← 色诺芬

长征记

§7.3.38-7.3.48

夜间行军与突袭色雷斯村落

塞乌特斯采纳色诺芬的建议顺利完成夜间行军,并在黎明时分突袭敌方村落,捕获了大量战俘和牲畜。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.3.38

οὕτω γὰρ ἥκιστα διασπᾶται τὰ στρατεύματα καὶ ἥκιστα λανθάνουσιν ἀποδιδράσκοντες ἀλλήλους·1 οἱ δὲ διασπασθέντες πολλάκις καὶ περιπίπτουσιν ἀλλήλοις καὶ ἀγνοοῦντες κακῶς ποιοῦσι καὶ πάσχουσιν.

“因为这样一来,军队最不容易被冲散,彼此也最不容易在不知不觉中脱节失散;而被冲散的部队往往会自相冲撞,在互不相认的情况下相互残害并遭受损失。”

§7.3.39

εἶπεν οὖν Σεύθης· ὀρθῶς λέγετε καὶ ἐγὼ τῷ νόμῳ τῷ ὑμετέρῳ πείσομαι. καὶ ὑμῖν μὲν ἡγεμόνας δώσω τῶν πρεσβυτάτων τοὺς ἐμπειροτάτους τῆς χώρας, αὐτὸς δʼ ἐφέψομαι τελευταῖος τοὺς ἵππους ἔχων· ταχὺ γὰρ πρῶτος, ἂν δέῃ, παρέσομαι. σύνθημα δʼ εἶπον Ἀθηναίαν κατὰ τὴν συγγένειαν.2 ταῦτα εἰπόντες ἀνεπαύοντο.

于是塞乌特斯说:“你们说得对,我将遵循你们的规矩。我将从年长者中挑选最熟悉此地地形的人给你们做向导,我自己则率领骑兵在最后面跟进;因为一旦有需要,我很快就能赶到最前方。”他们还因亲族关系,将口令定为“雅典娜”。说完这些话,他们便去休息了。

§7.3.40

ἡνίκα δʼ ἦν ἀμφὶ μέσας νύκτας, παρῆν Σεύθης ἔχων τοὺς ἱππέας τεθωρακισμένους καὶ τοὺς πελταστὰς σὺν τοῖς ὅπλοις. καὶ ἐπεὶ παρέδωκε τοὺς ἡγεμόνας, οἱ μὲν ὁπλῖται ἡγοῦντο, οἱ δὲ πελτασταὶ εἵποντο, οἱ δʼ ἱππεῖς ὠπισθοφυλάκουν·

到了午夜时分,塞乌特斯率领身披胸甲的骑兵和全副武装的轻盾兵前来了。当他把向导交接完毕后,重装步兵在前领队,轻盾兵紧随其后,骑兵则在后方殿后。

§7.3.41

ἐπεὶ δʼ ἡμέρα ἦν, ὁ Σεύθης παρήλαυνεν εἰς τὸ πρόσθεν καὶ ἐπῄνεσε τὸν Ἑλληνικὸν νόμον. πολλάκις γὰρ ἔφη νύκτωρ αὐτὸς καὶ σὺν ὀλίγοις πορευόμενος ἀποσπασθῆναι σὺν τοῖς ἵπποις ἀπὸ τῶν πεζῶν· νῦν δʼ ὥσπερ δεῖ ἁθρόοι πάντες ἅμα τῇ ἡμέρᾳ φαινόμεθα. ἀλλὰ ὑμεῖς μὲν περιμένετε αὐτοῦ καὶ ἀναπαύσασθε, ἐγὼ δὲ σκεψάμενός τι ἥξω.

