← 色诺芬

长征记

§7.2.13-7.2.24

色诺芬夜访塞乌特斯与双方谈判

色诺芬识破阿里斯塔科斯的威胁与阴谋,放弃渡海前往亚洲,在获得吉兆后连夜前往塞乌特斯营地,就先前的盟约与承诺展开会谈。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.2.13

ὁ δὲ Ξενοφῶν ἔλεγεν ὅτι Ἀναξίβιος ἐκέλευσε καὶ ἐμὲ πρὸς τοῦτο ἔπεμψεν ἐνθάδε. πάλιν δʼ Ἀρίσταρχος ἔλεξεν· Ἀναξίβιος μὲν τοίνυν οὐκέτι ναύαρχος, ἐγὼ δὲ τῇδε ἁρμοστής· εἰ δέ τινα ὑμῶν λήψομαι ἐν τῇ θαλάττῃ, καταδύσω. ταῦτʼ εἰπὼν ᾤχετο εἰς τὸ τεῖχος. τῇ δʼ ὑστεραίᾳ μεταπέμπεται τοὺς στρατηγοὺς καὶ λοχαγοὺς τοῦ στρατεύματος.

但色诺芬说,是阿那克西比奥斯下的命令,并为了这个目的派自己到这里来的。阿里斯塔科斯再次说道:“阿那克西比奥斯现在不再是海军司令了,而我才是这里的总督;如果我在海上抓到你们中的任何人,定要把船击沉。”说完这番话,他便退回城墙内。次日,他召集军队的将领和连长们。

§7.2.14

ἤδη δὲ ὄντων πρὸς τῷ τείχει ἐξαγγέλλει τις τῷ Ξενοφῶντι ὅτι εἰ εἴσεισι, συλληφθήσεται καὶ ἢ αὐτοῦ τι πείσεται ἢ καὶ Φαρναβάζῳ παραδοθήσεται. ὁ δὲ ἀκούσας ταῦτα τοὺς μὲν προπέμπεται, αὐτὸς δὲ εἶπεν ὅτι θῦσαί τι βούλοιτο.

正当他们已经到达城墙附近时,有人密报色诺芬,说他一旦进去就会被逮捕,要么当场遭受不测,要么被移交给法尔纳巴佐斯。色诺芬听闻此事,便打发其他人先行进去,自己则声称想要做一次祭祀。

§7.2.15

καὶ ἀπελθὼν ἐθύετο εἰ παρεῖεν αὐτῷ οἱ θεοὶ πειρᾶσθαι πρὸς Σεύθην ἄγειν τὸ στράτευμα. ἑώρα γὰρ οὔτε διαβαίνειν ἀσφαλὲς ὂν τριήρεις ἔχοντος τοῦ κωλύσοντος,1 οὔτʼ ἐπὶ Χερρόνησον ἐλθὼν κατακλεισθῆναι ἐβούλετο καὶ τὸ στράτευμα ἐν πολλῇ σπάνει πάντων γενέσθαι ἔνθα πείθεσθαι μὲν ἀνάγκη τῷ ἐκεῖ ἁρμοστῇ, τῶν δὲ ἐπιτηδείων οὐδὲν ἔμελλεν ἕξειν τὸ στράτευμα.

他走开后便献祭占卜,询问众神是否准许他尝试带领军队投奔塞乌特斯。因为他看出,在阻拦者拥有三桨座战船的情况下,渡海并不安全;他也不愿前往切尔索尼斯而被围困其中,使全军陷入各种物资的极大匮乏,在那里固然必须服从当地总督的命令,军队却不可能获得任何日用给养。

§7.2.16

καὶ ὁ μὲν ἀμφὶ ταῦτʼ εἶχεν· οἱ δὲ στρατηγοὶ καὶ οἱ λοχαγοὶ ἥκοντες παρὰ τοῦ Ἀριστάρχου ἀπήγγελλον ὅτι νῦν μὲν ἀπιέναι σφᾶς κελεύει, τῆς δείλης δὲ ἥκειν· ἔνθα καὶ δήλη μᾶλλον ἐδόκει ἡ ἐπιβουλή.

