- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.2.25-7.2.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
色诺芬通过梅多萨德斯核实了以往的商谈细节后与塞乌特斯展开会谈;塞乌特斯叙述了自己欲收复父祖属地的愿望,并向希腊军队开出了丰厚的酬劳与安全保障。
ταῦτα εἰπὼν ἐπήρετο τὸν Μηδοσάδην εἰ ἀληθῆ ταῦτα εἴη. ὁ δʼ ἔφη. αὖθις ἦλθε Μηδοσάδης οὗτος ἐπεὶ ἐγὼ διέβην πάλιν ἐπὶ τὸ στράτευμα ἐκ Παρίου, ὑπισχνούμενος, εἰ ἄγοιμι τὸ στράτευμα πρὸς σέ, τἆλλα τέ σε φίλῳ μοι χρήσεσθαι καὶ ἀδελφῷ1 καὶ τὰ παρὰ θαλάττῃ μοι χωρία ὧν σὺ κρατεῖς ἔσεσθαι παρὰ σοῦ.
说完这些,他询问梅多萨德斯这些话是否属实;梅多萨德斯回答说是真的。“后来,”色诺芬接着说,“当我从帕里翁再次渡海回到军队时,眼前的梅多萨德斯又来了,向我许诺:如果我把军队带到你这里,你不仅在其他方面会待我如朋友和兄弟,而且你所占领的沿海地方也会由你赠予我。”
ἐπὶ τούτοις πάλιν ἤρετο τὸν Μηδοσάδην εἰ ἔλεγε ταῦτα. ὁ δὲ συνέφη καὶ ταῦτα. ἴθι νυν, ἔφη, ἀφήγησαι τούτῳ τί σοι ἀπεκρινάμην ἐν Καλχηδόνι πρῶτον.
针对这些话,色诺芬再次询问梅多萨德斯是否说过。梅多萨德斯对此也表示承认。“那么,”色诺芬说,“你向他陈述一下,起初在卡尔克顿我是如何答复你的。”
ἀπεκρίνω ὅτι τὸ στράτευμα διαβήσοιτο εἰς Βυζάντιον καὶ οὐδὲν τούτου ἕνεκα δέοι τελεῖν οὔτε σοὶ οὔτε ἄλλῳ· αὐτὸς δὲ ἐπεὶ διαβαίης, ἀπιέναι ἔφησθα· καὶ ἐγένετο οὕτως ὥσπερ σὺ ἔλεγες.
梅多萨德斯说:“你回答说军队将渡海前往拜占庭,为此无需向你或任何其他人支付任何报酬;至于你自己,你说一旦渡海过去便会离去;而事情的进展正如你所说的那样。”
τί γὰρ ἔλεγον, ἔφη, ὅτε κατὰ Σηλυμβρίαν ἀφίκου; οὐκ ἔφησθα οἷόν τε εἶναι, ἀλλʼ εἰς Πέρινθον ἐλθόντας διαβαίνειν εἰς τὴν Ἀσίαν.
“那么,当你来到塞吕姆布里亚附近时,”色诺芬问,“我又是怎么说的?”他回答说:“你说那不可能,而是应该前往佩林托斯,然后再渡海去亚洲。”
νῦν τοίνυν, ἔφη ὁ Ξενοφῶν, πάρειμι καὶ ἐγὼ καὶ οὗτος Φρυνίσκος εἷς τῶν στρατηγῶν καὶ Πολυκράτης οὗτος εἷς τῶν λοχαγῶν, καὶ ἔξω εἰσὶν ἀπὸ τῶν στρατηγῶν ὁ πιστότατος ἑκάστῳ πλὴν Νέωνος τοῦ Λακωνικοῦ.
“既然如此,”色诺芬说,“现在我和眼前的弗吕尼斯克斯——将领之一,以及眼前的波吕克拉特斯——连长之一,都在这里;在外面还有除拉克尼亚人涅翁之外、各位将领最信任的人。
εἰ οὖν βούλει πιστοτέραν εἶναι τὴν πρᾶξιν, καὶ ἐκείνους κάλεσαι. τὰ δὲ ὅπλα σὺ ἐλθὼν εἰπέ, ὦ Πολύκρατες, ὅτι ἐγὼ κελεύω καταλιπεῖν, καὶ αὐτὸς ἐκεῖ καταλιπὼν τὴν μάχαιραν εἴσιθι.
