← 色诺芬

长征记

§7.2.1-7.2.12

军队的分裂危机与阿里斯塔科斯阻挠渡海

柯伊拉塔达斯离去后,将领们因行军去向发生分歧,军队出现溃散;阿那克西比奥斯因职务交接而失势后派色诺芬去重新召集军队渡海前往亚洲,但新任总督阿里斯塔科斯赶到佩林托斯阻止渡海。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.2.1

Νέων δὲ ὁ Ἀσιναῖος καὶ Φρυνίσκος ὁ Ἀχαιὸς καὶ Φιλήσιος ὁ Ἀχαιὸς καὶ Ξανθικλῆς ὁ Ἀχαιὸς καὶ Τιμασίων ὁ Δαρδανεὺς ἐπέμενον ἐπὶ τῇ στρατιᾷ, καὶ εἰς κώμας τῶν Θρᾳκῶν προελθόντες τὰς κατὰ Βυζάντιον ἐστρατοπεδεύοντο.

阿西涅人涅翁、阿开亚人弗律尼斯柯斯、阿开亚人斐勒西奥斯、阿开亚人克桑蒂克勒斯以及达尔达诺斯人提马西翁留在军队中;他们推进到拜占庭对面的色雷斯人村落驻扎下来。

§7.2.2

καὶ οἱ στρατηγοὶ ἐστασίαζον, Κλεάνωρ μὲν καὶ Φρυνίσκος πρὸς Σεύθην βουλόμενοι ἄγειν· ἔπειθε γὰρ αὐτούς, καὶ ἔδωκε τῷ μὲν ἵππον, τῷ δὲ γυναῖκα· Νέων δὲ εἰς Χερρόνησον, οἰόμενος, εἰ ὑπὸ Λακεδαιμονίοις γένοιντο, παντὸς ἂν προεστάναι1 τοῦ στρατεύματος· Τιμασίων δὲ προυθυμεῖτο πέραν εἰς τὴν Ἀσίαν πάλιν διαβῆναι, οἰόμενος ἂν οἴκαδε κατελθεῖν.

将领们意见不一:克勒阿诺尔和弗律尼斯柯斯主张带领军队投奔塞乌特斯,因为塞乌特斯一直在劝诱他们,送给前者一匹马,送给后者一个女人;涅翁则主张前往切尔索尼斯,以为如果归附拉刻代蒙人,自己就能统领全军;而提马西翁一心想再次渡海返回亚洲,以为这样就能回到家乡。

§7.2.3

καὶ οἱ στρατιῶται ταὐτὰ ἐβούλοντο. διατριβομένου δὲ τοῦ χρόνου πολλοὶ τῶν στρατιωτῶν, οἱ μὲν τὰ ὅπλα ἀποδιδόμενοι κατὰ τοὺς χώρους ἀπέπλεον ὡς ἐδύναντο, οἱ δὲ καὶ εἰς τὰς πόλεις κατεμίγνυντο.

士兵们也渴望同样的事。然而随着时间的拖延,许多士兵——有的在各地变卖了武器——尽可能乘船离去,有的甚至散入各城邦中消融不见。

§7.2.4

Ἀναξίβιος δʼ ἔχαιρε ταῦτα ἀκούων, διαφθειρόμενον τὸ στράτευμα· τούτων γὰρ γιγνομένων ᾤετο μάλιστα χαρίζεσθαι Φαρναβάζῳ.

阿那克西比奥斯听到这支军队正在瓦解的消息十分高兴;因为他以为,如果出现这种局面,最能讨好法尔纳巴佐斯。

§7.2.5

ἀποπλέοντι δὲ Ἀναξιβίῳ ἐκ Βυζαντίου συναντᾷ Ἀρίσταρχος ἐν Κυζίκῳ διάδοχος Κλεάνδρῳ Βυζαντίου ἁρμοστής· ἐλέγετο δὲ ὅτι καὶ ναύαρχος διάδοχος Πῶλος ὅσον οὐ παρείη2 ἤδη εἰς Ἑλλήσποντον.