正当他忙于此事时,从阿里斯塔科斯那里回来的将领和连长们报告说,阿里斯塔科斯吩咐他们眼下先回去,傍晚再来;至此,这一阴谋显得更加明显了。

§7.2.17

ὁ οὖν Ξενοφῶν, ἐπεὶ ἐδόκει τὰ ἱερὰ καλὰ εἶναι αὐτῷ καὶ τῷ στρατεύματι ἀσφαλῶς πρὸς Σεύθην ἰέναι, παραλαβὼν Πολυκράτην τὸν Ἀθηναῖον λοχαγὸν καὶ παρὰ τῶν στρατηγῶν ἑκάστου ἄνδρα πλὴν παρὰ Νέωνος ᾧ ἕκαστος ἐπίστευεν ᾤχετο τῆς νυκτὸς ἐπὶ τὸ Σεύθου στράτευμα ἑξήκοντα στάδια.

色诺芬见祭牲的兆头显示他和军队安全投奔塞乌特斯是吉利的,便带上雅典人连长波吕克拉特斯,以及除涅翁外每位将领各自信任的一名部下,连夜出发前往塞乌特斯的军队,路程有六十斯塔狄翁。

§7.2.18

ἐπεὶ δʼ ἐγγὺς ἦσαν αὐτοῦ, ἐπιτυγχάνει πυροῖς ἐρήμοις. καὶ τὸ μὲν πρῶτον ᾤετο μετακεχωρηκέναι ποι τὸν Σεύθην· ἐπεὶ δὲ θορύβου τε ᾔσθετο καὶ σημαινόντων ἀλλήλοις τῶν περὶ Σεύθην, κατέμαθεν ὅτι τούτου ἕνεκα τὰ πυρὰ κεκαυμένα εἴη τῷ Σεύθῃ πρὸ τῶν νυκτοφυλάκων,2 ὅπως οἱ μὲν φύλακες μὴ ὁρῷντο ἐν τῷ σκότει ὄντες μήτε ὁπόσοι μήτε ὅπου εἶεν, οἱ δὲ προσιόντες μὴ λανθάνοιεν, ἀλλὰ διὰ τὸ φῶς καταφανεῖς εἶεν·

当他们接近那里时,遇到了无人的篝火。起初他还以为塞乌特斯转移到别处去了;但他察觉到骚动声并发现塞乌特斯的部下在彼此传递信号,这才明白塞乌特斯之所以把火堆点在夜间哨兵的前面,是为了使哨兵留在黑暗中,其人数和所在位置都不被看清,而接近的人则不会隐蔽匿形,反倒在火光映照下显露无遗。

§7.2.19

ἐπεὶ δὲ ᾔσθετο, προπέμπει τὸν ἑρμηνέα ὃν ἐτύγχανεν ἔχων, καὶ εἰπεῖν κελεύει Σεύθῃ ὅτι Ξενοφῶν πάρεστι βουλόμενος συγγενέσθαι αὐτῷ. οἱ δὲ ἤροντο εἰ ὁ Ἀθηναῖος ὁ ἀπὸ τοῦ στρατεύματος.

察觉到这一点后,他派出身边恰好带着的通译,吩咐他告诉塞乌特斯,色诺芬在此,希望能与他会面。对方询问是否就是来自军队的那位雅典人。

§7.2.20

ἐπειδὴ δὲ ἔφη οὗτος εἶναι, ἀναπηδήσαντες ἐδίωκον· καὶ ὀλίγον ὕστερον παρῆσαν πελτασταὶ ὅσον διακόσιοι, καὶ παραλαβόντες Ξενοφῶντα καὶ τοὺς σὺν αὐτῷ ἦγον πρὸς Σεύθην.

