- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.3.14-7.3.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
全军表决通过与塞乌特斯联合作战后,希腊军官们受邀赴宴;赫拉克雷德斯在席前向众人索求赠予塞乌特斯的礼物,随后展现了色雷斯宴饮的礼俗与大胃王阿律斯塔斯的进餐场景。
ἐπὶ τούτοις εἶπεν ὁ Ξενοφῶν· εἴ τις ἀντιλέγει, λεγέτω· εἰ δὲ μή, ἐπιψηφιῶ ταῦτα. ἐπεὶ δὲ οὐδεὶς ἀντέλεγεν, ἐπεψήφισε, καὶ ἔδοξε ταῦτα. εὐθὺς δὲ Σεύθῃ εἶπεν, ὅτι συστρατεύσοιντο αὐτῷ.
色诺芬对此说道:“如果有人反对,请说出来;若无人反对,我将对此付诸表决。”由于无人反对,他便付诸表决,决议获得通过。他随即告知塞乌特斯,大家将与他一同出征。
μετὰ τοῦτο οἱ μὲν ἄλλοι κατὰ τάξεις ἐσκήνησαν, στρατηγοὺς δὲ καὶ λοχαγοὺς ἐπὶ δεῖπνον Σεύθης ἐκάλεσε, πλησίον κώμην ἔχων.
此后,其余人员按连队宿营,而塞乌特斯因占有附近的一个村庄,便邀请将领们和连长们共进晚餐。
ἐπεὶ δʼ ἐπὶ θύραις ἦσαν ὡς ἐπὶ δεῖπνον παριόντες, ἦν τις Ἡρακλείδης Μαρωνείτης· οὗτος προσιὼν ἑνὶ ἑκάστῳ οὕστινας ᾤετο ἔχειν τι δοῦναι Σεύθῃ, πρῶτον μὲν πρὸς Παριανούς τινας, οἳ παρῆσαν φιλίαν διαπραξόμενοι πρὸς Μήδοκον τὸν Ὀδρυσῶν βασιλέα καὶ δῶρα ἄγοντες αὐτῷ τε καὶ τῇ γυναικί, ἔλεγεν ὅτι Μήδοκος μὲν ἄνω εἴη δώδεκα ἡμερῶν ἀπὸ θαλάττης ὁδόν, Σεύθης δʼ ἐπεὶ τὸ στράτευμα τοῦτο εἴληφεν, ἄρχων ἔσοιτο ἐπὶ θαλάττῃ.
当他们来到门前准备入席晚餐时,有一个名叫赫拉克雷德斯的马罗内亚人。此人走近他认为有能力向塞乌特斯赠礼的每一个人,首先走向几个帕里翁人;这些人来此是为了与奥德鲁萨伊人的国王梅多库斯建立友好关系,并带来了献给他及其妻子的礼物。赫拉克雷德斯对他们说,梅多库斯身处内地,距海有十二天的路程,而塞乌特斯既然接掌了这支军队,将成为沿海一带的统治者。
γείτων οὖν ὢν ἱκανώτατος ἔσται ὑμᾶς καὶ εὖ καὶ κακῶς ποιεῖν. ἢν οὖν σωφρονῆτε, τούτῳ δώσετε ὅ τι ἄγετε· καὶ ἄμεινον ὑμῖν διακείσεται ἢ ἐὰν Μηδόκῳ τῷ πρόσω οἰκοῦντι διδῶτε.
“因此,作为邻人,他最有能力对你们施恩或为害。所以,如果你们明智的话,就会把所带的礼物送给他;这会比送给住得遥远的梅多库斯对你们更为有利。”
τούτους μὲν οὖν οὕτως ἔπειθεν. αὖθις δὲ Τιμασίωνι τῷ Δαρδανεῖ προσελθών, ἐπεὶ ἤκουσεν αὐτῷ εἶναι καὶ ἐκπώματα καὶ τάπιδας βαρβαρικάς, ἔλεγεν ὅτι νομίζοιτο ὁπότε ἐπὶ δεῖπνον καλέσαι Σεύθης δωρεῖσθαι αὐτῷ τοὺς κληθέντας. οὗτος δʼ ἢν μέγας ἐνθάδε γένηται, ἱκανὸς ἔσται σε καὶ οἴκαδε καταγαγεῖν καὶ ἐνθάδε πλούσιον ποιῆσαι. τοιαῦτα προυμνᾶτο1 ἑκάστῳ προσιών.
他就这样劝服了这些人。接着他又走到达尔达诺斯人蒂马西翁面前,听说他拥有酒杯和蛮族地毯,便对他说,每逢塞乌特斯设宴招待时,被邀请的人向他赠送礼物乃是规矩。“如果他在这里壮大起来,他既有能力护送你重返家园,也能让你在此发财致富。”他走近每个人,都进行这般的游说招徕。
προσελθὼν δὲ καὶ Ξενοφῶντι ἔλεγε· σὺ καὶ πόλεως μεγίστης εἶ καὶ παρὰ Σεύθῃ τὸ σὸν ὄνομα μέγιστόν ἐστι, καὶ ἐν τῇδε τῇ χώρᾳ ἴσως ἀξιώσεις καὶ τείχη λαμβάνειν, ὥσπερ καὶ ἄλλοι τῶν ὑμετέρων ἔλαβον, καὶ χώραν· ἄξιον οὖν σοι καὶ μεγαλοπρεπέστατα τιμῆσαι Σεύθην.
