- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.1.29-7.1.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
色诺芬说服士兵放弃洗劫拜占庭,军队向阿那克西比奥斯派去使者后撤出城外。自告奋勇的底比斯人柯伊拉塔达斯许诺供应军粮并接任统帅,但因无法兑现而迅速辞职离去。
μὴ πρὸς θεῶν μαινώμεθα μηδʼ αἰσχρῶς ἀπολώμεθα πολέμιοι ὄντες καὶ ταῖς πατρίσι καὶ τοῖς ἡμετέροις αὐτῶν φίλοις τε καὶ οἰκείοις. ἐν γὰρ ταῖς πόλεσίν εἰσι πάντες ταῖς ἐφʼ ἡμᾶς στρατευσομέναις, καὶ δικαίως, εἰ βάρβαρον μὲν πόλιν οὐδεμίαν ἠθελήσαμεν κατασχεῖν, καὶ ταῦτα κρατοῦντες, Ἑλληνίδα δὲ εἰς ἣν πρώτην ἤλθομεν πόλιν, ταύτην ἐξαλαπάξομεν.
看在诸神的份上,我们绝不可发疯,也不可作为我们祖国以及我们自己的亲友的敌人而可耻地毁灭。因为他们全都在那将要出兵讨伐我们的城邦之中,而且那完全是理所当然的,如果我们连一座蛮族的城池都不曾企图占领——况且当时我们还是胜者——却要抢掠我们所到达的第一座希腊人城池的话。
ἐγὼ μὲν τοίνυν εὔχομαι πρὶν ταῦτα ἐπιδεῖν ὑφʼ ὑμῶν γενόμενα μυρίας ἐμέ γε κατὰ τῆς γῆς ὀργυιὰς γενέσθαι. καὶ ὑμῖν δὲ συμβουλεύω Ἕλληνας ὄντας τοῖς τῶν Ἑλλήνων προεστηκόσι πειθομένους πειρᾶσθαι τῶν δικαίων τυγχάνειν. ἐὰν δὲ μὴ δύνησθε ταῦτα, ἡμᾶς δεῖ ἀδικουμένους τῆς γοῦν Ἑλλάδος μὴ στέρεσθαι.
因此,我本人祈愿,在亲眼见到你们做出这等事之前,宁可被埋入万寻地下。我也劝告你们,既然大家都是希腊人,就当顺从希腊人的统领,以此争取获得应得的正义待遇。但如果你们无法获得这些,我们即使受了委屈,至少也决不可连希腊本土都无法容身。
καὶ νῦν μοι δοκεῖ πέμψαντας Ἀναξιβίῳ εἰπεῖν ὅτι ἡμεῖς οὐδὲν βίαιον ποιήσοντες παρεληλύθαμεν εἰς τὴν πόλιν, ἀλλʼ ἢν μὲν δυνώμεθα παρʼ ὑμῶν ἀγαθόν τι εὑρίσκεσθαι, εἰ δὲ μή, ἀλλὰ δηλώσοντες1 ὅτι οὐκ ἐξαπατώμενοι ἀλλὰ πειθόμενοι ἐξερχόμεθα.
现在依我看,应当派人告诉阿那克西比奥斯:我们进入城内决非为了施加暴力,而是若有可能,希望从你们那里得到某种善待;退一步讲,我们也是要表明,我们撤离并非因为受了欺骗,而是因为服从指挥。”
ταῦτα ἔδοξε, καὶ πέμπουσιν Ἱερώνυμόν τε τὸν Ἠλεῖον ἐροῦντα ταῦτα καὶ Εὐρύλοχον Ἀρκάδα καὶ Φιλήσιον Ἀχαιόν. οἱ μὲν ταῦτα ᾤχοντο ἐροῦντες.
大家赞同了这一主张,便派伊利斯人希厄罗纽摩斯、阿卡迪亚人欧律洛科斯和阿开亚人斐勒西奥斯去传达这番话。他们便前去传话了。
ἔτι δὲ καθημένων τῶν στρατιωτῶν προσέρχεται Κοιρατάδας Θηβαῖος, ὃς οὐ φεύγων τὴν Ἑλλάδα περιῄει ἀλλὰ στρατηγιῶν καὶ ἐπαγγελλόμενος, εἴ τις ἢ πόλις ἢ ἔθνος στρατηγοῦ δέοιτο· καὶ τότε προσελθὼν ἔλεγεν ὅτι ἕτοιμος εἴη ἡγεῖσθαι αὐτοῖς εἰς τὸ Δέλτα καλούμενον τῆς Θρᾴκης, ἔνθα πολλὰ κἀγαθὰ λήψοιντο· ἔστε δʼ ἂν μόλωσιν, εἰς ἀφθονίαν παρέξειν ἔφη καὶ σιτία καὶ ποτά.