当阿那克西比奥斯从拜占庭乘船离开时,接替拜占庭总督克勒安德罗斯的阿里斯塔科斯在库齐柯斯与他相遇;据说继任的海军司令波洛斯也已快要抵达赫勒斯滂。

§7.2.6

καὶ Ἀναξίβιος τῷ μὲν Ἀριστάρχῳ ἐπιστέλλει ὁπόσους ἂν εὕρῃ ἐν Βυζαντίῳ τῶν Κύρου στρατιωτῶν ὑπολελειμμένους ἀποδόσθαι· ὁ δὲ Κλέανδρος οὐδένα ἐπεπράκει, ἀλλὰ καὶ τοὺς κάμνοντας ἐθεράπευεν οἰκτίρων καὶ ἀναγκάζων οἰκίᾳ δέχεσθαι· Ἀρίσταρχος δʼ ἐπεὶ ἦλθε τάχιστα, οὐκ ἐλάττους τετρακοσίων ἀπέδοτο.

阿那克西比奥斯嘱咐阿里斯塔科斯,凡是在拜占庭发现被遗留下的居鲁士的士兵,都要卖为奴隶。克勒安德罗斯此前一个人也没有卖过,反而出于怜悯照顾伤病员,强令市民将他们接纳进家中;但阿里斯塔科斯刚一到达,就卖掉了不下四百人。

§7.2.7

Ἀναξίβιος δὲ παραπλεύσας εἰς Πάριον πέμπει παρὰ Φαρνάβαζον κατὰ τὰ συγκείμενα. ὁ δʼ ἐπεὶ ᾔσθετο Ἀρίσταρχόν τε ἥκοντα εἰς Βυζάντιον ἁρμοστὴν καὶ Ἀναξίβιον οὐκέτι ναυαρχοῦντα, Ἀναξιβίου μὲν ἠμέλησε, πρὸς Ἀρίσταρχον δὲ διεπράττετο τὰ αὐτὰ περὶ τοῦ Κύρου στρατεύματος ἅπερ πρὸς Ἀναξίβιον.

阿那克西比奥斯沿海航行到帕利翁,按照先前的约定派人去见法尔纳巴佐斯。但法尔纳巴佐斯得知阿里斯塔科斯已作为总督到达拜占庭、阿那克西比奥斯不再担任海军司令之后,就冷落了阿那克西比奥斯,转而同阿里斯塔科斯商谈关于居鲁士军队的事宜,内容与此前同阿那克西比奥斯商谈的完全一样。

§7.2.8

ἐκ τούτου ὁ Ἀναξίβιος καλέσας Ξενοφῶντα κελεύει πάσῃ τέχνῃ καὶ μηχανῇ πλεῦσαι ἐπὶ τὸ στράτευμα ὡς τάχιστα, καὶ συνέχειν τε αὐτὸ καὶ συναθροίζειν τῶν διεσπαρμένων ὡς ἂν πλείστους δύνηται, καὶ παραγαγόντα εἰς τὴν Πέρινθον διαβιβάζειν εἰς τὴν Ἀσίαν ὅτι τάχιστα· καὶ δίδωσιν αὐτῷ τριακόντορον καὶ ἐπιστολὴν καὶ ἄνδρα συμπέμπει κελεύσοντα τοὺς Περινθίους ὡς τάχιστα Ξενοφῶντα προπέμψαι τοῖς ἵπποις ἐπὶ τὸ στράτευμα.

于是阿那克西比奥斯召来色诺芬,吩咐他千方百计、以最快速度乘船赶赴军队,维系住队伍,尽可能多地收拢溃散的士兵,并将他们带到佩林托斯,尽快运送过海到亚洲;他还交给他一艘三十桨船和一封信,并派了一名使者同行,令佩林托斯人尽快用马匹护送色诺芬前往军队。

§7.2.9

καὶ ὁ μὲν Ξενοφῶν διαπλεύσας ἀφικνεῖται ἐπὶ τὸ στράτευμα· οἱ δὲ στρατιῶται ἐδέξαντο ἡδέως καὶ εὐθὺς εἵποντο ἄσμενοι ὡς διαβησόμενοι ἐκ τῆς Θρᾴκης εἰς τὴν Ἀσίαν.

