,而是属于奥德律萨人特瑞斯。

§7.5.2

καὶ ὁ Ἡρακλείδης ἐνταῦθα ἔχων τὴν τιμὴν τῆς λείας παρῆν. καὶ Σεύθης ἐξαγαγὼν ζεύγη ἡμιονικὰ τρία (οὐ γὰρ ἦν πλείω), τὰ δʼ ἄλλα βοεικά, καλέσας Ξενοφῶντα ἐκέλευε λαβεῖν, τὰ δʼ ἄλλα διανεῖμαι τοῖς στρατηγοῖς καὶ λοχαγοῖς.

赫拉克利得斯带着变卖战利品的收益出现在那里。塞乌特斯牵出三副骡车(因为再没有更多了)以及其余的牛车,唤来色诺芬,命他收下,并将余下的分给将领和连队长们。

§7.5.3

Ξενοφῶν δὲ εἶπεν· ἐμοὶ τοίνυν ἀρκεῖ καὶ αὖθις λαβεῖν· τούτοις δὲ τοῖς στρατηγοῖς δωροῦ οἳ σὺν ἐμοὶ ἠκολούθησαν καὶ λοχαγοῖς.

色诺芬却说:“对我而言,日后再领取就足够了;请将这些赏赐给随我而来的将领和连队长们吧。”

§7.5.4

καὶ τῶν ζευγῶν λαμβάνει ἓν μὲν Τιμασίων ὁ Δαρδανεύς, ἓν δὲ Κλεάνωρ ὁ Ὀρχομένιος, ἓν δὲ Φρυνίσκος ὁ Ἀχαιός· τὰ δὲ βοεικὰ ζεύγη τοῖς λοχαγοῖς κατεμερίσθη. τὸν δὲ μισθὸν ἀποδίδωσιν ἐξεληλυθότος ἤδη τοῦ μηνὸς εἴκοσι μόνον ἡμερῶν· ὁ γὰρ Ἡρακλείδης ἔλεγεν ὅτι οὐ πλέον ἐμπολήσαι.

于是,达尔达诺斯人提玛西翁分得一副,奥尔科墨诺斯人克勒阿诺尔分得一副,阿哈伊亚人弗律尼斯克斯分得一副;牛车则分配给了连队长们。然而,虽然一个月已经期满,他却只发放了二十天的军饷;因为赫拉克利得斯声称只变卖得这么多。

§7.5.5

ὁ οὖν Ξενοφῶν ἀχθεσθεὶς εἶπεν ἐπομόσας· δοκεῖς μοι, ὦ Ἡρακλείδη, οὐχ ὡς δεῖ κήδεσθαι Σεύθου· εἰ γὰρ ἐκήδου, ἧκες ἂν φέρων1 πλήρη τὸν μισθὸν καὶ προσδανεισάμενος, εἰ μὴ ἄλλως ἐδύνω, καὶ ἀποδόμενος τὰ σαυτοῦ ἱμάτια.

色诺芬为此大为恼火,起誓说道:“赫拉克利得斯,依我看你并未如理关切塞乌特斯;若你真心关切,哪怕别无他法也要去举债、典当自己的衣袍,也要把全额军饷带来。”

§7.5.6

ἐντεῦθεν ὁ Ἡρακλείδης ἠχθέσθη τε καὶ ἔδεισε μὴ ἐκ τῆς Σεύθου φιλίας ἐκβληθείη, καὶ ὅ τι ἐδύνατο ἀπὸ ταύτης τῆς ἡμέρας Ξενοφῶντα διέβαλλε πρὸς Σεύθην.

自此,赫拉克利得斯既怀恨在心,又担忧被逐出塞乌特斯的宠幸圈子,便从这一天起竭尽所能向塞乌特斯进谗中伤色诺芬。

§7.5.7

οἱ μὲν δὴ στρατιῶται Ξενοφῶντι ἐνεκάλουν ὅτι οὐκ εἶχον τὸν μισθόν· Σεύθης δὲ ἤχθετο αὐτῷ ὅτι ἐντόνως τοῖς στρατιώταις ἀπῄτει τὸν μισθόν.