天亮时,塞乌特斯策马赶到前头,对希腊人的规矩大加赞赏。他说,自己以往夜间行军时,哪怕只带少数部队,也常常带着骑兵同步兵脱节;“而现在,正如所期望的那样,我们在黎明时分全军完好整齐地聚集在一起。不过你们先在此等候并休息,我去侦察一番便回。”

§7.3.42

ταῦτʼ εἰπὼν ἤλαυνε διʼ ὄρους ὁδόν τινα λαβών. ἐπεὶ δʼ ἀφίκετο εἰς χιόνα πολλήν, ἐσκέψατο εἰ εἴη ἴχνη ἀνθρώπων ἢ πρόσω ἡγούμενα ἢ ἐναντία. ἐπεὶ δὲ ἀτριβῆ ἑώρα τὴν ὁδόν, ἧκε ταχὺ πάλιν καὶ ἔλεγεν·

说完这话,他便选了一条穿过山岭的道路策马而去。当他来到积雪深厚之处,便仔细查看是否有人的足迹通向前方或迎面而来。当看到道路毫无踩踏痕迹时,他很快折返回来说道:

§7.3.43

ἄνδρες, καλῶς ἔσται, ἢν θεὸς θέλῃ· τοὺς γὰρ ἀνθρώπους λήσομεν ἐπιπεσόντες. ἀλλʼ ἐγὼ μὲν ἡγήσομαι τοῖς ἵπποις, ὅπως ἄν τινα ἴδωμεν, μὴ διαφυγὼν σημήνῃ τοῖς πολεμίοις· ὑμεῖς δʼ ἕπεσθε· κἂν λειφθῆτε, τῷ στίβῳ τῶν ἵππων ἕπεσθε. ὑπερβάντες δὲ τὰ ὄρη ἥξομεν εἰς κώμας πολλάς τε καὶ εὐδαίμονας.

“诸位,若蒙神眷,一切都将顺利;因为我们将出其不意地袭击那些人。我将率骑兵在前领路,以便一旦看见任何人,不致让他逃脱去向敌人报信;你们紧随其后,如果落后了,就顺着马蹄印跟上来。越过这些山岭,我们就会到达许多富庶的村落。”

§7.3.44

ἡνίκα δʼ ἦν μέσον ἡμέρας, ἤδη τε ἦν ἐπὶ τοῖς ἄκροις καὶ κατιδὼν τὰς κώμας ἧκεν ἐλαύνων πρὸς τοὺς ὁπλίτας καὶ ἔλεγεν· ἀφήσω ἤδη καταθεῖν τοὺς μὲν ἱππέας εἰς τὸ πεδίον, τοὺς δὲ πελταστὰς ἐπὶ τὰς κώμας. ἀλλʼ ἕπεσθε ὡς ἂν δύνησθε τάχιστα, ὅπως ἐάν τις ὑφιστῆται, ἀλέξησθε.

到了正午时分,他已登上了山顶,望见村落后便策马向重装步兵奔来,说道:“我现在就放骑兵冲下平原,让轻盾兵扑向村落。你们要尽快跟上,以便有人抵抗时能够将之击退。”

§7.3.45

ἀκούσας ταῦτα ὁ Ξενοφῶν κατέβη ἀπὸ τοῦ ἵππου. καὶ ὃς ἤρετο· τί καταβαίνεις ἐπεὶ σπεύδειν δεῖ; οἶδα, ἔφη, ὅτι οὐκ ἐμοῦ μόνου δέῃ· οἱ δὲ ὁπλῖται θᾶττον δραμοῦνται καὶ ἥδιον, ἐὰν καὶ ἐγὼ πεζὸς ἡγῶμαι.

色诺芬听到这话便跳下马背。塞乌特斯问道:“正当紧急之时,你为何下马?”色诺芬回答说:“我知道你需要的不仅是我一个人;如果我也徒步领头,重装步兵们会跑得更快、更有劲。”

§7.3.46

μετὰ ταῦτα ᾤχετο, καὶ Τιμασίων μετʼ αὐτοῦ ἔχων ἱππέας ὡς τετταράκοντα τῶν Ἑλλήνων. Ξενοφῶν δὲ παρηγγύησε τοὺς εἰς τριάκοντα ἔτη παριέναι ἀπὸ τῶν λόχων εὐζώνους. καὶ αὐτὸς μὲν ἐτρόχαζε τούτους ἔχων, Κλεάνωρ δʼ ἡγεῖτο τῶν ἄλλων.

