- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.4.13-7.4.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梯尼人假借和谈之名刺探军情并在夜间发动突袭,但被色诺芬击退;随后塞乌特斯率领规模扩充三倍的大军进逼山地,梯尼人遂彻底降服并交出得力人质。
ἐδέοντο δὲ καὶ αὐτοῦ Ξενοφῶντος καταβαίνοντές τινες τῶν ἐκ τοῦ ὄρους συμπρᾶξαι σφίσι τὰς σπονδάς. ὁ δʼ ὡμολόγει καὶ θαρρεῖν ἐκέλευε καὶ ἠγγυᾶτο μηδὲν αὐτοὺς κακὸν πείσεσθαι πειθομένους Σεύθῃ. οἱ δʼ ἄρα ταῦτʼ ἔλεγον κατασκοπῆς ἕνεκα.
从山上下来的一些人也恳求色诺芬本人协助他们缔结休战条约。色诺芬同意了,让他们安心,并保证只要他们服从塞乌特斯就不会受到任何伤害。然而事实表明,他们说这些话完全是为了侦察虚实。
ταῦτα μὲν τῆς ἡμέρας ἐγένετο· εἰς δὲ τὴν ἐπιοῦσαν νύκτα ἐπιτίθενται ἐλθόντες ἐκ τοῦ ὄρους οἱ Θυνοί. καὶ ἡγεμὼν μὲν ἦν ὁ δεσπότης ἑκάστης τῆς οἰκίας· χαλεπὸν γὰρ ἦν ἄλλως τὰς οἰκίας σκότους ὄντος ἀνευρίσκειν ἐν ταῖς κώμαις· καὶ γὰρ αἱ οἰκίαι κύκλῳ περιεσταύρωντο μεγάλοις σταυροῖς τῶν προβάτων ἕνεκα.
这些事发生在白天;到了随后的夜里,梯尼人从山上下冲发起突袭。每一栋房屋的主人充当了向导;因为在黑暗中若非如此,很难在各村落中找寻房屋,盖因各户房屋四周都为了保护羊群而筑有高大的栅栏。
ἐπεὶ δʼ ἐγένοντο κατὰ τὰς θύρας ἑκάστου τοῦ οἰκήματος, οἱ μὲν εἰσηκόντιζον, οἱ δὲ τοῖς σκυτάλοις ἔβαλλον, ἃ ἔχειν ἔφασαν ὡς ἀποκόψοντες τῶν δοράτων τὰς λόγχας,1 οἱ δʼ ἐνεπίμπρασαν, καὶ Ξενοφῶντα ὀνομαστὶ καλοῦντες ἐξιόντα ἐκέλευον ἀποθνῄσκειν, ἢ αὐτοῦ ἔφασαν κατακαυθήσεσθαι αὐτόν.
当他们来到各处居所的门前时,有人向里面投掷标枪,有人掷来木棒——据他们称带着这些木棒是为了打断长矛的枪尖——还有人纵火焚烧,直呼色诺芬之名,命他出来受死,否则就说他会被当场烧死。
καὶ ἤδη τε διὰ τοῦ ὀρόφου ἐφαίνετο πῦρ, καὶ ἐντεθωρακισμένοι οἱ περὶ τὸν Ξενοφῶντα ἔνδον ἦσαν ἀσπίδας καὶ μαχαίρας καὶ κράνη ἔχοντες, καὶ Σιλανὸς Μακίστιος ἐτῶν ὡς ὀκτωκαίδεκα σημαίνει τῇ σάλπιγγι· καὶ εὐθὺς ἐκπηδῶσιν ἐσπασμένοι τὰ ξίφη καὶ οἱ ἐκ τῶν ἄλλων σκηνωμάτων.
