← 色诺芬

长征记

§7.3.25-7.3.37

宴席上的献礼与夜袭敌军的谋划

在塞乌特斯的宴席上众人纷纷献礼,色诺芬则以自身及同袍的忠诚效劳相赠,赢得塞乌特斯的欢心。日落后,塞乌特斯提议趁夜突袭敌军,色诺芬就夜间行军的希腊阵法提出了建议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.3.25

σχολάζει γὰρ ἤδη, ἐγὼ δὲ οὐδέπω. ἀκούσας Σεύθης τὴν φωνὴν ἠρώτα τὸν οἰνοχόον τί λέγει. ὁ δὲ οἰνοχόος εἶπεν· ἑλληνίζειν γὰρ ἠπίστατο. ἐνταῦθα μὲν δὴ γέλως ἐγένετο.

“因为他现在已经得闲,而我还没有呢。”塞乌特斯听到声音,便问斟酒仆人那人说了什么;斟酒仆人便告诉了他,因为仆人懂希腊语。席间顿时爆出一阵笑声。

§7.3.26

ἐπειδὴ δὲ προυχώρει ὁ πότος, εἰσῆλθεν ἀνὴρ Θρᾷξ ἵππον ἔχων λευκόν, καὶ λαβὼν κέρας μεστὸν εἶπε· προπίνω σοι, ὦ Σεύθη, καὶ τὸν ἵππον τοῦτον δωροῦμαι, ἐφʼ οὗ καὶ διώκων ὃν ἂν θέλῃς αἱρήσεις καὶ ἀποχωρῶν οὐ μὴ δείσῃς1 τὸν πολέμιον.

酒宴继续进行,一个色雷斯人牵着一匹白马走进来,接过满满的一角杯酒说道:“塞乌特斯啊,我敬你这杯酒,并把这匹马献给你;骑着它,追击时你定能捕获任何想捕之人,撤退时也决无惧于敌人。”

§7.3.27

ἄλλος παῖδα εἰσάγων οὕτως ἐδωρήσατο προπίνων, καὶ ἄλλος ἱμάτια τῇ γυναικί. καὶ Τιμασίων προπίνων ἐδωρήσατο φιάλην τε ἀργυρᾶν καὶ τάπιδα ἀξίαν δέκα μνῶν.

另一个人领进一个仆童,同样在敬酒时献上;又有一人献上了送给他妻子的衣裳。蒂马西翁也向他敬酒,献上了一只银酒盏和一张价值十明那的毯子。

§7.3.28

Γνήσιππος δέ τις Ἀθηναῖος ἀναστὰς εἶπεν ὅτι ἀρχαῖος εἴη νόμος κάλλιστος τοὺς μὲν ἔχοντας διδόναι τῷ βασιλεῖ τιμῆς ἕνεκα, τοῖς δὲ μὴ ἔχουσι διδόναι τὸν βασιλέα, ἵνα καὶ ἐγώ, ἔφη, ἔχω σοι δωρεῖσθαι καὶ τιμᾶν.

这时,一个名叫格涅西波斯的雅典人站起身来说,自古以来有一条极佳的惯例:富有者为了尊荣而向国王进贡,国王则赏赐给贫无所有的人,“这样一来,”他说,“我也好有东西能献给您并尊崇您了。”

§7.3.29

ὁ δὲ Ξενοφῶν ἠπορεῖτο τί ποιήσει· καὶ γὰρ ἐτύγχανεν ὡς τιμώμενος ἐν τῷ πλησιαιτάτῳ δίφρῳ Σεύθῃ καθήμενος.2 ὁ δὲ Ἡρακλείδης ἐκέλευεν αὐτῷ τὸ κέρας ὀρέξαι τὸν οἰνοχόον. ὁ δὲ Ξενοφῶν (ἤδη γὰρ ὑποπεπωκὼς ἐτύγχανεν) ἀνέστη θαρραλέως δεξάμενος τὸ κέρας καὶ εἶπεν·

色诺芬此时不知如何是好;因为作为贵宾,他恰好坐在紧靠塞乌特斯的座椅上。赫拉克雷德斯催促斟酒仆人把角杯递给他。色诺芬(因为恰好已有几分酒意)便壮起胆子站起身来,接过角杯说道:

§7.3.30

ἐγὼ δέ σοι, ὦ Σεύθη, δίδωμι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς τούτους ἑταίρους φίλους εἶναι πιστούς, καὶ οὐδένα ἄκοντα, ἀλλὰ πάντας μᾶλλον ἔτι ἐμοῦ σοι βουλομένους φίλους εἶναι.

