- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.4.1-7.4.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
塞乌特斯与希腊军在严寒中焚毁村落以逼降山民,其间奥林图斯人埃庇斯梯涅斯挺身救下了一名俊美少年,不久山地色雷斯人便下山商议停战并交出人质。
τῇ δʼ ὑστεραίᾳ κατακαύσας ὁ Σεύθης τὰς κώμας παντελῶς καὶ οἰκίαν οὐδεμίαν λιπών, ὅπως φόβον ἐνθείη καὶ τοῖς ἄλλοις οἷα πείσονται, ἂν μὴ πείθωνται, ἀπῄει πάλιν.
次日,塞乌特斯将村落彻底焚毁,未留一间房屋,为的是让其他人也心生畏惧,知晓若不顺从将遭何等下场,随后便引兵撤回。
καὶ τὴν μὲν λείαν ἀπέπεμψε διατίθεσθαι1 Ἡρακλείδην εἰς Πέρινθον, ὅπως ἂν μισθὸς γένοιτο τοῖς στρατιώταις· αὐτὸς δὲ καὶ οἱ Ἕλληνες ἐστρατοπεδεύοντο ἀνὰ τὸ Θυνῶν πεδίον.
他派赫拉克利德将战利品押往佩林图斯变卖,以便筹措发给士兵们的军饷;他自己同希腊人则在梯尼人的平原上一带扎营。
οἱ δʼ ἐκλιπόντες ἔφευγον εἰς τὰ ὄρη. ἦν δὲ χιὼν πολλὴ καὶ ψῦχος οὕτως ὥστε τὸ ὕδωρ ὃ ἐφέροντο ἐπὶ δεῖπνον ἐπήγνυτο καὶ ὁ οἶνος ὁ ἐν τοῖς ἀγγείοις, καὶ τῶν Ἑλλήνων πολλῶν καὶ ῥῖνες ἀπεκαίοντο καὶ ὦτα.
当地人弃家逃往山中。积雪深厚,严寒逼人,以致士兵们取来备用作晚餐的水和坛里的酒都冻结了,许多希腊人的鼻子和耳朵也被冻伤。
καὶ τότε δῆλον ἐγένετο οὗ ἕνεκα οἱ Θρᾷκες τὰς ἀλωπεκᾶς ἐπὶ ταῖς κεφαλαῖς φοροῦσι καὶ τοῖς ὠσί, καὶ χιτῶνας οὐ μόνον περὶ τοῖς στέρνοις ἀλλὰ καὶ περὶ τοῖς μηροῖς, καὶ ζειρὰς μέχρι τῶν ποδῶν ἐπὶ τῶν ἵππων ἔχουσιν, ἀλλʼ οὐ χλαμύδας.
这时人们才明白,色雷斯人为何在头上和耳朵上戴狐皮帽,不仅在胸部、而且在大腿周围也裹着短袍,并在骑马时穿着长及脚面的大氅,而非普通的斗篷。
ἀφιεὶς δὲ τῶν αἰχμαλώτων ὁ Σεύθης εἰς τὰ ὄρη ἔλεγεν ὅτι εἰ μὴ καταβήσονται οἰκήσοντες καὶ πείσονται, ὅτι κατακαύσει2 καὶ τούτων τὰς κώμας καὶ τὸν σῖτον, καὶ ἀπολοῦνται τῷ λιμῷ. ἐκ τούτου κατέβαινον καὶ γυναῖκες καὶ παῖδες καὶ πρεσβύτεροι· οἱ δὲ νεώτεροι ἐν ταῖς ὑπὸ τὸ ὄρος κώμαις ηὐλίζοντο.
塞乌特斯将一部分战俘放回山里,传话给他们说,若不下来定居顺服,他就要把他们的村庄和粮食也一并烧光,叫他们饿死。于是妇女、儿童和老人们纷纷下山,但年轻力壮者却在山脚下的村落中露营。
καὶ ὁ Σεύθης καταμαθὼν ἐκέλευσε τὸν Ξενοφῶντα τῶν ὁπλιτῶν τοὺς νεωτάτους λαβόντα συνεπισπέσθαι. καὶ ἀναστάντες τῆς νυκτὸς ἅμα τῇ ἡμέρᾳ παρῆσαν εἰς τὰς κώμας. καὶ οἱ μὲν πλεῖστοι ἐξέφυγον· πλησίον γὰρ ἦν τὸ ὄρος· ὅσους δὲ ἔλαβε κατηκόντισεν ἀφειδῶς Σεύθης.
塞乌特斯探知此事后,命色诺芬率领最年轻的重装步兵一同前往追击。他们乘夜动身,破晓时分赶到那些村落。大多数人逃脱了,因为离山很近;但凡是被捕获的人,塞乌特斯都毫不留情地用标枪刺死。
Ἐπισθένης δʼ ἦν τις Ὀλύνθιος παιδεραστής, ὃς ἰδὼν παῖδα καλὸν ἡβάσκοντα ἄρτι πέλτην ἔχοντα μέλλοντα ἀποθνῄσκειν, προσδραμὼν Ξενοφῶντα ἱκέτευε βοηθῆσαι παιδὶ καλῷ.
有一位名叫埃庇斯梯涅斯的奥林图斯人,生性喜好美少年,他见一个手持轻盾、正值青春年华的俊美少年即将受死,便奔向色诺芬,恳求他救助这个英俊的少年。
καὶ ὃς προσελθὼν τῷ Σεύθῃ δεῖται μὴ ἀποκτεῖναι τὸν παῖδα, καὶ τοῦ Ἐπισθένους διηγεῖται τὸν τρόπον, καὶ ὅτι λόχον ποτὲ συνελέξατο σκοπῶν οὐδὲν ἄλλο ἢ εἴ τινες εἶεν καλοί, καὶ μετὰ τούτων ἦν ἀνὴρ ἀγαθός.
