- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.3.1-7.3.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
色诺芬及全军拒绝了阿里斯塔库斯的召见,前往补给充裕的村庄并与塞乌特斯会合。塞乌特斯在那里提出了军饷与粮饷的条件,士兵们一致欣然接受。
ἀκούσαντες ταῦτα καὶ δεξιὰς δόντες καὶ λαβόντες ἀπήλαυνον· καὶ πρὸ ἡμέρας ἐγένοντο ἐπὶ στρατοπέδῳ καὶ ἀπήγγειλαν ἕκαστοι τοῖς πέμψασιν.
听了这些话并互致誓约之后,他们便骑马离去;天亮之前,他们返回营地,各自向派出他们的人作了汇报。
ἐπεὶ δὲ ἡμέρα ἐγένετο, ὁ μὲν Ἀρίσταρχος πάλιν ἐκάλει τοὺς στρατηγούς· τοῖς δʼ ἔδοξε τὴν μὲν πρὸς Ἀρίσταρχον ὁδὸν ἐᾶσαι, τὸ δὲ στράτευμα συγκαλέσαι. καὶ συνῆλθον πάντες πλὴν οἱ Νέωνος· οὗτοι δὲ ἀπεῖχον ὡς δέκα στάδια.
天亮之后,阿里斯塔库斯再次召集将领们;但将领们决定不去理会前往阿里斯塔库斯那里的召见,而是召集全军。除了涅翁麾下的人之外,全体人员都聚集起来;那些人驻扎在约十斯塔狄亚之外。
ἐπεὶ δὲ συνῆλθον, ἀναστὰς Ξενοφῶν εἶπε τάδε. ἄνδρες, διαπλεῖν μὲν ἔνθα βουλόμεθα Ἀρίσταρχος τριήρεις ἔχων κωλύει· ὥστε εἰς πλοῖα οὐκ ἀσφαλὲς ἐμβαίνειν· οὗτος δὲ αὑτὸς κελεύει εἰς Χερρόνησον βίᾳ διὰ τοῦ ἱεροῦ ὄρους πορεύεσθαι· ἢν δὲ κρατήσαντες τούτου ἐκεῖσε ἔλθωμεν, οὔτε πωλήσειν ἔτι ὑμᾶς φησιν ὥσπερ ἐν Βυζαντίῳ, οὔτε ἐξαπατήσεσθαι ἔτι ὑμᾶς,1 ἀλλὰ λήψεσθαι μισθόν, οὔτε περιόψεσθαι ἔτι ὥσπερ νυνὶ δεομένους τῶν ἐπιτηδείων.
大家集合完毕后,色诺芬站起来说道:“各位,就渡海前往我们想去的地方而言,阿里斯塔库斯拥有三列桨座战船加以阻拦;因此登船是不安全的。另一方面,正是这个人命令我们强行穿越圣山前往赫尔松尼苏斯;并宣称如果我们攻克此山到达那里,他决不会再像在拜占庭那样把你们变卖,你们也不会再受欺骗,反而会获得军饷,他也不会再像现在这样对你们缺乏补给坐视不管。
οὗτος μὲν ταῦτα λέγει· Σεύθης δέ φησιν, ἂν πρὸς ἐκεῖνον ἴητε, εὖ ποιήσειν ὑμᾶς. νῦν οὖν σκέψασθε πότερον ἐνθάδε μένοντες τοῦτο βουλεύσεσθε ἢ εἰς τὰ ἐπιτήδεια ἐπανελθόντες.
这个人说了这些话;但塞乌特斯说,如果你们前往他那里,他必会善待你们。那么现在请大家考虑,究竟是留在原地审议此事,还是回到有补给的地方再去商议。
ἐμοὶ μὲν οὖν δοκεῖ, ἐπεὶ ἐνθάδε οὔτε ἀργύριον ἔχομεν ὥστε ἀγοράζειν οὔτε ἄνευ ἀργυρίου ἐῶσι λαμβάνειν, ἐπανελθόντας εἰς τὰς κώμας ὅθεν οἱ ἥττους ἐῶσι λαμβάνειν,2 ἐκεῖ ἔχοντας τὰ ἐπιτήδεια ἀκούοντας ὅ τι τις ἡμῶν δεῖται, αἱρεῖσθαι ὅ τι ἂν ἡμῖν δοκῇ κράτιστον εἶναι.