此时屋顶上已能透见火光,屋内的色诺芬一行人早已披上胸甲,持着盾牌、短剑、戴上头盔;年约十八岁的马基斯托斯人西兰诺斯吹响了号角。他们立刻拔剑冲出,其他营房中的士兵也纷纷跃出。
οἱ δὲ Θρᾷκες φεύγουσιν, ὥσπερ δὴ τρόπος ἦν αὐτοῖς, ὄπισθεν περιβαλλόμενοι τὰς πέλτας· καὶ αὐτῶν ὑπεραλλομένων τοὺς σταυροὺς ἐλήφθησάν τινες κρεμασθέντες ἐνεχομένων τῶν πελτῶν τοῖς σταυροῖς·2 οἱ δὲ καὶ ἀπέθανον ἁμαρτόντες τῶν ἐξόδων· οἱ δὲ Ἕλληνες ἐδίωκον ἔξω τῆς κώμης.
色雷斯人照他们的惯常做法,将轻盾甩向身后奔逃。在他们跳跃栅栏时,有的因轻盾被挂在桩柱上而悬空受擒;有的则因找错出口而丧生。希腊人士兵一直追击到村外。
τῶν δὲ Θυνῶν ὑποστραφέντες τινὲς ἐν τῷ σκότει τοὺς παρατρέχοντας παρʼ οἰκίαν καιομένην ἠκόντιζον εἰς τὸ φῶς ἐκ τοῦ σκότους· καὶ ἔτρωσαν Ἱερώνυμόν τε καὶ Εὐοδέα λοχαγὸν καὶ Θεογένην Λοκρὸν λοχαγόν· ἀπέθανε δὲ οὐδείς· κατεκαύθη μέντοι καὶ ἐσθής τινων καὶ σκεύη.
梯尼人中有几人在黑暗中折返回来,从暗处向明处投掷标枪,射向那些正从起火房屋旁跑过的人;他们射伤了耶罗纽摩斯、连队长欧奥得亚斯以及洛克里斯人连队长塞奥根涅斯,但无一人死亡。不过,一些人的衣服和辎重被烧毁了。
Σεύθης δὲ ἧκε βοηθῶν σὺν ἑπτὰ ἱππεῦσι τοῖς πρώτοις καὶ τὸν σαλπικτὴν ἔχων τὸν Θρᾴκιον. καὶ ἐπείπερ ᾔσθετο, ὅσονπερ χρόνον ἐβοήθει, τοσοῦτον καὶ τὸ κέρας ἐφθέγγετο αὐτῷ· ὥστε καὶ τοῦτο φόβον συμπαρέσχε τοῖς πολεμίοις. ἐπεὶ δʼ ἦλθεν, ἐδεξιοῦτό τε καὶ ἔλεγεν ὅτι οἴοιτο τεθνεῶτας πολλοὺς εὑρήσειν.
塞乌特斯率领最前头的七名骑兵赶来增援,身边还带着他的色雷斯号兵。他一察觉到情况,在增援途中就一直命号角呜呜长鸣;因此这声音也为敌人增添了恐惧。及至赶到,他致以问候,并说以为会见到许多人战死。
ἐκ τούτου ὁ Ξενοφῶν δεῖται τοὺς ὁμήρους τε αὐτῷ παραδοῦναι καὶ ἐπὶ τὸ ὄρος, εἰ βούλεται, συστρατεύεσθαι· εἰ δὲ μή, αὐτὸν ἐᾶσαι.
于是色诺芬请求塞乌特斯将人质交给自己,若塞乌特斯愿意,便一同向山上进军;若不然,就任由他自己前往。
τῇ οὖν ὑστεραίᾳ παραδίδωσιν ὁ Σεύθης τοὺς ὁμήρους, πρεσβυτέρους ἄνδρας ἤδη, τοὺς κρατίστους, ὡς ἔφασαν, τῶν ὀρεινῶν, καὶ αὐτὸς ἔρχεται σὺν τῇ δυνάμει. ἤδη δὲ εἶχε καὶ τριπλασίαν δύναμιν ὁ Σεύθης· ἐκ γὰρ τῶν Ὀδρυσῶν ἀκούοντες ἃ πράττει ὁ Σεύθης πολλοὶ κατέβαινον συστρατευσόμενοι.