因此,如果你希望这桩契约更加可靠,也把他们召进来吧。波吕克拉特斯,你出去告诉他们,我命令他们把武器留在外面,你自己也把短剑留在那里再进来。”
ἀκούσας ταῦτα ὁ Σεύθης εἶπεν ὅτι οὐδενὶ ἂν ἀπιστήσειεν Ἀθηναίων· καὶ γὰρ ὅτι συγγενεῖς εἶεν εἰδέναι καὶ φίλους εὔνους ἔφη νομίζειν.2 μετὰ ταῦτα δʼ ἐπεὶ εἰσῆλθον οὓς ἔδει, πρῶτον Ξενοφῶν ἐπήρετο Σεύθην ὅ τι δέοιτο χρῆσθαι τῇ στρατιᾷ.
塞乌特斯听了这番话,说他决不会不信任任何雅典人;因为他说他知道彼此是同族亲属,并把他们视为亲善的朋友。此后,当该进来的人都进来后,色诺芬首先询问塞乌特斯,他想怎样使用这支军队。
ὁ δὲ εἶπεν ὧδε. Μαισάδης ἦν πατήρ μοι, ἐκείνου δὲ ἦν ἀρχὴ Μελανδῖται καὶ Θυνοὶ καὶ Τρανίψαι. ἐκ ταύτης οὖν τῆς χώρας, ἐπεὶ τὰ Ὀδρυσῶν πράγματα ἐνόσησεν, ἐκπεσὼν ὁ πατὴρ αὐτὸς μὲν ἀποθνῄσκει νόσῳ, ἐγὼ δʼ ἐξετράφην ὀρφανὸς παρὰ Μηδόκῳ τῷ νῦν βασιλεῖ.
塞乌特斯这样说道:“迈萨德斯是我的父亲,他的属地原本是梅兰狄泰人、梯尼人和特拉尼普赛人。后来由于奥德吕赛人的国势衰退,父亲从这片土地被驱逐出去,自己病死,而我成了孤儿,在现今的国王梅多科斯那里被抚养成人。
ἐπεὶ δὲ νεανίσκος ἐγενόμην, οὐκ ἐδυνάμην ζῆν εἰς ἀλλοτρίαν τράπεζαν ἀποβλέπων· καὶ ἐκαθεζόμην ἐνδίφριος αὐτῷ ἱκέτης δοῦναί μοι3 ὁπόσους δυνατὸς εἴη ἄνδρας, ὅπως καὶ τοὺς ἐκβαλόντας ἡμᾶς εἴ τι δυναίμην κακὸν ποιοίην καὶ ζῴην μὴ εἰς τὴν ἐκείνου τράπεζαν ἀποβλέπων.
到了青年时代,我无法忍受仰人鼻息的生活;于是我坐在他的车榻旁,作为恳求者请求他尽可能给我拨出人马,以便使我能够对那些驱逐我们的人竭尽全力予以打击,并且不再仰赖他的餐桌生活。
ἐκ τούτου μοι δίδωσι τοὺς ἄνδρας καὶ τοὺς ἵππους οὓς ὑμεῖς ὄψεσθε ἐπειδὰν ἡμέρα γένηται. καὶ νῦν ἐγὼ ζῶ τούτους ἔχων, λῃζόμενος τὴν ἐμαυτοῦ πατρῴαν χώραν. εἰ δέ μοι ὑμεῖς παραγένοισθε, οἶμαι ἂν σὺν τοῖς θεοῖς ῥᾳδίως ἀπολαβεῖν τὴν ἀρχήν. ταῦτʼ ἐστὶν ἃ ἐγὼ δέομαι.
因此,他给了我一些兵力和马匹,待天亮之后你们就会见到。现在我便依靠这些人生活,在自己祖传的土地上进行劫掠。但如果你们能前来相助,我想在众神的保佑下必能轻易收复属地。这些就是我所希望的。”
τί ἂν οὖν, ἔφη ὁ Ξενοφῶν, σὺ δύναιο, εἰ ἔλθοιμεν, τῇ τε στρατιᾷ διδόναι καὶ τοῖς λοχαγοῖς καὶ τοῖς στρατηγοῖς;
“那么,”色诺芬说,“如果我们前来的话,你能够给军队、连长和将领们提供什么报酬呢?