士兵们因领不到军饷而埋怨色诺芬;塞乌特斯也因色诺芬为士兵激烈索要军饷而对他感到厌烦。

§7.5.8

καὶ τέως μὲν αἰεὶ ἐμέμνητο ὡς, ἐπειδὰν ἐπὶ θάλατταν ἀπέλθῃ, παραδώσει αὐτῷ Βισάνθην καὶ Γάνον καὶ Νέον τεῖχος· ἀπὸ δὲ τούτου τοῦ χρόνου οὐδενὸς ἔτι τούτων ἐμέμνητο. ὁ γὰρ Ἡρακλείδης καὶ τοῦτο διεβεβλήκει ὡς οὐκ ἀσφαλὲς εἴη τείχη παραδιδόναι ἀνδρὶ δύναμιν ἔχοντι.

在此之前,塞乌特斯曾不断提及,一旦抵达海边就将比桑忒、加诺斯和新堡交给他;但从这时起,他对此绝口不提。因为赫拉克利得斯也进过这样的谗言:把城堡交给一个手握军权的人是不安全的。

§7.5.9

ἐκ τούτου ὁ μὲν Ξενοφῶν ἐβουλεύετο τί χρὴ ποιεῖν περὶ τοῦ ἔτι ἄνω στρατεύεσθαι· ὁ δʼ Ἡρακλείδης εἰσαγαγὼν τοὺς ἄλλους στρατηγοὺς πρὸς Σεύθην λέγειν τε ἐκέλευεν αὐτοὺς ὅτι οὐδὲν ἂν ἧττον σφεῖς ἀγάγοιεν τὴν στρατιὰν ἢ Ξενοφῶν, τόν τε μισθὸν ὑπισχνεῖτο αὐτοῖς ἐντὸς ὀλίγων ἡμερῶν ἔκπλεων παρέσεσθαι δυοῖν μηνοῖν, καὶ συστρατεύεσθαι ἐκέλευε.

此后,色诺芬正筹划着是否该向更深腹地进军;赫拉克利得斯却引荐其他将领去见塞乌特斯,教唆他们宣称自己率领军队绝不亚于色诺芬,并向他们保证数日之内便能如数拿到两个月的全额军饷,敦促他们一同出征。

§7.5.10

καὶ ὁ Τιμασίων εἶπεν· ἐγὼ μὲν τοίνυν οὐδʼ ἂν πέντε μηνῶν μισθὸς μέλλῃ εἶναι στρατευσαίμην ἂν2 ἄνευ Ξενοφῶντος. καὶ ὁ Φρυνίσκος καὶ ὁ Κλεάνωρ συνωμολόγουν τῷ Τιμασίωνι.

提玛西翁说道:“对我而言,即便能拿到五个月的军饷,没有色诺芬我也绝不出征。”弗律尼斯克斯和克勒阿诺尔也赞同提玛西翁。

§7.5.11

ἐντεῦθεν ὁ Σεύθης ἐλοιδόρει τὸν Ἡρακλείδην ὅτι οὐ παρεκάλει καὶ Ξενοφῶντα. ἐκ δὲ τούτου παρακαλοῦσιν αὐτὸν μόνον. ὁ δὲ γνοὺς τοῦ Ἡρακλείδου τὴν πανουργίαν ὅτι βούλοιτο αὐτὸν διαβάλλειν πρὸς τοὺς ἄλλους στρατηγούς, παρέρχεται λαβὼν τούς τε στρατηγοὺς πάντας καὶ τοὺς λοχαγούς.

塞乌特斯因此责备赫拉克利得斯为何没有把色诺芬也邀请来。随后他们仅派人邀请色诺芬一人。但色诺芬看破了赫拉克利得斯的诡计——意图离间他与其他将领——便带上所有的将领和连队长一同前往。

§7.5.12

καὶ ἐπεὶ πάντες ἐπείσθησαν, συνεστρατεύοντο καὶ ἀφικνοῦνται ἐν δεξιᾷ ἔχοντες τὸν Πόντον διὰ τῶν Μελινοφάγων καλουμένων Θρᾳκῶν εἰς τὸν Σαλμυδησσόν. ἔνθα τῶν εἰς τὸν Πόντον πλεουσῶν νεῶν πολλαὶ ὀκέλλουσι καὶ ἐκπίπτουσι· τέναγος γάρ ἐστιν ἐπὶ πάμπολυ τῆς θαλάττης.