在我看来,既然在这里我们既没有钱去购买,而且没有钱当地人也不允许我们拿取任何东西,那么最好的办法就是撤回到那些较弱者允许我们获取物资的村庄;在那里拥有了补给,并听取各方对我们的需求之后,再选择我们认为最好的方案。”
καὶ ὅτῳ γε, ἔφη, ταῦτα δοκεῖ, ἀράτω τὴν χεῖρα. ἀνέτειναν ἅπαντες. ἀπιόντες τοίνυν, ἔφη, συσκευάζεσθε, καὶ ἐπειδὰν παραγγέλλῃ τις, ἕπεσθε τῷ ἡγουμένῳ.
他又说:“赞同这一主张的人,请举手。”所有人都举起了手。他说:“那么大家回去收拾行装吧,一旦发出号令,就跟随领队出发。”
μετὰ ταῦτα Ξενοφῶν μὲν ἡγεῖτο, οἱ δʼ εἵποντο. Νέων δὲ καὶ παρʼ Ἀριστάρχου ἄλλοι ἔπειθον ἀποτρέπεσθαι· οἱ δʼ οὐχ ὑπήκουον. ἐπεὶ δʼ ὅσον τριάκοντα στάδια προεληλύθεσαν, ἀπαντᾷ Σεύθης. καὶ ὁ Ξενοφῶν ἰδὼν αὐτὸν προσελάσαι ἐκέλευσεν, ὅπως ὅτι πλείστων ἀκουόντων εἴποι αὐτῷ ἃ ἐδόκει συμφέρειν.
此后,色诺芬在前领路,众人紧随其后。涅翁以及阿里斯塔库斯派来的其他人极力劝说他们折回,但他们不予理睬。当他们前进了大约三十斯塔狄亚时,塞乌特斯前来进行会合。色诺芬见到他,便让他策马走近,以便在尽可能多的人听得见的情况下向他提出自认为有利的事项。
ἐπεὶ δὲ προσῆλθεν, εἶπε Ξενοφῶν· ἡμεῖς πορευόμεθα ὅπου μέλλει ἕξειν τὸ στράτευμα τροφήν· ἐκεῖ δʼ ἀκούοντες καὶ σοῦ καὶ τῶν τοῦ Λακωνικοῦ αἱρησόμεθα ἃ ἂν κράτιστα δοκῇ εἶναι. ἢν οὖν ἡμῖν ἡγήσῃ ὅπου πλεῖστά ἐστιν ἐπιτήδεια, ὑπὸ σοῦ νομιοῦμεν ξενίζεσθαι.
当塞乌特斯走上前来时,色诺芬说:“我们正前往军队能够获得粮食的地方;到了那里,在听取了你以及拉刻代蒙人代表的意见之后,我们将选择自认为最好的方案。因此,如果你带领我们去往补给最充足的地方,我们将认为受到了你的款待。”
καὶ ὁ Σεύθης ἔφη· ἀλλὰ οἶδα κώμας πολλὰς ἁθρόας καὶ πάντα ἐχούσας τὰ ἐπιτήδεια ἀπεχούσας ἡμῶν ὅσον διελθόντες ἂν ἡδέως ἀριστῴητε.3
塞乌特斯说:“我知道有许多村庄聚集在一起,存有各种必需物资,离我们的距离正好能让你们行军抵达后愉快地用早餐。”
ἡγοῦ τοίνυν, ἔφη ὁ Ξενοφῶν. ἐπεὶ δʼ ἀφίκοντο εἰς αὐτὰς τῆς δείλης, συνῆλθον οἱ στρατιῶται, καὶ εἶπε Σεύθης τοιάδε. ἐγώ, ὦ ἄνδρες, δέομαι ὑμῶν στρατεύεσθαι σὺν ἐμοί, καὶ ὑπισχνοῦμαι ὑμῖν δώσειν τοῖς στρατιώταις κυζικηνόν, λοχαγοῖς δὲ καὶ στρατηγοῖς τὰ νομιζόμενα· ἔξω δὲ τούτων τὸν ἄξιον τιμήσω. σῖτα δὲ καὶ ποτὰ ὥσπερ καὶ νῦν ἐκ τῆς χώρας λαμβάνοντες ἕξετε· ὁπόσα δʼ ἂν ἁλίσκηται ἀξιώσω αὐτὸς ἔχειν, ἵνα ταῦτα διατιθέμενος ὑμῖν τὸν μισθὸν πορίζω.