次日,塞乌特斯交出了人质——按他们的说法,是山地居民中最有威望的人,皆已年迈——他自己也带大军前来。此时塞乌特斯麾下的兵力已扩充至三倍;因为听闻了塞乌特斯的作为后,许多奥德律萨人纷纷下来参战。
οἱ δὲ Θυνοὶ ἐπεὶ εἶδον ἀπὸ τοῦ ὄρους πολλοὺς μὲν ὁπλίτας, πολλοὺς δὲ πελταστάς, πολλοὺς δὲ ἱππέας, καταβάντες ἱκέτευον σπείσασθαι, καὶ πάντα ὡμολόγουν ποιήσειν καὶ πιστὰ λαμβάνειν ἐκέλευον.
梯尼人从山上望见众多的重装步兵、轻装步兵和骑兵,便下山恳求媾和,应允照办一切条件,并敦促他接受保证。
ὁ δὲ Σεύθης καλέσας τὸν Ξενοφῶντα ἐπεδείκνυεν ἃ λέγοιεν, καὶ οὐκ ἂν ἔφη σπείσασθαι, εἰ Ξενοφῶν βούλοιτο τιμωρήσασθαι αὐτοὺς τῆς ἐπιθέσεως.3
塞乌特斯唤来色诺芬,向他说明对方的言辞,并表示如果色诺芬希望对他们的夜袭施加报复,自己就不会与他们订约。
ὁ δʼ εἶπεν· ἀλλʼ ἔγωγε ἱκανὴν νομίζω καὶ νῦν δίκην ἔχειν, εἰ οὗτοι δοῦλοι ἔσονται ἀντʼ ἐλευθέρων. συμβουλεύειν μέντοι ἔφη αὐτῷ τὸ λοιπὸν ὁμήρους λαμβάνειν τοὺς δυνατωτάτους κακόν τι ποιεῖν, τοὺς δὲ γέροντας οἴκοι ἐᾶν. οἱ μὲν οὖν ταύτῃ πάντες δὴ προσωμολόγουν.
色诺芬答道:“但在我看来,如果他们从此由自由人沦为奴隶,即便在现下也已经承受了足够的惩罚。”然而他建议塞乌特斯今后当以最具破坏能力之人为人质,而将老人留在家里。当地的所有人都就此归顺了。
- 7.4.15ἃ ἔχειν ἔφασαν ὡς ἀποκόψοντες τῶν δοράτων τὰς λόγχας
关系代词 ἃ 引导的从句内嵌套了间接引语动词 ἔφασαν 与不定式 ἔχειν,其目的则由 ὡς 加将来分词(ὡς ἀποκόψοντες,“打算打断长矛的枪尖”)表达,体现出投掷者自己声称的意图。
- 7.4.17καὶ αὐτῶν ὑπεραλλομένων τοὺς σταυροὺς ἐλήφθησάν τινες κρεμασθέντες ἐνεχομένων τῶν πελτῶν τοῖς σταυροῖς
双重独立属格结构(αὐτῶν ὑπεραλλομένων 表动作背景,ἐνεχομένων τῶν πελτῶν 表盾牌挂住的原因/情境)包夹着主句被动动词 ἐλήφθησαν 与分词 κρεμασθέντες(“悬空被俘”),描摹出逃跑时盾牌卡在木桩上动弹不得的情状。
- 7.4.23καὶ οὐκ ἂν ἔφη σπείσασθαι, εἰ Ξενοφῶν βούλοιτο τιμωρήσασθαι αὐτοὺς τῆς ἐπιθέσεως
嵌套在间接引语(ἔφη)中的条件句。主句 οὐκ ἂν σπείσασθαι 对应于直接引语中带 ἄν 的祈愿语气(οὐκ ἂν σπεισαίμην)。动词 τιμωρήσασθαι(惩罚)支配惩罚对象的宾格 αὐτούς 以及表示惩处原因的属格 τῆς ἐπιθέσεως(“因这次突袭”)。