色诺芬走向塞乌特斯,请求他不要杀害这名少年,并向他说明了埃庇斯梯涅斯的性情,讲到他以往招募连队时别无所求,只看士兵容貌是否俊美,而他在这些人当中也是一位勇士。
ὁ δὲ Σεύθης ἤρετο· ἦ καὶ θέλοις ἄν, ὦ Ἐπίσθενες, ὑπὲρ τούτου ἀποθανεῖν; ὁ δʼ ὑπερανατείνας τὸν τράχηλον, παῖε, ἔφη, εἰ κελεύει ὁ παῖς καὶ μέλλει χάριν εἰδέναι.
塞乌特斯便问:“埃庇斯梯涅斯,你真愿意为他而死吗?”后者伸长脖子说道:“若是少年吩咐且会心怀感激,你就刺吧!”
ἐπήρετο ὁ Σεύθης τὸν παῖδα εἰ παίσειεν αὐτὸν ἀντʼ ἐκείνου.3 οὐκ εἴα ὁ παῖς, ἀλλʼ ἱκέτευε μηδέτερον κατακαίνειν. ἐνταῦθα ὁ Ἐπισθένης περιλαβὼν τὸν παῖδα εἶπεν· ὥρα σοι, ὦ Σεύθη, περὶ τοῦδέ μοι διαμάχεσθαι· οὐ γὰρ μεθήσω τὸν παῖδα.
塞乌特斯又问那少年,是否应当替下他而刺死埃庇斯梯涅斯。少年坚决不肯,反而恳求两个都不要杀。此时埃庇斯梯涅斯一把抱住少年说道:“塞乌特斯,看来你得为这少年跟我搏斗一番了;因为我是绝不会放开这少年的。”
ὁ δὲ Σεύθης γελῶν ταῦτα μὲν εἴα· ἔδοξε δὲ αὐτῷ αὐτοῦ αὐλισθῆναι, ἵνα μηδʼ ἐκ τούτων τῶν κωμῶν οἱ ἐπὶ τοῦ ὄρους τρέφοιντο. καὶ αὐτὸς μὲν ἐν τῷ πεδίῳ ὑποκαταβὰς ἐσκήνου, ὁ δὲ Ξενοφῶν ἔχων τοὺς ἐπιλέκτους ἐν τῇ ὑπὸ τὸ ὄρος ἀνωτάτω κώμῃ, καὶ οἱ ἄλλοι Ἕλληνες ἐν τοῖς ὀρεινοῖς καλουμένοις Θρᾳξὶ πλησίον κατεσκήνησαν.
塞乌特斯笑着不再追究此事。他决定在此处露营,以免山上的敌人还能从这些村庄获取给养。他自己稍退向平原扎营,色诺芬率领精选部队驻扎在山脚下最高的村落里,其余希腊士兵则在附近驻扎于被称为山地色雷斯人的人们中间。
ἐκ τούτου ἡμέραι τʼ οὐ πολλαὶ διετρίβοντο καὶ οἱ ἐκ τοῦ ὄρους Θρᾷκες καταβαίνοντες πρὸς τὸν Σεύθην περὶ σπονδῶν καὶ ὁμήρων διεπράττοντο. καὶ ὁ Ξενοφῶν ἐλθὼν ἔλεγε τῷ Σεύθῃ ὅτι ἐν πονηροῖς σκηνοῖεν καὶ πλησίον εἶεν οἱ πολέμιοι· ἥδιόν τʼ ἂν ἔξω αὐλίζεσθαι ἔφη ἐν ἐχυροῖς χωρίοις μᾶλλον ἢ ἐν τοῖς στεγνοῖς, ὥστε ἀπολέσθαι.4 ὁ δὲ θαρρεῖν ἐκέλευε καὶ ἔδειξεν ὁμήρους παρόντας αὐτῶν.
此后没过几天,山上的色雷斯人便下山来到塞乌特斯处,商议停战与交付人质之事。色诺芬前去向塞乌特斯指出,部队扎营之处地势恶劣且敌人近在咫尺;他说自己宁愿在坚固地势上露宿野外,也不愿住在屋宇中冒全军覆灭之险。但塞乌特斯让他安心,并向他展示了在场的对方人质。
- 7.4.2διατίθεσθαι
依附于动词 ἀπέπεμψε(派遣)的目的不定式,表示派遣的目的,意为“去处置/变卖”。
- 7.4.5ὅτι εἰ μὴ καταβήσονται οἰκήσοντες καὶ πείσονται, ὅτι κατακαύσει
从属连词 ὅτι 在插入条件从句(εἰ μὴ...)后再次重复出现(赘述性 ὅτι)。这是希腊语散文中在插入句拉开语序后重新标明间接引语起点的常见修辞手法,整体仍只引导一个间接引语从句。
- 7.4.10εἰ παίσειεν αὐτὸν ἀντʼ ἐκείνου
由 εἰ 引导的间接疑问句,采用祈愿语气 παίσειεν。这代表直接引语中的审议性虚拟语气(παίσω;“我该击打他吗?”)或将来直陈式在历史时态主动词(ἐπήρετο)之后转变为间接引语祈愿语气。
- 7.4.12ὥστε ἀπολέσθαι
由 ὥστε 加不定式 ἀπολέσθαι 构成的结果从句。此处不仅指已发生的客观后果,更表示伴随的危险后果,即“冒着全军覆没的危险”。