“塞乌特斯啊,我将我自己以及我的这些同伴奉献给你,做你忠诚的朋友;他们当中没有一人是被迫的,所有人都甚至比我更渴望成为你的朋友。

§7.3.31

καὶ νῦν πάρεισιν οὐδέν σε προσαιτοῦντες, ἀλλὰ καὶ προϊέμενοι καὶ πονεῖν ὑπὲρ σοῦ καὶ προκινδυνεύειν ἐθέλοντες· μεθʼ ὧν, ἂν οἱ θεοὶ θέλωσι, πολλὴν χώραν τὴν μὲν ἀπολήψῃ πατρῴαν οὖσαν, τὴν δὲ κτήσῃ, πολλοὺς δὲ ἵππους, πολλοὺς δὲ ἄνδρας καὶ γυναῖκας καλὰς κτήσῃ, οὓς οὐ λῄζεσθαί σε δεήσει, ἀλλʼ αὐτοὶ φέροντες παρέσονται πρὸς σὲ δῶρα.

如今他们站在你面前,不向你乞求任何东西,反而慷慨奉献,愿意为你效劳并代你冒生命之险;若得诸神眷顾,与他们在一起,你不仅将收复本属于你父辈的大片国土,还将开辟新疆,赢得许多战马、许多人丁和美貌的女子;你甚至无需掠夺他们,他们自己就会携带礼物前来归顺你。”

§7.3.32

ἀναστὰς ὁ Σεύθης συνεξέπιε καὶ συγκατεσκεδάσατο μετʼ αὐτοῦ τὸ κέρας.3 μετὰ ταῦτα εἰσῆλθον κέρασί τε οἵοις σημαίνουσιν αὐλοῦντες καὶ σάλπιγξιν ὠμοβοείαις ῥυθμούς τε καὶ οἷον μαγάδι σαλπίζοντες.

塞乌特斯站起身来,与他一同饮尽,并同他一起将杯底的残酒泼洒在地以示欢庆。此后,进来一些人用发出号令的号角吹奏,并用生牛皮喇叭吹出曲调,犹如用马加迪斯琴伴奏一般鸣响。

§7.3.33

καὶ αὐτὸς Σεύθης ἀναστὰς ἀνέκραγέ τε πολεμικὸν καὶ ἐξήλατο ὥσπερ βέλος φυλαττόμενος μάλα ἐλαφρῶς. εἰσῇσαν δὲ καὶ γελωτοποιοί.

塞乌特斯自己也一跃而起,发出战吼,身手敏捷地跳跃着,仿佛在躲避飞箭。随后小丑们也入场了。

§7.3.34

ὡς δʼ ἦν ἥλιος ἐπὶ δυσμαῖς, ἀνέστησαν οἱ Ἕλληνες καὶ εἶπον ὅτι ὥρα νυκτοφύλακας καθιστάναι καὶ σύνθημα παραδιδόναι. καὶ Σεύθην ἐκέλευον παραγγεῖλαι ὅπως εἰς τὰ Ἑλληνικὰ στρατόπεδα μηδεὶς τῶν Θρᾳκῶν εἴσεισι νυκτός· οἵ τε γὰρ πολέμιοι Θρᾷκες καὶ ὑμεῖς οἱ φίλοι.4

太阳快要落山时,希腊人站起身来说,该是布置夜哨和传达军令口令的时候了。他们请求塞乌特斯下达命令,夜间不许任何色雷斯人进入希腊军营;“因为敌人是色雷斯人,而你们作为朋友也是色雷斯人。”

§7.3.35

ὡς δʼ ἐξῇσαν, συνανέστη ὁ Σεύθης οὐδέν τι μεθύοντι ἐοικώς. ἐξελθὼν δʼ εἶπεν αὐτοὺς τοὺς στρατηγοὺς ἀποκαλέσας· ὦ ἄνδρες, οἱ πολέμιοι ἡμῶν οὐκ ἴσασί πω τὴν ἡμετέραν συμμαχίαν· ἢν οὖν ἔλθωμεν ἐπʼ αὐτοὺς πρὶν φυλάξασθαι ὥστε μὴ ληφθῆναι ἢ παρασκευάσασθαι ὥστε ἀμύνασθαι, μάλιστʼ ἂν λάβοιμεν καὶ ἀνθρώπους καὶ χρήματα.