当他回答说正是自己时,他们便跳将起来策马飞奔;不多时,约二百名轻盾兵赶来,接引色诺芬及随行人员前往塞乌特斯处。

§7.2.21

ὁ δʼ ἦν ἐν τύρσει μάλα φυλαττόμενος, καὶ ἵπποι περὶ αὐτὴν κύκλῳ ἐγκεχαλινωμένοι· διὰ γὰρ τὸν φόβον τὰς μὲν ἡμέρας ἐχίλου τοὺς ἵππους, τὰς δὲ νύκτας ἐγκεχαλινωμένοις ἐφυλάττετο.3

塞乌特斯身处一座哨塔中,戒备森严,周围环绕着套好辔头的战马;出于恐惧,他白天给马喂饲料,夜间则让马套着辔头进行警戒防备。

§7.2.22

ἐλέγετο γὰρ καὶ πρόσθεν Τήρης ὁ τούτου πρόγονος ἐν ταύτῃ τῇ χώρᾳ πολὺ ἔχων στράτευμα ὑπὸ τούτων τῶν ἀνδρῶν πολλοὺς ἀπολέσαι καὶ τὰ σκευοφόρα ἀφαιρεθῆναι· ἦσαν δʼ οὗτοι Θυνοί, πάντων λεγόμενοι εἶναι μάλιστα νυκτὸς πολεμικώτατοι.

因为据说从前他的祖先特雷斯在这片土地上虽拥有大军,却有许多人丧生于这些人手下,辎重也被洗劫一空;这些人是梯尼人,据说是所有人中最善于夜战的勇士。

§7.2.23

ἐπεὶ δʼ ἐγγὺς ἦσαν, ἐκέλευσεν εἰσελθεῖν Ξενοφῶντα ἔχοντα δύο οὓς βούλοιτο. ἐπειδὴ δʼ ἔνδον ἦσαν, ἠσπάζοντο μὲν πρῶτον ἀλλήλους καὶ κατὰ τὸν Θρᾴκιον νόμον κέρατα οἴνου προύπινον· παρῆν δὲ καὶ Μηδοσάδης τῷ Σεύθῃ, ὅσπερ ἐπρέσβευεν αὐτῷ πάντοσε.

当他们临近时,塞乌特斯命令色诺芬带上任意两名他所希望的人进内。进到里面后,他们先是互致问候,并按照色雷斯人的习俗用牛角杯斟酒对饮;曾代表塞乌特斯出使各方的梅多萨德斯也在他身边。

§7.2.24

ἔπειτα δὲ Ξενοφῶν ἤρχετο λέγειν· ἔπεμψας πρὸς ἐμέ, ὦ Σεύθη, εἰς Καλχηδόνα πρῶτον Μηδοσάδην τουτονί, δεόμενός μου συμπροθυμηθῆναι διαβῆναι τὸ στράτευμα ἐκ τῆς Ἀσίας, καὶ ὑπισχνούμενός μοι, εἰ ταῦτα πράξαιμι, εὖ ποιήσειν, ὡς ἔφη Μηδοσάδης οὗτος.

接着色诺芬开口说道:“塞乌特斯啊,你起初曾把眼前的梅多萨德斯派到卡尔克顿见我,恳请我鼎力相助使军队从亚洲渡海过来,并向我许诺,如果我办成此事,你必厚报于我,正如这位梅多萨德斯所言。”

语法注3 条
  1. 7.2.15τριήρεις ἔχοντος τοῦ κωλύσοντος

    属格独立结构,意为“当阻拦者拥有三桨座战船时”。名词化的将来时分词 τοῦ κωλύσοντος 指代行为者(即阿里斯塔科斯),为前面的 διαβαίνειν ἀσφαλὲς ὂν 提供原因或背景情况。

  2. 7.2.18τὰ πυρὰ κεκαυμένα εἴη τῷ Σεύθῃ πρὸ τῶν νυκτοφυλάκων

    ὅτι 从句中的谓语动词是完成时被动祈愿语气 κεκαυμένα εἴη,在过去主动词 κατέμαθεν 之后的间接引语中代替直陈式完成时(κεκαυμένα ἐστί)。与格 τῷ Σεύθῃ 是常与完成时被动态连用的施事与格(dative of agent),意为“由塞乌特斯点燃”。

  3. 7.2.21ἐγκεχαλινωμένοις ἐφυλάττετο

    ἐγκεχαλινωμένοις 是与格阳性复数分词,承接前句的 ἵπποι,作手段与格或伴随情况与格使用,意为“用套着辔头的马(或让马一直套着辔头)进行戒备”。中动态动词 ἐφυλάττετο 表示“自我防范、警戒”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.2.13-7.2.24