在众人都被说服后,他们联合出兵,右手傍着黑海,穿过被称为食黍者的色雷斯人的领地,抵达了萨尔穆得索斯。驶入黑海的船只有许多在那里搁浅并被冲上岸;因为浅滩在海中绵延极广。

§7.5.13

καὶ Θρᾷκες οἱ κατὰ ταῦτα οἰκοῦντες στήλας ὁρισάμενοι τὰ καθʼ αὑτοὺς ἐκπίπτοντα ἕκαστοι λῄζονται· τέως δὲ ἔλεγον πρὶν ὁρίσασθαι ἁρπάζοντας πολλοὺς ὑπʼ ἀλλήλων ἀποθνῄσκειν.3

居住在这一带的色雷斯人设立石柱划分边界,各自洗劫漂落到自己地界的物品;据说在划定界桩之前,许多人在争抢中互相残杀。

§7.5.14

ἐνταῦθα ηὑρίσκοντο πολλαὶ μὲν κλῖναι, πολλὰ δὲ κιβώτια, πολλαὶ δὲ βίβλοι γεγραμμέναι, καὶ τἆλλα πολλὰ ὅσα ἐν ξυλίνοις τεύχεσι ναύκληροι ἄγουσιν. ἐντεῦθεν ταῦτα καταστρεψάμενοι ἀπῇσαν πάλιν.

在那里发现了许多卧榻、许多箱柜、许多抄本书卷,以及船主们装在木箱中运载的各种杂物。在平定了这些地区后,他们便班师返回。

§7.5.15

ἔνθα δὴ Σεύθης εἶχε στράτευμα ἤδη πλέον τοῦ Ἑλληνικοῦ· ἔκ τε γὰρ Ὀδρυσῶν πολὺ ἔτι πλείους κατεβεβήκεσαν καὶ οἱ αἰεὶ πειθόμενοι συνεστρατεύοντο. κατηυλίσθησαν δʼ ἐν τῷ πεδίῳ ὑπὲρ Σηλυμβρίας ὅσον τριάκοντα σταδίους ἀπέχοντες τῆς θαλάττης.

此时塞乌特斯麾下的军队已经超过了希腊军;因为从奥德律萨人那里又下来了更多的人,归顺的人也不断加入军中。他们在塞吕姆布里亚上方的平原上扎营,距离大海约有三十斯塔德。

§7.5.16

καὶ μισθὸς μὲν οὐδείς πω ἐφαίνετο· πρὸς δὲ τὸν Ξενοφῶντα οἵ τε στρατιῶται παγχαλέπως εἶχον ὅ τε Σεύθης οὐκέτι οἰκείως διέκειτο, ἀλλʼ ὁπότε συγγενέσθαι αὐτῷ βουλόμενος ἔλθοι, πολλαὶ ἤδη ἀσχολίαι ἐφαίνοντο.

军饷依然毫无着落;士兵们对色诺芬的态度极为严苛,塞乌特斯也已不再亲近待他,只要色诺芬想去见他,塞乌特斯便总有许多繁忙的借口推脱不见。

语法注3 条
  1. 7.5.5εἰ γὰρ ἐκήδου, ἧκες ἂν φέρων

    由未完成过去时直陈式(ἐκήδου)作条件从句、ἄν 配合未完成过去时直陈式(ἧκες ἂν)作主句构成的与过去事实相反的非真实条件句(“因为你若是真正关切,早就带着……来了”)。分词 φέρων 作伴随方式状语。

  2. 7.5.10οὐδʼ ἂν πέντε μηνῶν μισθὸς μέλλῃ εἶναι στρατευσαίμην ἂν

    混合条件句结构:前一个 ἄν(= ἐάν)是引导条件从句虚拟式(μέλλῃ)的条件连词,后一个 ἄν 则是与主句潜势祈愿式(στρατευσαίμην ἂν)连用的语气小品词。与否定词 οὐδέ 连用,表达出极其强烈的断然拒绝态度(“即使会有五个月的军饷,我也绝不出征”)。

  3. 7.5.13πρὶν ὁρίσασθαι ἁρπάζοντας πολλοὺς ὑπʼ ἀλλήλων ἀποθνῄσκειν

    间接引语中由主述动词 ἔλεγον 所支配的宾格加不定式结构(πολλοὺς ... ἀποθνῄσκειν),其中嵌入了由 πρίν 加不定式构成的时态从句(πρὶν ὁρίσασθαι,“在划定界限之前”)。宾格分词 ἁρπάζοντας 与不定式的逻辑主语 πολλούς 一致,表示伴随状况或原因(“在争抢掠夺中”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.5.1-7.5.16