当士兵们还席地而坐时,底比斯人柯伊拉塔达斯走了过来;他并非逃亡离开希腊而在外流浪,而是一心想当将军,凡有城邦或部族需要统帅,他便毛遂自荐。此时他走上前来说,自己愿意带领他们前往所谓的色雷斯三角洲,在那里他们将获得大量丰盛的财物;他还声称,在抵达那里之前,他会充裕地供给饮食。
ἀκούουσι ταῦτα τοῖς στρατιώταις2 καὶ τὰ παρὰ Ἀναξιβίου ἅμα ἀπαγγελλόμενα (ἀπεκρίνατο γὰρ ὅτι πειθομένοις αὐτοῖς οὐ μεταμελήσει, ἀλλὰ τοῖς τε οἴκοι τέλεσι ταῦτα ἀπαγγελεῖ καὶ αὐτὸς βουλεύσοιτο περὶ αὐτῶν ὅ τι δύναιτο ἀγαθόν), ἐκ τούτου οἱ στρατιῶται τόν τε Κοιρατάδαν δέχονται στρατηγὸν καὶ ἔξω τοῦ τείχους ἀπῆλθον. ὁ δὲ Κοιρατάδας συντίθεται αὐτοῖς εἰς τὴν ὑστεραίαν παρέσεσθαι ἐπὶ τὸ στράτευμα ἔχων καὶ ἱερεῖα καὶ μάντιν καὶ σιτία καὶ ποτὰ τῇ στρατιᾷ.
当士兵们听着这番话时,阿那克西比奥斯那边的回话也同时传到了(因为他回答说,只要他们服从,就决不会后悔,他将把此事向国内当局禀报,自己也会尽其所能为他们谋取好处);于是士兵们接纳柯伊拉塔达斯为将军,并走出了城墙。柯伊拉塔达斯与他们约定,次日将携牺牲、占卜官以及全军所需的饮食来到军营中。
ἐπεὶ δὲ ἐξῆλθον, ὁ Ἀναξίβιος ἔκλεισε τὰς πύλας καὶ ἐκήρυξεν ὃς ἂν ἁλῷ ἔνδον ὢν τῶν στρατιωτῶν ὅτι πεπράσεται.
他们一出去,阿那克西比奥斯便关闭了城门,并发布宣告:凡被发现留在城内的士兵都将被卖为奴隶。
τῇ δʼ ὑστεραίᾳ Κοιρατάδας μὲν ἔχων τὰ ἱερεῖα καὶ τὸν μάντιν ἧκε καὶ ἄλφιτα φέροντες εἵποντο αὐτῷ εἴκοσιν ἄνδρες καὶ οἶνον ἄλλοι εἴκοσι καὶ ἐλαῶν τρεῖς καὶ σκορόδων ἀνὴρ ὅσον ἐδύνατο μέγιστον φορτίον καὶ ἄλλος κρομμύων. ταῦτα δὲ καταθέμενος ὡς ἐπὶ δάσμευσιν ἐθύετο.
次日,柯伊拉塔达斯带着牺牲和占卜官前来,跟随着他的有二十人背运大麦粉,另有二十人背运酒,三人背运橄榄,一人尽可能背了最大一包大蒜,还有一人背着洋葱。他把这些东西放下,摆出一副要分发的样子,随后开始献祭。
Ξενοφῶν δὲ μεταπεμψάμενος Κλέανδρον ἐκέλευε διαπρᾶξαι ὅπως εἰς τὸ τεῖχος εἰσέλθοι καὶ ἀποπλεύσαι ἐκ Βυζαντίου.