色诺芬说:“那么请带路吧。”傍晚当他们抵达这些村庄时,士兵们聚集在一起,塞乌特斯发表了如下讲话:“各位,我请求你们与我一同出征;我许诺发给你们每名士兵一枚基齐库斯币,给连长和将领们按惯例的数额;除此之外,有功之士我必予以褒奖。至于饮食,你们将像现在一样从这片土地上自行获取并占有;但凡俘获的所有战利品,我都要求由我自己保留,以便通过处理这些物资来为你们筹措军饷。
καὶ τὰ μὲν φεύγοντα καὶ ἀποδιδράσκοντα ἡμεῖς ἱκανοὶ ἐσόμεθα διώκειν καὶ μαστεύειν· ἂν δέ τις ἀνθιστῆται, σὺν ὑμῖν πειρασόμεθα χειροῦσθαι.
至于那些逃窜躲藏的敌人,我们将足以追击并搜寻他们;但如果有人抵抗,我们将与你们一同设法将其制服。”
ἐπήρετο ὁ Ξενοφῶν· πόσον δὲ ἀπὸ θαλάττης ἀξιώσεις συνέπεσθαί σοι τὸ στράτευμα; ὁ δʼ ἀπεκρίνατο· οὐδαμῇ πλεῖον ἑπτὰ ἡμερῶν, μεῖον δὲ πολλαχῇ.
色诺芬问道:“你要求军队跟随你深入内陆离海多远呢?”他回答说:“任何地方都不会超过七天的路程,在许多地方还会更少。”
μετὰ ταῦτα ἐδίδοτο λέγειν τῷ βουλομένῳ· καὶ ἔλεγον πολλοὶ κατὰ ταὐτὰ ὅτι παντὸς ἄξια λέγει Σεύθης· χειμὼν γὰρ εἴη καὶ οὔτε οἴκαδε ἀποπλεῖν τῷ τοῦτο βουλομένῳ δυνατὸν εἴη, διαγενέσθαι τε ἐν φιλίᾳ οὐχ οἷόν τε, εἰ δέοι ὠνουμένους ζῆν, ἐν δὲ τῇ πολεμίᾳ διατρίβειν καὶ τρέφεσθαι ἀσφαλέστερον μετὰ Σεύθου ἢ μόνους, ὄντων ἀγαθῶν τοσούτων.4 εἰ δὲ μισθὸν προσλήψοιντο, εὕρημα ἐδόκει εἶναι.
此后,准许愿意发言的人发言;许多人都众口一词地表示,塞乌特斯的话极其值得采纳。因为正值冬季,即使有人想乘船回乡也是不可能的;若必须靠购买维持生计,在友邦领地内也无法立足;而在物资如此丰富的情况下,在敌对地区驻扎并获取补给,跟随塞乌特斯总比单独行动更为安全。如果还能额外领取军饷,那简直是天赐的意外之财。
- 7.3.3οὔτε ἐξαπατήσεσθαι ἔτι ὑμᾶς
中息未来不定式 ἐξαπατήσεσθαι 在此作被动态使用(“受欺骗”),宾格 ὑμᾶς 为其主语。需要注意它与前面以阿里斯塔库斯为主语的主动态不定式 πωλήσειν 在主语和语态上的转换。
- 7.3.5ὅθεν οἱ ἥττους ἐῶσι λαμβάνειν
由关系副词 ὅθεν(先行词为 τὰς κώμας)引导的关系从句中,οἱ ἥττους(“较弱者”,即无力抵抗希腊军队的当地居民)是 ἐῶσι 的主语,支配不定式 λαμβάνειν,意为“较弱者不得不任由我们获取物资的村庄”。
- 7.3.9ὅσον διελθόντες ἂν ἡδέως ἀριστῴητε
关系词 ὅσον 表示距离的程度,与状语分词 διελθόντες 以及接 ἄν 的潜能祈愿气 ἀριστῴητε 连用,表达“距离近得恰好让你们走完之后能舒舒服服地吃早饭”。
- 7.3.13ὄντων ἀγαθῶν τοσούτων
独立属格结构(genitive absolute),在此作背景或原因说明(“在有如此充裕物资的情况下”),修饰前文的比较句,说明跟随塞乌特斯比单独行动更安全的背景。