当他们向外走时,塞乌特斯也一同起身,全无半分醉意。他走出来后,把将领们单独叫到一旁说道:“诸位,我们的敌人尚不知晓我们的结盟。因此,如果我们能在他们防范被擒或准备抵御之前向他们发起进攻,我们将能捕获最多的人口和财物。”

§7.3.36

συνεπῄνουν ταῦτα οἱ στρατηγοὶ καὶ ἡγεῖσθαι ἐκέλευον. ὁ δʼ εἶπε· παρασκευασάμενοι ἀναμένετε· ἐγὼ δὲ ὁπόταν καιρὸς ᾖ ἥξω πρὸς ὑμᾶς, καὶ τοὺς πελταστὰς καὶ ὑμᾶς ἀναλαβὼν ἡγήσομαι σὺν τοῖς θεοῖς.

将领们赞同此议,并请他带队领路。塞乌特斯说道:“你们做好准备等候着;待时机成熟,我便去寻你们,带上轻盾兵和你们,仰仗诸神之庇佑由我带路。”

§7.3.37

καὶ ὁ Ξενοφῶν εἶπε· σκέψαι τοίνυν, εἴπερ νυκτὸς πορευσόμεθα, εἰ ὁ Ἑλληνικὸς νόμος κάλλιον ἔχει· μεθʼ ἡμέραν μὲν γὰρ ἐν ταῖς πορείαις ἡγεῖται τοῦ στρατεύματος ὁποῖον ἂν ἀεὶ πρὸς τὴν χώραν συμφέρῃ, ἐάν τε ὁπλιτικὸν ἐάν τε πελταστικὸν ἐάν τε ἱππικόν· νύκτωρ δὲ νόμος τοῖς Ἕλλησιν ἡγεῖσθαί ἐστι τὸ βραδύτατον·

色诺芬说道:“那么请考虑一下,如果我们真要在夜间行军,希腊人的规矩是否更为优越。因为在白天行军时,总是由最适合该地形的兵种领头,无论重装步兵、轻盾兵还是骑兵;但到了夜间,希腊人的规矩却是由行进最慢的部队在前开路。”

语法注4 条
  1. 7.3.26οὐ μὴ δείσῃς

    双重否定词 οὐ μή 连用并后接不定过去时虚拟式(δείσῃς),表示语意强烈的将来否定(“绝不会害怕”)。

  2. 7.3.29ὡς τιμώμενος ἐν τῷ πλησιαιτάτῳ δίφρῳ Σεύθῃ καθήμενος

    καθήμενος 是与动词 ἐτύγχανεν 连用的补充性分词。ὡς 表示身份或理由(“作为受到礼遇之人”)。与格 Σεύθῃ 与最高级形容词 πλησιαιτάτῳ 搭配,表示接近对象(“最靠近塞乌特斯”)。

  3. 7.3.32συγκατεσκεδάσατο μετʼ αὐτοῦ τὸ κέρας

    复合动词 συγκατασκεδάννυμαι(σύν + κατά + σκεδάννυμι)意为与对方一同将角杯中剩余的酒洒下或相互浇洒,指色雷斯人在宴饮敬酒时的习俗举动。

  4. 7.3.34οἵ τε γὰρ πολέμιοι Θρᾷκες καὶ ὑμεῖς οἱ φίλοι

    省略系动词 εἰσί 与 ἐστέ 的对仗句:“因为敌人是色雷斯人,而作为朋友的你们也是色雷斯人。”以此简练地解释了夜间因族裔难辨而必须禁止色雷斯人入营的缘由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.3.25-7.3.37