色诺芬渡海抵达军中;士兵们欣然接纳了他,并立刻欢天喜地地跟从他,以为就要从色雷斯渡海去往亚洲。

§7.2.10

ὁ δὲ Σεύθης ἀκούσας ἥκοντα πάλιν πέμψας πρὸς αὐτὸν κατὰ θάλατταν Μηδοσάδην ἐδεῖτο τὴν στρατιὰν ἄγειν πρὸς ἑαυτόν, ὑπισχνούμενος αὐτῷ ὅ τι ᾤετο λέγων πείσειν. ὁ δʼ ἀπεκρίνατο ὅτι οὐδὲν οἷόν τε εἴη τούτων γενέσθαι. καὶ ὁ μὲν ταῦτα ἀκούσας ᾤχετο.

塞乌特斯听说色诺芬回来了,再次走海路派梅多萨德斯去见他,恳请他把军队带到自己那里,并向他许诺各种自以为能说动他的好处。色诺芬回答说,这些事决不可能办到;梅多萨德斯听罢便离开了。

§7.2.11

οἱ δὲ Ἕλληνες ἐπεὶ ἀφίκοντο εἰς Πέρινθον, Νέων μὲν ἀποσπάσας ἐστρατοπεδεύσατο χωρὶς ἔχων ὡς ὀκτακοσίους ἀνθρώπους· τὸ δʼ ἄλλο στράτευμα πᾶν ἐν τῷ αὐτῷ παρὰ τὸ τεῖχος τὸ Περινθίων ἦν.

希腊军队到达佩林托斯后,涅翁带出约八百人单独扎营;其余全部兵力都在同一处,靠近佩林托斯人的城墙。

§7.2.12

μετὰ ταῦτα Ξενοφῶν μὲν ἔπραττε περὶ πλοίων, ὅπως ὅτι τάχιστα διαβαῖεν. ἐν δὲ τούτῳ ἀφικόμενος Ἀρίσταρχος ὁ ἐκ Βυζαντίου ἁρμοστής, ἔχων δύο τριήρεις, πεπεισμένος ὑπὸ Φαρναβάζου τοῖς τε ναυκλήροις ἀπεῖπε μὴ διάγειν3 ἐλθών τε ἐπὶ τὸ στράτευμα τοῖς στρατιώταις εἶπε μὴ περαιοῦσθαι εἰς τὴν Ἀσίαν.

此后,色诺芬正在接洽船只,以便他们尽快渡海。就在此时,拜占庭总督阿里斯塔科斯率领两艘三桨座战船赶来;他已被法尔纳巴佐斯说服,严禁船主们运送军队渡海,又亲自来到军营,警告士兵们不可渡往亚洲。

语法注3 条
  1. 7.2.2παντὸς ἂν προεστάναι

    由 οἰόμενος 引出的不定式带有 ἄν,是将条件句结果分句(相当于 ἂν προσταίη 或 ἂν προέστη)转入间接引语的不定式结构,表示潜在假定:“(若归附拉刻代蒙人)自己便能够统领全军”。

  2. 7.2.5ὅσον οὐ παρείη

    成语 ὅσον οὐ 作副词用,意为“几乎”、“指日即到”(拉丁语 tantum non)。动词 παρείη 是在过去传述动词 ἐλέγετο 引出的间接引语从句中的希求语气,代替直陈式 πάρεστι。

  3. 7.2.12ἀπεῖπε μὴ διάγειν

    在表示禁止的动词 ἀπαγορεύω(ἀπεῖπε)之后,不定式 διάγειν 带有冗余否定词 μή。此处并非双重否定,而是表示单一的禁止含义:“禁止他们运送渡海”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.2.1-7.2.12