他也走向色诺芬说道:“你来自最伟大的城邦,在塞乌特斯那里名望最高,在这片土地上,你或许也会期望获得要塞和领地,正如你们的同胞中其他人曾经获得过的那样;因此,你也理应用最豪华的礼遇来尊崇塞乌特斯。
εὔνους δέ σοι ὢν παραινῶ· εὖ οἶδα γὰρ ὅτι ὅσῳ ἂν μείζω τούτῳ δωρήσῃ, τοσούτῳ μείζω ὑπὸ τούτου ἀγαθὰ πείσῃ.2 ἀκούων ταῦτα Ξενοφῶν ἠπόρει· οὐ γὰρ διεβεβήκει ἔχων ἐκ Παρίου εἰ μὴ παῖδα καὶ ὅσον ἐφόδιον.
我出于对你的善意才提出这番劝告;因为我深知,你向他赠送的礼物越丰厚,从他那里获得的好处也必将越重大。”色诺芬听了这话甚觉作难;因为他从帕里翁渡海过来时,身边除了一名仆童和仅够维持的旅费之外别无所有。
ἐπεὶ δὲ εἰσῆλθον ἐπὶ τὸ δεῖπνον τῶν τε Θρᾳκῶν οἱ κράτιστοι τῶν παρόντων καὶ οἱ στρατηγοὶ καὶ οἱ λοχαγοὶ τῶν Ἑλλήνων καὶ εἴ τις πρεσβεία παρῆν ἀπὸ πόλεως, τὸ δεῖπνον μὲν ἦν καθημένοις κύκλῳ· ἔπειτα δὲ τρίποδες εἰσηνέχθησαν πᾶσιν· οὗτοι δʼ ἦσαν κρεῶν μεστοὶ νενεμημένων, καὶ ἄρτοι ζυμῖται μεγάλοι προσπεπερονημένοι ἦσαν πρὸς τοῖς κρέασι.
当在场的色雷斯贵胄、希腊人的将领和连长们以及城邦派来的使团入席晚餐时,宴席是在众人围坐成一圈的形式下进行的。随后,给所有人端来了三脚食盘;盘中盛满了切好的肉块,肉旁用签子插着大块的发酵面包。
μάλιστα δʼ αἱ τράπεζαι κατὰ τοὺς ξένους αἰεὶ ἐτίθεντο· νόμος γὰρ ἦν—καὶ πρῶτος τοῦτο ἐποίει Σεύθης, καὶ ἀνελόμενος τοὺς ἑαυτῷ παρακειμένους ἄρτους διέκλα κατὰ μικρὸν καὶ ἐρρίπτει οἷς αὐτῷ ἐδόκει, καὶ τὰ κρέα ὡσαύτως, ὅσον μόνον γεύσασθαι ἑαυτῷ καταλιπών.
这些食盘总是特别摆放在宾客面前;因为按当地的规矩——塞乌特斯首先这样做——他拿起放在自己身旁的面包,掰成小块,掷给他看中的人,对肉也是如此,只给自己留下仅供品尝的分量。
καὶ οἱ ἄλλοι δὲ κατὰ ταὐτὰ ἐποίουν καθʼ οὓς αἱ τράπεζαι ἔκειντο. Ἀρκὰς δέ τις Ἀρύστας ὄνομα, φαγεῖν δεινός, τὸ μὲν διαρριπτεῖν εἴα χαίρειν,3 λαβὼν δὲ εἰς τὴν χεῖρα ὅσον τριχοίνικον ἄρτον καὶ κρέα θέμενος ἐπὶ τὰ γόνατα ἐδείπνει.
食盘摆在面前的其他人也都照此办理。但有一名名叫阿律斯塔斯的阿卡迪亚人,是个极能吃的人,他根本不去理会抛掷食物的把戏,而是手里抓起一块约有三柯伊尼克斯大的面包,把肉放在膝盖上,径自大嚼起来。
κέρατα δὲ οἴνου περιέφερον, καὶ πάντες ἐδέχοντο· ὁ δʼ Ἀρύστας, ἐπεὶ παρʼ αὐτὸν φέρων τὸ κέρας ὁ οἰνοχόος ἧκεν, εἶπεν ἰδὼν τὸν Ξενοφῶντα οὐκέτι δειπνοῦντα, ἐκείνῳ, ἔφη, δός·
装有葡萄酒的角杯被巡回传递,所有人都接受了;但当斟酒人端着角杯来到阿律斯塔斯身旁时,他见色诺芬已不再进食,便说道:“把酒给他吧!”
- 7.3.18προυμνᾶτο
动词 προμνάομαι(此处为未完成过去时第三人称单数)本义为“作媒、说合”,在此引申为“事先游说、斡旋招徕”,指赫拉克雷德斯四处替塞乌特斯招揽索要礼物的行为。
- 7.3.20ἀγαθὰ πείσῃ
πείσῃ 是动词 πάσχω(经历、承受)的将来中间态第二人称单数(源自 πείσομαι)。ἀγαθά 作内宾格,全句意为“你将从他那里获得好处/恩遇”。需注意与动词 πείθω(说服)的形式相区分。
- 7.3.23τὸ μὲν διαρριπτεῖν εἴα χαίρειν
短语 χαίρειν ἐάω 是固定习语,意为“置之不理、听之任之、告别”(与 χαίρειν λέγω 同义)。此处带冠词的不定词 τὸ διαρριπτεῖν(抛掷分发食物)充当 εἴα 的直接宾语,表示阿律斯塔斯对周围投掷食物的规矩概不过问。