随后塞乌特斯离去,蒂马西翁率领大约四十名希腊骑兵与他同行。色诺芬传令各连队三十岁以下的精壮轻装士兵出列上前。他自己带领这批人快步小跑前进,克莱阿诺尔则率领其余部队。

§7.3.47

ἐπεὶ δʼ ἐν ταῖς κώμαις ἦσαν, Σεύθης ἔχων ὅσον τριάκοντα ἱππέας προσελάσας εἶπε· τάδε δή, ὦ Ξενοφῶν, ἃ σὺ ἔλεγες· ἔχονται οἱ ἄνθρωποι· ἀλλὰ γὰρ ἔρημοι οἱ ἱππεῖς οἴχονταί μοι ἄλλος ἄλλῃ διώκων,3 καὶ δέδοικα μὴ συστάντες ἁθρόοι που κακόν τι ἐργάσωνται οἱ πολέμιοι. δεῖ δὲ καὶ ἐν ταῖς κώμαις καταμένειν τινὰς ἡμῶν· μεσταὶ γάρ εἰσιν ἀνθρώπων.

当他们到达村落时,塞乌特斯率领大约三十名骑兵策马过来说道:“色诺芬,正如你所说的那样,人已经被我们抓获了;可是骑兵们却在缺乏掩护的情况下各自四散追击去了,我担心敌人可能会在某处集结成群,造成祸害。而且我们当中也得有人留守在村落里,因为村里到处都是人。”

§7.3.48

ἀλλʼ ἐγὼ μέν, ἔφη ὁ Ξενοφῶν, σὺν οἷς ἔχω τὰ ἄκρα καταλήψομαι· σὺ δὲ Κλεάνορα κέλευε διὰ τοῦ πεδίου παρατεῖναι τὴν φάλαγγα παρὰ τὰς κώμας. ἐπεὶ ταῦτα ἐποίησαν, συνηλίσθησαν ἀνδράποδα μὲν ὡς χίλια, βόες δὲ δισχίλιοι, πρόβατα ἄλλα μύρια. τότε μὲν δὴ αὐτοῦ ηὐλίσθησαν.

色诺芬说:“那么,我带我的人去占领制高点;你命令克莱阿诺尔沿着平原展开方阵,顺着村落排开。”他们照此施行后,聚集拢来的战俘约有一千人,牛两千头,另有羊一万只。当夜他们便在此处露宿。

语法注3 条
  1. 7.3.38ἥκιστα λανθάνουσιν ἀποδιδράσκοντες ἀλλήλους

    动词 λανθάνω 与补充性分词 ἀποδιδράσκοντες 连用,表示“不知不觉地走失/逃离”;加上最高级副词 ἥκιστα,意为“最不容易在彼此不知晓的情况下走散”。

  2. 7.3.39κατὰ τὴν συγγένειαν

    介词 κατά 接宾格表示依据或因由(“根据/因其血缘亲族关系”)。此处说明之所以选用“雅典娜”作为口令,是因为奥德吕萨王室与雅典之间自古传说的联姻亲族关系。

  3. 7.3.47ἀλλὰ γὰρ ἔρημοι οἱ ἱππεῖς οἴχονταί μοι ἄλλος ἄλλῃ διώκων

    ἔρημοι 为谓语性形容词,指缺乏步兵支援的“孤立状态”。μοι 为伦理与格,表达说话者的关切焦虑。单数的 ἄλλος ... διώκων 与复数主语 οἱ ἱππεῖς 构成部分同格关系(整体与部分同格),意指“骑兵们各自追逐,各奔一方”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.3.38-7.3.48