λέξον, ἵνα οὗτοι ἀπαγγέλλωσιν. ὁ δʼ ὑπέσχετο τῷ μὲν στρατιώτῃ κυζικηνόν, τῷ δὲ λοχαγῷ διμοιρίαν, τῷ δὲ στρατηγῷ τετραμοιρίαν, καὶ γῆν ὁπόσην ἂν βούλωνται καὶ ζεύγη καὶ χωρίον ἐπὶ θαλάττῃ τετειχισμένον.
请你说出来,好让他们回去传达。”于是塞乌特斯许诺给每名士兵一枚基齐库斯金币,给连长两倍,给将领四倍,此外还答应给予他们所希望的任意数量的土地、耕牛以及海边的设防据点。
ἐὰν δέ, ἔφη ὁ Ξενοφῶν, ταῦτα πειρώμενοι μὴ διαπράξωμεν, ἀλλά τις φόβος ἀπὸ Λακεδαιμονίων ᾖ, δέξῃ εἰς τὴν σεαυτοῦ, ἐάν τις ἀπιέναι βούληται παρὰ σέ;
“但是,”色诺芬说,“如果我们在做这些尝试时未能成功,反而因拉刻代蒙人而产生畏惧,如果有谁愿意撤离投奔到你这里,你会把他接纳进自己的领地吗?”
ὁ δʼ εἶπε· καὶ ἀδελφούς γε ποιήσομαι καὶ ἐνδιφρίους καὶ κοινωνοὺς ἁπάντων ὧν ἂν δυνώμεθα κτᾶσθαι. σοὶ δέ, ὦ Ξενοφῶν, καὶ θυγατέρα δώσω καὶ εἴ τις σοὶ ἔστι θυγάτηρ, ὠνήσομαι Θρᾳκίῳ νόμῳ,4 καὶ Βισάνθην οἴκησιν δώσω, ὅπερ ἐμοὶ κάλλιστον χωρίον ἐστὶ τῶν ἐπὶ θαλάττῃ.
塞乌特斯回答说:“我不仅要待他们如兄弟、席间同伴,还要让他们共享我们所能获得的一切。至于你,色诺芬啊,我不仅要把自己的女儿嫁给你;如果你有女儿,我也将按照色雷斯人的习俗出聘金娶她,并把比桑泰赠予你作为居所,那是我在沿海拥有的最好的据点。”
- 7.2.25τἆλλα τέ σε φίλῳ μοι χρήσεσθαι καὶ ἀδελφῷ
动词 χρήσεσθαι 支配与格宾语 μοι,φίλῳ 和 ἀδελφῷ 则作表语性与格(“待我如朋友和兄弟”)。τἆλλα 为副词性宾格(关系宾格)。
- 7.2.31καὶ γὰρ ὅτι συγγενεῖς εἶεν εἰδέναι καὶ φίλους εὔνους ἔφη νομίζειν
两个不定式 εἰδέναι 和 νομίζειν 并列依附于主动词 ἔφη。εἰδέναι 引导间接陈述从句 ὅτι συγγενεῖς εἶεν(“他们是同族亲属”),而 νομίζειν 则支配宾语 φίλους εὔνους。此处背景为雅典与色雷斯王室神话渊源(忒柔斯与普罗克涅的传说)。
- 7.2.33ἐκαθεζόμην ἐνδίφριος αὐτῷ ἱκέτης δοῦναί μοι
ἐνδίφριος(“同坐一车席者”)与主语一致,并支配与格 αὐτῷ。ἱκέτης(“作为恳求者”)同样为主格表语同位语,其后的不定式 δοῦναι 则依附于 ἱκέτης 表示请愿的内容(“恳求他给予我”)。
- 7.2.38ὠνήσομαι Θρᾳκίῳ νόμῳ
Θρᾳκίῳ νόμῳ 为方式/依据与格(“依照色雷斯的习俗”)。这指的是色雷斯人向女方家庭支付聘金迎娶新娘的买卖婚习俗,与希腊人提供嫁妆的习俗形成对比。