色诺芬则派人请来克勒安德罗斯,请他设法使自己能够进城并乘船离开拜占庭。
ἐλθὼν δʼ ὁ Κλέανδρος, μάλα μόλις, ἔφη, διαπραξάμενος ἥκω· λέγειν γὰρ Ἀναξίβιον ὅτι οὐκ ἐπιτήδειον εἴη τοὺς μὲν στρατιώτας πλησίον εἶναι τοῦ τείχους, Ξενοφῶντα δὲ ἔνδον· τοὺς Βυζαντίους δὲ στασιάζειν καὶ πονηροὺς εἶναι πρὸς ἀλλήλους· ὅμως δὲ εἰσιέναι, ἔφη, ἐκέλευεν, εἰ μέλλεις σὺν αὐτῷ ἐκπλεῖν.
克勒安德罗斯回来后说:“我费了极大的周折才办成此事;因为阿那克西比奥斯说,士兵们留在城墙附近而色诺芬在城内并不适宜,拜占庭人正闹内讧且彼此心怀恶意;但他还是吩咐说,如果你打算同他一起乘船离开,尽可进城。”
ὁ μὲν δὴ Ξενοφῶν ἀσπασάμενος τοὺς στρατιώτας εἴσω τοῦ τείχους ἀπῄει σὺν Κλεάνδρῳ. ὁ δὲ Κοιρατάδας τῇ μὲν πρώτῃ ἡμέρᾳ οὐκ ἐκαλλιέρει οὐδὲ διεμέτρησεν οὐδὲν τοῖς στρατιώταις· τῇ δʼ ὑστεραίᾳ τὰ μὲν ἱερεῖα εἱστήκει παρὰ τὸν βωμὸν καὶ Κοιρατάδας ἐστεφανωμένος ὡς θύσων· προσελθὼν δὲ Τιμασίων ὁ Δαρδανεὺς καὶ Νέων ὁ Ἀσιναῖος καὶ Κλεάνωρ ὁ Ὀρχομένιος ἔλεγον Κοιρατάδᾳ μὴ θύειν, ὡς οὐχ ἡγησόμενον3 τῇ στρατιᾷ, εἰ μὴ δώσει τὰ ἐπιτήδεια.
于是色诺芬向士兵们道别,同克勒安德罗斯一道走进了城墙内。柯伊拉塔达斯在第一天未能获得吉兆,也未向士兵们分发任何口粮;到了次日,牺牲立在祭坛旁,柯伊拉塔达斯戴着花冠正准备献祭,达尔达诺斯人提马西翁、阿西涅人涅翁和奥尔科墨诺斯人克勒阿诺尔走上前去,对柯伊拉塔达斯说不要献祭了,因为除非他能提供军粮,否则便不能统领军队。
ὁ δὲ κελεύει διαμετρεῖσθαι. ἐπεὶ δὲ πολλῶν ἐνέδει αὐτῷ ὥστε ἡμέρας σῖτον ἑκάστῳ γενέσθαι τῶν στρατιωτῶν, ἀναλαβὼν τὰ ἱερεῖα ἀπῄει καὶ τὴν στρατηγίαν ἀπειπών.
他于是下令分发口粮;但他所拥有的粮食远远不够给每位士兵发上一天的份量,他便带上牺牲离去,放弃了将军的职位。
- 7.1.31ἀλλʼ ἢν μὲν δυνώμεθα παρʼ ὑμῶν ἀγαθόν τι εὑρίσκεσθαι, εἰ δὲ μή, ἀλλὰ δηλώσοντες
此处为省略了与 ἢν μὲν δυνώμεθα 对应的归结从句的顿绝(aposiopesis)结构。在意义上隐含着“若能蒙受善待(固然最好)”的未明言归结,随后由与之相对的 εἰ δὲ μή(否则)以及表目的的未来分词 δηλώσοντες(为了表明)顺接下文。
- 7.1.34ἀκούουσι ταῦτα τοῖς στρατιώταις
此处以表示时间与关联的关系与格(分词与代词构成的与格短语,“当士兵们听着这番话时”)开头,但在中间插入解释性括号句(ἀπεκρίνατο γάρ...)之后,主句转而以主格重提主语(ἐκ τούτου οἱ στρατιῶται...),构成了破格语法(anacoluthon)。
- 7.1.40ὡς οὐχ ἡγησόμενον
带有连词 ὡς 的未来分词结构:阳性单数宾格分词 ἡγησόμενον 呼应不定式 θύειν 隐含的宾格逻辑主语(由前文的与格 Κοιρατάδᾳ 转为宾格,或视为省略主语 αὐτόν 的宾格绝对结构),表示将领们所主张的主观理由:“依他们之见,若不提供给养,他便不可能统率军队”。
